Humanitext Reader

プルタルコス · 多くの友をもつことについて §7-9

多友に伴う連座の危険と自己喪失の弊害

4 / 4 箇所 · ギリシア語

要旨

多友がもたらす危険性(友人の災難に巻き込まれ共に滅びること)を指摘し、友情の本質が「類似性」にある以上、多友を維持するにはプロテウスのように自己を喪失して千変万化せざるを得ないことを説く。

§7οὐκ ἔστι φίλον μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν μηδὲ συναπεχθάνεσθαι·
共に不義を被り、共に悪評を受け、共に憎まれることがないなら、友人とは言えない。
οἱ γὰρ ἐχθροὶ τὸν φίλον εὐθὺς ὑφορῶνταί τε καὶ μισοῦσιν, οἱ δὲ φίλοι πολλάκις φθονοῦσί τε καὶ ζηλοτυποῦσι καὶ περισπῶσιν.
なぜなら、敵は友人を直ちに警戒し憎むのに対して、友人たちはしばしば羨み、嫉妬し、引き裂くからである。
ὥσπερ οὖν ὁ τῷ Τιμησίᾳ περὶ τῆς ἀποικίας δοθεὶς χρησμὸς προηγόρευσε " σμῆνα μελισσάων τάχα τοι καὶ σφῆκες; ἔσονται " , οὕτως οἱ φίλων ζητοῦντες ἑσμὸν ἔλαθον ἐχθρῶν σφηκιαῖς περιπεσόντες.
それゆえ、植民に関してティメシアスに与えられた神託が、「ミツバチの群れがあれば、やがてお前にはスズメバチも群がるであろう」とあらかじめ告げたように、友人の群れを求める者たちは、気づかぬうちに敵のスズメバチの巣に落ち込んでいるのである。
καὶ οὐκ ἴσον ἄγει σταθμὸν ἐχθροῦ μνησικακία καὶ φίλου χάρις.
そして、敵の恨みと友人の感謝は、同じ重さをもたらすわけではない。
ὅρα δὲ τοὺς Φιλώτου καὶ Παρμενίωνος φίλους καὶ οἰκείους ἃ διέθηκεν Ἀλέξανδρος, ἃ τοὺς Δίωνος Διονύσιος τοὺς Πλαύτου Νέρων καὶ τοὺς Σηιανοῦ Τιβέριος στρεβλοῦντες καὶ ἀποκτιννύοντες.
フィロタスやパルメニオンの友人や親族をアレクサンドロスがどのように扱ったか、ディオンの友人たちをディオニュシオスが、プラウトゥスの友人たちをネロンが、セイアヌスの友人たちをティベリウスが、拷問にかけ殺害しながら、いかに扱ったかを見るがよい。
ὡς γὰρ τὸν Κρέοντα τῆς θυγατρὸς οὐδὲν ὁ χρυσὸς οὐδʼ ὁ πέπλος ὠφέλει, τὸ δὲ πῦρ ἀναφθὲν αἰφνιδίως προσδραμόντα καὶ περιπτύξαντα κατέκαυσε καὶ συναπώλεσεν, οὕτως ἔνιοι τῶν φίλων οὐδὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι.
というのも、クレオンに対して、娘の黄金もローブも何の役にも立たず、突如燃え上がった炎が、駆け寄って娘を抱きしめた彼を焼き尽くし、共に滅ぼしたように、そのように、友人のなかには、彼らが幸運なときには何の恩恵も受けないのに、不運なときには共に滅びる者たちがいる。
καὶ τοῦτο μάλιστα πάσχουσιν οἱ φιλόσοφοι καὶ χαρίεντες, ὡς Θησεὺς τῷ Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ " αἰδοῦς ἀχαλκεύτοις συνέζευκται πέδαις " , ἐν δὲ τῷ λοιμῷ φησιν ὁ Θουκυδίδης τοὺς ἀρετῆς μάλιστα μεταποιουμένους συναπόλλυσθαι τοῖς φίλοις νοσοῦσιν ἠφείδουν γὰρ σφῶν αὐτῶν ἰόντες παρὰ τοὺς ἐπιτηδείους.
そして、哲学や教養ある人々がこのことを最も被りやすい。 それはあたかもテセウスが、罰せられ縛られているペイリトオスに対して、「羞恥の、鍛えられざる枷によって共に繋がれている」かのようである。 また疫病の際にも、徳を最も重んじる者たちが、病める友人たちと共に滅びたとトゥキディデスは言っている。 なぜなら彼らは、親しい者たちのもとへ通うことで、自分自身の身を惜しまなかったからである。
§8ὅθεν οὕτω τῆς ἀρετῆς ἀφειδεῖν οὐ προσῆκον ἄλλοτʼ ἄλλοις συνδέοντας αὐτὴν καὶ συμπλέκοντας, ἀλλὰ τοῖς ἀξίοις τὴν αὐτῆς κοινωνίαν φυλάττειν, τουτέστι τοῖς ὁμοίως φιλεῖν καὶ κοινωνεῖν δυναμένοις.
したがって、このように、徳をあちこちで様々な人々へと結びつけ絡み合わせることでそれを惜しみなく使うのは適切ではなく、むしろその共有関係を、それに値する人々、すなわち同様に愛し共有することのできる人々のために守っておくべきである。
καὶ γὰρ δὴ τοῦτο πάντων μέγιστόν ἐστιν ἐναντίωμα πρὸς τὴν πολυφιλίαν, ὅτι τῇ φιλίᾳ γένεσις διʼ ὁμοιότητός ἐστιν.
というのも実に、これこそが多友に対するすべてのうちで最大の障害なのである。 すなわち、友情の生成は類似性によるものであるということだ。
ὅπου γὰρ καὶ τὰ ἄψυχα τὰς μίξεις πρὸς τὰ ἀνόμοια ποιεῖται μετὰ βίας ἀναγκαζόμενα καὶ ὀκλάζει καὶ ἀγανακτεῖ φεύγοντα ἀπʼ ἀλλήλων, τοῖς δὲ συγγενέσι καὶ οἰκείοις ὁμοπαθεῖ κεραννύμενα καὶ προσίεται τὴν κοινωνίαν λείως καὶ μετʼ εὐμενείας, πῶς οἷόν τε φιλίαν ἤθεσι διαφόροις, ἐγγενέσθαι καὶ πάθεσιν ἀνομοίοις καὶ βίοις ἑτέρας προαιρέσεις ἔχουσιν;
