Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §12-13

论死亡非恶以及灵魂之解脱

第 6 段,共 18 段 · 希腊语

内容简介

援引苏格拉底和柏拉图的论点,论证死亡如同睡眠或旅居,绝非邪恶,反而是将灵魂从肉体束缚中解脱出来以达致真理的好事。

§12ὁ δὲ Σωκράτης παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατʼ οὐδὲν δὲ τούτων κακὸν εἶναι.
苏格拉底则说,死亡类似于最深的睡眠,或者长期且漫长的旅居,或者第三,肉体与灵魂两者某种程度的消亡与无化,而根据其中任何一种,死亡都不是邪恶。
καὶ καθʼ ἕκαστον ἐπεπορεύετο, καὶ πρῶτον τῷ πρώτῳ.
他一一探讨了它们,并且首先从第一种开始。
εἰ γὰρ δὴ ὕπνος τίς ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλον ὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν.
因为如果死亡确实是某种睡眠,且对于睡着的人来说没有任何邪恶,那么显然,对于死去的人来说也不会有任何邪恶。
ἀλλὰ μὴν γʼ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν;
然而,最深的睡眠是最令人愉快的,这又何需多言?
αὐτὸ γὰρ τὸ πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος ἐπʼ αὐτοῦ λέγων " νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς " ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει " ἔνθʼ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο " καὶ " Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν, " ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει.
因为这件事本身对所有人都是显而易见的,荷马也对此作证说: “不醒的最甜美睡眠,与死亡极为相似” 在其他地方他也说: “在此他遇到了睡眠,死亡的兄弟” 以及: “给双胞胎兄弟睡眠与死亡,” 通过它们的外貌表明其相似性;因为双胞胎最能体现相似性。
πάλιν τὲ πού φησι τὸν θάνατον εἶναι χάλκεον ὕπνον, τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος.
此外,他在某处又说死亡是 “青铜的睡眠”,暗示我们的无感觉。
οὐκ ἀμούσως δʼ ἔδοξεν ἀποφήνασθαι οὐδʼ ὁ εἰπὼν τὸν ὕπνον τὰ μικρὰ τοῦ θανάτου μυστήρια·
此外,那说出以下这番话的人似乎也作出了风趣的表达: “睡眠是死亡的微小秘仪。
προμύησις γὰρ ὄντως ἐστὶ τοῦ θανάτου ὁ ὕπνος.
” 因为睡眠确实是对死亡的预先启蒙。
πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, οὐδέν ἔφη· ὁ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει
极其聪明的是,当犬儒派的第欧根尼陷入沉睡、即将结束生命时,医生唤醒他并询问他身体是否有何痛苦, “毫无痛苦,” 他说: “因为兄长正抢先接引弟弟。
§13εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν ὁ θάνατος, οὐδʼ οὕτως ἐστὶ κακόν μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν.
” 此外,如果死亡类似于旅居,即使这样它也绝非邪恶;甚至相反,可能是一件好事。
τὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι διάγειν, ὑφʼ ὧν κατασπώμενος ὁ νοῦς τῆς θνητῆς ἀναπίμπλαται φλυαρίας, εὔδαιμόν τι καὶ μακάριον.
因为,过一种不被肉体及其情念所奴役的生活,那因其被拖累的理智充满了凡俗的荒谬,这是一件幸福和神圣的事情。
μυρίας μὲν γὰρ ἡμῖν φησὶν ὁ Πλάτων ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφὴν ἔτι δʼ ἐάν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῖν τὴν τοῦ ὄντος θήραν, ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπʼ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτʼ οὐδέν.
“因为肉体给我们,” 柏拉图说, “由于必需的食物而带来了无数的劳碌;此外,如果一些疾病侵袭,它们就会阻碍我们对实在的捕获,肉体还让我们充满了爱欲和欲望、恐惧以及各种幻影与荒谬,以至于正如那句俗话所说,实际上由于它,我们绝不可能思考任何事情。
καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ τούτου ἐπιθυμίαι·
因为,战争、内乱和战斗,除了肉体及其欲望之外,没有其他东西能提供。
διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται· τὰ δὲ χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ ταῦτα πάντα.
因为由于财富的占有,所有的战争才得以发生;而我们被迫占有财富是为了肉体,奴役于对它的照料;因此,由于所有这些原因,我们在哲学上失去了闲暇。
