§12ὁ δὲ Σωκράτης παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατʼ οὐδὲν δὲ τούτων κακὸν εἶναι.
ソクラテスは、死は深い眠り、あるいは長期にわたる長い旅路、あるいは第三に肉体と魂の両方のある種の消滅と無化に類似したものであり、これらのどれに拠っても悪ではないと語っていた。
καὶ καθʼ ἕκαστον ἐπεπορεύετο, καὶ πρῶτον τῷ πρώτῳ.
そして彼はそれぞれについて検討していったが、まず第一に第一のものから始めた。
εἰ γὰρ δὴ ὕπνος τίς ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλον ὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν.
もし死がある種の眠りであり、眠っている人々にとって何ら悪いことがないならば、亡くなった人々にとっても何ら悪いことはないだろうということは明らかである。
ἀλλὰ μὴν γʼ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν;
しかし、最も深い眠りが最も心地よいものであることについては、何を言う必要があろうか。
αὐτὸ γὰρ τὸ πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος ἐπʼ αὐτοῦ λέγων
"
νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς
"
ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει
"
ἔνθʼ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο
"
καὶ
"
Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,
"
ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει.
まさにその事柄自体がすべての人に明らかであり、ホメロスもまたそれについてこう語って証言している。 "覚めることなき最も心地よきもの、死に極めてよく似たるもの "また別の箇所では、こうも語っている。 "そこで彼は、死の兄弟たる眠りに出会った "また、 "双子の兄弟たる眠りと死に、 "その姿によって彼らの類似性を示している。 なぜなら、双子は類似性を最もよく表すからである。
πάλιν τὲ πού φησι τὸν θάνατον εἶναι
χάλκεον ὕπνον,
τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος.
また、彼はどこかで死を「青銅の眠り」と呼んでおり、我々の無感覚を暗示している。
οὐκ ἀμούσως δʼ ἔδοξεν ἀποφήνασθαι οὐδʼ ὁ εἰπὼν
τὸν ὕπνον τὰ μικρὰ τοῦ θανάτου μυστήρια· προμύησις γὰρ ὄντως ἐστὶ τοῦ θανάτου ὁ ὕπνος.
また、次のように言った者も、気の利いた表現をしたと思われる。 「眠りは死の小さな神秘である」なぜなら、眠りは実に死への予備の入信だからである。
πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν,
οὐδέν
ἔφη·
そして非常に賢明なことに、キニコス派のディオゲネスが眠りに落ち、まさに生涯を終えようとしていたとき、医師が彼を起こして、体に何か不都合なところはないかと尋ねたところ、「何もない」と言った。
ὁ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει
「なぜなら、兄が、弟を先んじて受け入れているのだから。
§13εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν ὁ θάνατος, οὐδʼ οὕτως ἐστὶ κακόν μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν.
」さらに、もし死が旅路に似ているならば、その場合でも悪ではない。 いや、むしろそれとは反対に善であるかもしれない。
τὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι διάγειν, ὑφʼ ὧν κατασπώμενος ὁ νοῦς τῆς θνητῆς ἀναπίμπλαται φλυαρίας, εὔδαιμόν τι καὶ μακάριον.
なぜなら、肉体とその受難に隷属することなく過ごすことは、それらによって引きずり下ろされた知性が死すべき不条理に満たされるのであるが、幸福であり祝福されたことだからである。
μυρίας μὲν γὰρ ἡμῖν
φησὶν ὁ Πλάτων
ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφὴν ἔτι δʼ ἐάν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῖν τὴν τοῦ ὄντος θήραν, ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπʼ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτʼ οὐδέν.
「実際、肉体は我々にとプラトンは言う無数の多忙をもたらす、必要な食物のために。 さらに、もし何らかの病気が襲いかかれば、我々が実在を狩るのを妨げる。 また、肉体は我々を愛欲や欲望、恐怖、あらゆる幻影、そして愚行で満たすため、本当に、実のところ言われているように、それのせいで、我々が何かを考えることなど決して生じ得ない。
καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ τούτου ἐπιθυμίαι·
というのも、戦争や内乱、戦闘を引き起こすのは、肉体とその欲望以外の何ものでもないからだ。
διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται· τὰ δὲ χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ·
なぜなら、富の獲得のためにすべての戦争は起こるのであり、我々が富を獲得せざるを得ないのは肉体のため、その世話に隷属しているからである。
καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ ταῦτα πάντα.
