Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §10-11

作为自然循环与人生苦难解脱的死亡

第 5 段,共 18 段 · 希腊语

内容简介

针对恐惧死亡的人,本节引用多位诗人和哲学家的言论,论证死亡是与生命不可分割 an 自然循环;且考虑到人生的诸多苦难,因死而获得解脱应当受到祝福,而非哀悼。

§10ὁ δʼ Αἰσχύλος καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε " ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί, ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν " τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών " ὦ θάνατε παιὰν ἰατρὸς μόλοις " λιμὴν γὰρ ὄντως Ἀίδας ἀνʼ αἶαν.
埃斯库罗斯似乎很好地责备了那些认为死亡是邪恶的人,他这样写道: “凡人对死亡的憎恨是多么不公正啊,它其实是抵御诸多灾祸的最大救星! ” 因为,说出以下这些话的人也模仿了他: ¦106d “噢,作为救治者与医生的死亡啊,请你降临吧” 因为确实,冥府是大地之上的港湾。
μέγα γάρ ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν " τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
因为,带着坚定的信念大胆地说出这样的话是一件伟大的事: ¦20 “一个不把死亡放在心上的人,又怎会是奴隶呢?
" καὶ " ᾍδην δʼ ἔχων βοηθὸν οὐ τρέμω σκιάς " τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ ἐν τῷ τεθνάναι;
” 以及: “既然有冥王作为帮手,我就不会在阴影前颤抖” 因为在处于死亡状态中,又有什么艰难和痛苦的呢?
τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδʼ ὅπως δυσαλγῆ δοκεῖ εἶναι.
因为关于死亡的事情,也许对我们来说是非常熟悉且与生俱来的,但不知为何,它们再次显得令人痛苦。
τί γὰρ θαυμαστὸν εἰ τὸ τμητὸν τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν κέκαυται, εἰ τὸ φθαρτὸν ἔφθαρται;
因为,如果可切分的东西被切分了,可融化的东西融化了,可燃烧的东西燃烧了,可毁灭的东西毁灭了,这又有什么值得惊奇的呢?
πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν ἢ οὐκ ἔστιν ὁ θάνατος;
因为死亡何时在我们的内部存在,又何时不存在呢?
καί, φησιν Ἡράκλειτος, ταὐτὸ γʼ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι, κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.
正如赫拉克利特所说: “在我们的内部,活着的与死去的,醒着的与睡着的,年轻的与年老的,都是同一件东西;因为这些转变为那些,那些再次转变为这些。
ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθʼ ἓν παρʼ ἓν ποιεῖν ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς ἐγέννησε τοὺς πατέρας, εἶθʼ ἡμᾶς, εἶτʼ ἄλλους ἐπʼ ἄλλοις ἀνακυκλήσει.
” 因为,正如某人用同一块黏土塑造动物,可以将其捣毁,再次塑造,再次捣毁,并且能够毫不间断地交替进行,自然也是如此,用同样的材料,在过去使我们的祖先立起,随后生出与他们相连的我们的父亲,接着生出我们,随后又将在循环中生出前仆后继的其他人。
καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτʼ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν ᾍδην ἄγει.
而生命生成的河流如此连续不断地奔流,永远不会停止,同样,与其相对立的消灭之河(被诗人们称为阿刻戎或科库托斯)也是如此。 因此,那向我们展示太阳光芒的第一原因,也是带来黑暗冥府的同一原因。
καὶ μήποτε τοῦδʼ εἰκὼν ᾖ ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρʼ ἓν ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως.
也许,我们周围的空气就是其写照,它交替地创造出白天和黑夜,带来生命与死亡、睡眠与觉醒。
διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον ὃ ἐδανείσαντο ἡμῶν οἱ προπάτορες.
因此,活着也被称为一份命中注定的债务,是作为必须偿还之物,由我们的祖先借来的。
ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ δανείσας ἀπαιτῇ· εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν.
当债权人索要时,我们确实应当轻松且毫无怨言地予以偿还;因为只有这样,我们才会显得最为通情达理。
§11οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον.
我认为,自然也是看到了生命的风雨飘摇和短暂,才使死亡的期限变得不确定;因为这样更好。
εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν.
因为如果我们预先知道,有些人甚至在死前就会因为悲伤而预先衰竭折磨致死了。
ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν.
此外,还要看看生活的痛苦以及被诸多忧虑所充斥的现状,如果我们想要一一数点这些忧虑,我们就会极度否定生活,并且也会证实一些人中盛行的看法,即死确实比活着更好。
ὁ γοῦν Σιμωνίδης " ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι δὲ μεληδόνες, αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ.
至少西摩尼得斯说道: “人类的力量微不足道,而忧虑毫无结果,在短暂的一生中,唯有劳苦叠加着劳苦。
ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος· κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ ὅστις τε κακός.
而不可逃避的死亡同样悬在头顶;因为无论是善人还是恶人,都分得那死亡的平等一份。
" Πίνδαρος δὲ " ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται βροτοῖς. ἀθάνατοι.
” 而平达尔则说: “不死的神明将双倍的灾祸与一件好事一并分给凡人。 对此,愚蠢的人们无法在秩序中承受。
τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν " Σοφοκλῆς δέ " σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις, εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;
” 索福克勒斯则说: “如果一个凡人死去了,你却为他哀悼,难道你预知未来,知道这不会带来任何好处吗?
" Εὐριπίδης δὲ " τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν;
” 欧里庇得斯则说: “你可知道凡俗之事具有怎样的本性?
δοκῶ μὲν οὔ πόθεν γάρ;
我想你不知道,怎么可能呢?
ἀλλʼ ἄκουέ μου.
但请听我说。
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται τὴν αὔριον μέλλουσαν εἰ βιώσεται.
所有凡人都注定要死亡,他们中没有一个人确切地知道自己是否能度过即将到来的明天。
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται.
因为命运的去向是隐秘的,无法预知它将走向何方。
" τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν;
” 既然人类的生活确如这些人所说的那样,那么对于那些从生活中的劳役中解脱出来的人,我们难道不应该更多地去祝贺他们,而不是像大多数人因为愚昧无知所做的那样,去哀怜和哀悼他们吗?

词汇与语法注释

  1. 106cὡς οὐ δικαίως — 此处的 ὡς 不是引导间接疑问句,而是用作感叹副词,意为“多么不公正地……!”
  2. 106dμήποτε — 散文中的惯用法,伴随直陈语气分词 ὄντα,表示温和的推测:“也许”、“大概是……”。
  3. 106fὁ τῆς φθορᾶς — 冠词 ὁ 后面省略了前句 ὁ τῆς γενέσεως ποταμὸς 中的名词 ποταμός(河流),以此突显两个相反流向的对比。
  4. 107aὃ δὴ καὶ εὐκόλως καταβλητέον — 动形容词 καταβλητέον 以非人称的中性单数主格形式出现,表示义务(应当偿还),关系代词 ὃ 是其直接宾语。
  5. 107bκόσμῳ — 名词 κόσμος 的单数与格形式,用作表示方式的副词,意为“适当地、体面地、有条不紊地”。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §10-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:10-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。