τὸ δʼ ἔσχατον πάντων, ὅτι ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπʼ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσι πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπʼ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα·
而最糟糕的是,即使我们从它那里获得了一些闲暇,并转向思考某事,它也会在我们的探求中处处介入,带来嘈杂与混乱,使我们惊慌失措,以至于我们无法由于它而看清真理,但实际上,我们已经认识到,如果我们想要在何时纯粹地认识某物,我们必须摆脱它,必须用灵魂本身来观照事物本身。
καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμεν καὶ οὗ φαμεν ἐρᾶν (ἔστι δὲ φρόνησις), ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δʼ οὔ.
而到那时,正如所显得的那样,我们将拥有我们所渴望和自称所热爱的东西(这就是智慧),那是等我们死后,正如论证所表明的,而不是活着的时候。
εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι τότε γὰρ αὐτὴ καθʼ αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δʼ οὔ.
因为如果不可能与肉体一起纯粹地认识任何事物,那么二者必居其一:要么在任何地方都不可能获得知识,要么是对于死者;因为那时灵魂将脱离肉体而独存,在此之前则不然。
καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπʼ αὐτοῦ, ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς.
并且在我们活着的时候,正如所显得的那样,我们将最接近于知识,如果我们尽可能与肉体不相交往,也不与其沟通,除非是出于绝对的必要,且不被其本性所充满,而是保持自身脱离肉体的纯洁,直到神亲自释放我们。
καὶ οὕτω μὲν ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, μετὰ τοιούτων ἐσόμεθα, διʼ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινὲς ὁρῶντες·
而这样摆脱了肉体的愚昧,这是理所当然的,我们将与纯洁者同在,通过我们自身看到一切纯粹之物。
τοῦτο δʼ ἐστὶ τὸ ἀληθές.
这就是真理。
μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ.
因为不洁者去触碰纯洁者是不被允许的。
ὥστʼ εἰ καὶ προσέοικε μετάγειν εἰς ἕτερον τόπον ὁ θάνατος, οὐκ ἔστι κακόν· μήποτε γὰρ καὶ τῶν ἀγαθῶν ἀναφαίνηται, καθάπερ ἀπέδειξεν ὁ Πλάτων.
” 因此,即使死亡类似于迁移到另一个地方,它也不是邪恶;因为也许它甚至会显现为好事之一,正如柏拉图所证明的那样。
διὸ καὶ πάνυ δαιμονίως ὁ Σωκράτης πρὸς τοὺς δικαστὰς τοιαῦτʼ ἔφη τὸ γὰρ δεδιέναι, ὦ ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν.
因此,苏格拉底也非常神妙地对法官们说了这样的话: “诸君,害怕死亡无非是自以为聪明而实则不然;因为这是自以为知道自己不知道的事情。
οἶδε μὲν γὰρ οὐδεὶς; τὸν θάνατον οὐδʼ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὄν τῶν ἀγαθῶν, δεδίασι δʼ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν.
因为没有人知道死亡,甚至不知道它对人而言是否碰巧是所有好事中最大的一件,但他们害怕它,就好像确切地知道它是最大的邪恶一样。
οὐκ ἀπᾴδειν δʼ ἔοικε τούτων οὐδʼ ὁ εἰπών " μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων, " ἀλλὰ καὶ κακῶν τῶν μεγίστων.
” 而那说出以下这话的人似乎也与这些并不矛盾: “谁也不要害怕死亡,它是劳苦的释放,” 甚至是最大邪恶的释放。

词汇与语法注释

  1. 107fὁ γὰρ ἀδελφὸς τὸν ἀδελφὸν προλαμβάνει — 主语 ὁ ἀδελφὸς(兄弟,此处指“睡眠”)先于宾语 τὸν ἀδελφόν(此处指“死亡”)。这是第欧根尼的俏皮话,基于睡眠与死亡为兄弟的传统说法。
  2. 108aτὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ ... διάγειν — 句子的主语是带冠词的不定式短语 τὸ ... διάγειν,谓语形容词是 εὔδαιμόν τι καὶ μακάριον。关系从句 ὑφʼ ὧν... 的先行词是 τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι。
  3. 108cδυοῖν θάτερον — 意为“两者居其一”的宾格惯用语,此处作副词性使用,引出其后由 ἤ... ἤ... 标记的两个选择。
  4. 108dμὴ οὐ θεμιτὸν ᾖ — 双重否定小词 μὴ οὐ 搭配虚拟语气(ᾖ)的结构,表示一种委婉、谨慎的否定性推测(“也许是不被允许的”)。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §12-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:12-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。