そしてこのことから、これらすべての理由によって、我々は哲学について暇を失う。
τὸ δʼ ἔσχατον πάντων, ὅτι ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπʼ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσι πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπʼ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα·
そしてすべての中で最悪なのは、たとえ肉体から何らかの暇が得られ、我々が何かを考察することに向かったとしても、探求のあらゆる場面に割り込んで混乱と騒乱をもたらし、我々を驚倒させ、その結果、肉体のせいで真理を見極めることができなくなることだ。 むしろ、我々にとって実のところ示されているのは、もし我々がいつか何かを純粋に知ろうとするならば、肉体から離れ、魂自体によって事象そのものを観照しなければならないということである。
καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμεν καὶ οὗ φαμεν ἐρᾶν (ἔστι δὲ φρόνησις), ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δʼ οὔ.
そしてその時こそ、我々が望み、愛していると語るもの(それは知恵である)が、我々のものとなるだろう。 それは、議論が示すように、我々が死んだときであって、生きているときではない。
εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι τότε γὰρ αὐτὴ καθʼ αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δʼ οὔ.
なぜなら、肉体とともには何ものも純粋に知ることができないとするならば、二つのうちどちらか一方である。 すなわち、知ることを獲得することはどこにおいても不可能であるか、あるいは死んだ人々に可能であるか。 なぜなら、その時こそ魂は肉体を離れてそれ自体で存在するのであり、以前にはそうではないからである。
καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπʼ αὐτοῦ, ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς.
そして、我々が生きている間は、このようにして、我々は知ることに最も近づくだろう、もし我々が肉体とできる限り交わらず、分かち合わず、ただどうしても必要な最小限にとどめ、その性質に染まることなく、神自身が我々を解放してくださるまで、肉体から清らかであり続けるならば。
καὶ οὕτω μὲν ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, μετὰ τοιούτων ἐσόμεθα, διʼ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινὲς ὁρῶντες·
そしてこのようにして肉体の愚行から解放され、当然のことながら、我々は清らかな人々とともにあり、我々自身によってすべて純粋なものを見るだろう。
τοῦτο δʼ ἐστὶ τὸ ἀληθές.
そしてこれこそが真理である。
μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ.
なぜなら、清らかでない者が清らかなものに触れることは、許されないことかもしれないからである。
ὥστʼ εἰ καὶ προσέοικε μετάγειν εἰς ἕτερον τόπον ὁ θάνατος, οὐκ ἔστι κακόν·
」それゆえ、もし死が別の場所への移転に似ているとしても、それは悪ではない。
μήποτε γὰρ καὶ τῶν ἀγαθῶν ἀναφαίνηται, καθάπερ ἀπέδειξεν ὁ Πλάτων.
いや、むしろプラトンが示したように、それは善いことの一つとして現れるかもしれない。
διὸ καὶ πάνυ δαιμονίως ὁ Σωκράτης πρὸς τοὺς δικαστὰς τοιαῦτʼ ἔφη
τὸ γὰρ δεδιέναι, ὦ ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα·
それゆえ、ソクラテスもまた極めて神がかり的に、裁判官たちに対して次のように語った。 「諸君、死を恐れるということは、賢くないのに賢いとうぬぼれることにほかなりません。
δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν.
なぜなら、それは自分が知らないことを知っていると思うことだからです。
οἶδε μὲν γὰρ οὐδεὶς; τὸν θάνατον οὐδʼ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὄν τῶν ἀγαθῶν, δεδίασι δʼ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν.
実のところ、死が人間にとってあらゆる善いことの中で最大のものであるかもしれないのに、誰もそれを知らず、ただそれが最大の悪であると十分に知っているかのように恐れているのです。
οὐκ ἀπᾴδειν δʼ ἔοικε τούτων οὐδʼ ὁ εἰπών
"
μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων,
"
ἀλλὰ καὶ κακῶν τῶν μεγίστων.
」また、次のように言った者も、これらと不調和ではないと思われる。 "誰も死を恐れるな、それは労苦からの解放である "そればかりか、最大の災いからの(解放なのだ)。