なぜなら、無生物でさえ、異なるものとの混和は強制されて力ずくで行われ、互いに避け合って退き抗うのに対し、同類で親しいものとは混ざり合って同じように反応し、滑らかにかつ好意的に共同関係を受け入れるのだから。 どうして、異なる人柄や、不揃いな感情や、異なる選択を抱く生活の中に、友情が生じることができようか。
ἡ μὲν γὰρ περὶ ψαλμοὺς καὶ φόρμιγγας ἁρμονία διʼ ἀντιφώνων ἔχει τὸ σύμφωνον, ὀξύτησι καὶ βαρύτησιν ἁμωσγέπως ὁμοιότητος ἐγγιγνομένης·
というのも、歌や竪琴による調和は、高音と低音の中にどうにかしてある種の類似性が生じることによって、オクターブを通じて協和音を持つからである。
τῆς δὲ φιλικῆς συμφωνίας ταύτης καὶ ἁρμονίας οὐδὲν ἀνόμοιον οὐδʼ ἀνώμαλον οὐδʼ ἄνισον εἶναι δεῖ μέρος, ἀλλʼ ἐξ ἁπάντων ὁμοίως ἐχόντων ὁμολογεῖν καὶ ὁμοβουλεῖν καὶ ὁμοδοξεῖν καὶ συνομοπαθεῖν, ὥσπερ μιᾶς ψυχῆς ἐν πλείοσι διῃρημένης σώμασι.
しかし、この友愛の協和と調和においては、いかなる部分も、不揃いであってはならず、不均等であっても、不平等であってもならず、すべての部分が同様の状態にあって、同意し、同じ志を抱き、同じ意見を持ち、共に同じように感じるべきなのであり、あたかも一つの魂が複数の体に分けられているかのようであらねばならない。
§9τίς οὖν ἐστιν οὕτως ἐπίπονος καὶ μετάβολος καὶ παντοδαπὸς ἄνθρωπος, ὥστε πολλοῖς ἑαυτὸν ἐξομοιοῦν καὶ προσαρμόττειν καὶ μὴ καταγελᾶν τοῦ Θεόγνιδος παραινοῦντος " πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ, τῇ περ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη;
それゆえ、多くの者に自分を似せ合わせ適応させ、かつ、次のように勧めるテオグニスを嘲笑わないでいられるほどに、骨を折り、変化しやすく、千変万化する人間が、いったい誰であろうか。 「多くの色を持つタコの心を持ちなさい、タコは自分が寄り添う岩と、まさに同じように見えるのだから。
" καίτοι τοῦ πολύποδος αἱ μεταβολαὶ βάθος οὐκ ἔχουσιν, ἀλλὰ περὶ αὐτὴν γίγνονται τὴν ἐπιφάνειαν, στυφότητι καὶ μανότητι τὰς ἀπορροὰς τῶν πλησιαζόντων ἀναλαμβάνουσαν·
」しかしながら、タコの変化には深さはなく、皮膚の表面においてのみ生じるものであり、きめ細かさや粗さによって、近づくものの放つものを映し取るにすぎない。
αἱ δὲ φιλίαι τὰ ἤθη ζητοῦσι συνεξομοιοῦν καὶ τὰ πάθη καὶ τοὺς λόγους καὶ τὰ ἐπιτηδεύματα καὶ τὰς διαθέσεις.
これに対して、友情は、人柄、感情、言葉、日々の営み、そして心のあり方を共に似せ合わせることを求める。
Πρωτέως τινὸς οὐκ εὐτυχοῦς οὐδὲ πάνυ χρηστοῦ τὸ ἔργον, ἀλλʼ ὑπὸ γοητείας ἑαυτὸν εἰς ἕτερον εἶδος ἐξ ἑτέρου μεταλλάττοντος ἐν ταὐτῷ πολλάκις, φιλολόγοις συναναγιγνώσκοντος καὶ παλαισταῖς συγκονιομένου καὶ φιλοθήροις συγκυνηγετοῦντος καὶ φιλοπόταις συμμεθυσκομένου καὶ πολιτικοῖς συναρχαιρεσιάζοντος, ἰδίαν ἤθους ἑστίαν οὐκ ἔχοντος,·
それは、不幸せで決して善良とは言えないプロテウスのごとき者の行いである。 彼は魔術によって、同じ場所でしばしば自身をある姿から別の姿へと変え、文学を愛する者たちとは共に読み、格闘家たちとは共に泥にまみれ、狩猟を愛する者たちとは共に狩りをし、酒を愛する者たちとは共に酔い、政治家たちとは共に選挙運動をし、自分自身の人柄の拠り所を持たないのだ。
. ὡς δὲ τὴν ἀσχημάτιστον οἱ φυσικοὶ καὶ ἀχρώματον οὐσίαν καὶ ὕλην λέγουσιν ὑποκειμένην καὶ τρεπομένην ὑφʼ αὑτῆς νῦν μὲν φλέγεσθαι νῦν δʼ ἐξυγραίνεσθαι, τοτὲ δʼ ἐξαεροῦσθαι πήγνυσθαι δʼ αὖθις, οὕτως ἄρα τῇ πολυφιλίᾳ ψυχὴν ὑποκεῖσθαι δεήσει πολυπαθῆ καὶ πολύτροπον καὶ ὑγρὰν καὶ ῥᾳδίαν μεταβάλλειν.
自然学者たちが、形も色もない実体や物質が基底にあり、それ自身によって変化して、ある時は燃え上がり、ある時は液化し、またある時は気化し、さらにある時は凝固すると言うように、多友においては、多くの感情を抱き、多方面に変化し、流動的で、容易に移り変わる魂が(基底として)存在することが必要となるであろう。
ἀλλʼ ἡ φιλία στάσιμόν τι ζητεῖ καὶ βέβαιον ἦθος καὶ ἀμετάπτωτον ἐν μιᾷ χώρᾳ καὶ συνηθείᾳ·
しかし、友情は、安定して確固とした、一つの場所と交友において揺るぎない人柄を求める。
διὸ καὶ σπάνιον καὶ δυσεύρετόν ἐστι φίλος βέβαιος.
だからこそ、確実な友人というものは稀であり、見出しがたいのである。

語釈・文法注

  1. 96bοὐκ ἔστι φίλον μὴ συναδικεῖσθαι — 非人称構文 οὐκ ἔστι (不可能である、あるいは〜の性質ではない)に、不定詞 μὴ συναδικεῖσθαι が主語として続き、φίλον はその述語形容詞として機能している。「共に不義を被らないことは、友人としてあり得ない(友人のすることではない)」という強い不可能性や当為を表す。
  2. 96cἃ διέθηκεν Ἀλέξανδρος — 関係代名詞 ἃ (中性複数対格)は、先行詞である τοὺς ... φίλους καὶ οἰκείους(対格)が受けた処遇(「仕打ち、運命」)を指す内包的関係節を導いている。動詞 διατίθημι は「(特定の方法で)扱う、処遇する」の意味。
  3. 97aΠρωτέως τινὸς ... τὸ ἔργον — 主動詞(ἐστί など)が省略された名詞句。多友を求める者の節操のない同化行動を「これはプロテウスの如き者の仕業である」と断定する、一種の属性・特徴を示す属格。
  4. 97bτῇ πολυφιλίᾳ ψυχὴν ὑποκεῖσθαι δεήσει — 非人称動詞 δεήσει (必要である)の主語として対格不定詞構文(ψυχὴν ὑποκεῖσθαι)が来ており、与格 τῇ πολυφιλίᾳ (多友のために、多友において)がそれに係る。

この箇所を引用する

プルタルコス, 多くの友をもつことについて §7-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg073.humanitext-grc2:7-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。