§13#2"
ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν
φύονται μαλακῶν ἄνθεα λευκοΐων
"
ὅπου γὰρ ἐμέτου τινὲς ἐγκώμια καὶ πυρετοῦ καὶ νὴ Δία χύτρας ἐπιδεικνύμενοι, πιθανότητος οὐκ ἀμοιροῦσιν, ἦ που λόγος ὑπʼ ἀνδρὸς ἁμωσγέπως δοκοῦντος ἢ καλουμένου φιλοσόφου περαινόμενος οὐκ ἂν ὅλως ἀναπνοήν τινα καὶ καιρὸν ἀκροαταῖς εὐμενέσι καὶ φιλανθρώποις παράσχοι πρὸς ἔπαινον;
「ハリニシキギの間や、荒れたハコネオオツルの間にも、柔らかいシロアラセイトウの花は咲く」なぜなら、嘔吐や熱病、さらにはゼウスにかけて、鍋の称賛を披瀝する人々でさえ説得力を欠かないのであるから、ましてや、何らかの形で哲学者と目されている、あるいはそう呼ばれている人物によって仕上げられる言論が、好意を抱き人間味のある聞き手たちに対して、称賛のための何らかの息抜きや機会をまったく与えないなどということがあろうか。
οἱ γοῦν ἐν ὥρᾳ πάντες, ὥς φησιν ὁ Πλάτων, ἁμηγέπη δάκνουσι τὸν ἐρωτικόν, καὶ λευκοὺς μὲν θεῶν παῖδας ἀνακαλῶν μέλανας δʼ ἀνδρικούς, καὶ τὸν γρυπὸν βασιλικὸν καὶ τὸν σιμὸν ἐπίχαριν τὸν δʼ ὠχρὸν μελίχρουν ὑποκοριζόμενος ἀσπάζεται καὶ ἀγαπᾷ·
いずれにせよ、プラトンが言うように、若さの真っ盛りにいる若者たちは皆、何らかの形で愛する者の心を刺激するものであり、彼は、色白の者を「神々の子」と呼び、色黒の者を「雄々しい」と呼び、鷲鼻の者を「王者の風格がある」、低い鼻の者を「愛嬌がある」と呼び、青白い者を「蜜の色」と愛称で呼んでは、抱きしめ、愛するのである。
δεινὸς γάρ ἐστιν ὁ ἔρως ὥσπερ κιττὸς αὑτὸν ἐκ πάσης ἀναδῆσαι προφάσεως.
なぜなら、愛というものは、ツタがどんな足がかりからでも自らを巻きつけるように、どんな口実からでも自らを結びつけるのに巧みだからである。
πολὺ δὴ μᾶλλον ὁ φιλήκοος καὶ φιλόλογος ἀεί τινος αἰτίας εὑρετικὸς ἔσται, διʼ ἣν οὐκ ἀπὸ τρόπου τῶν λεγόντων ἕκαστον ἐπαινῶν φανεῖται.
それならなおのこと、聴講を好み言論を愛する者は、語り手たちのそれぞれを不適切でなく称賛していることが明らかになるような、何らかの理由を常に見出だすであろう。
καὶ γὰρ ὁ Πλάτων τὸν Λυσίου λόγον οὔτε κατὰ τὴν εὕρεσιν ἐπαινῶν καὶ τῆς ἀταξίας αἰτιώμενος ὅμως αὐτοῦ τὴν ἀπαγγελίαν ἐπαινεῖ, καὶ ὅτι
τῶν ὀνομάτων σαφῶς καὶ στρογγύλως ἕκαστον ἀποτετόρνευται.
実際、プラトンもリュシアスの演説を、着想については褒めず、秩序のなさを非難しているものの、それでもその語り口を称賛しており、また、言葉の一つ一つが明瞭に、かつ丸みを持って削りだされていることを称賛している。
μέμψαιτο δʼ ἄν τις Ἀρχιλόχου μὲν τὴν ὑπόθεσιν, Παρμενίδου δὲ τὴν στιχοποιίαν, Φωκυλίδου δὲ τὴν εὐτέλειαν, Εὐριπίδου δὲ τὴν λαλιάν, Σοφοκλέους δὲ τὴν ἀνωμαλίαν, ὥσπερ ἀμέλει καὶ τῶν ῥητόρων ἐστὶν ὁ μὲν οὐκ ἔχων ἦθος, ὁ δὲ πρὸς πάθος ἀργός, ὁ δʼ ἐνδεὴς χαρίτων ἕκαστός γε μὴν ἐπαινεῖται κατὰ τὸ ἴδιον τῆς δυνάμεως, ᾧ κινεῖν καὶ ἄγειν πέφυκεν.
人は、アルキロコスの主題を、パルメニデスの詩作を、ポクリデスの素朴さを、エウリピデスの饒舌さを、ソポクレスの不均整さを非難するかもしれない。 ちょうど、弁論家たちの中にも、人柄を欠く者、感情を動かすのに鈍い者、優美さに欠ける者が確かにいるように。 しかしながら、それぞれは、人の心を動かし導くように生まれついている自らの固有の力量に従って称賛されるのである。
ὥστε καὶ τοῖς ἀκούουσιν εὐπορίαν εἶναι καὶ ἀφθονίαν τοῦ φιλοφρονεῖσθαι τοὺς λέγοντας.
したがって、聞き手たちにとっても、語り手たちに好意を示すための十分な手段と豊かさがあるのである。
ἐνίοις γὰρ ἐξαρκεῖ, κἂν μὴ διὰ φωνῆς ἐπιμαρτυρῶμεν, ὄμματος πραότητα καὶ γαλήνην προσώπου καὶ διάθεσιν εὐμενῆ καὶ ἄλυπον ἐμπαρασχεῖν.
なぜなら、たとえ私たちが声によって賛意を示さないとしても、目の穏やかさと顔の平穏さ、そして好意的で不快感のない態度を示すだけで、一部の語り手たちにとっては十分だからである。
ἐκεῖνα μὲν γὰρ ἤδη καὶ πρὸς τοὺς ὅλως ἀποτυγχάνοντας ὥσπερ ἐγκύκλια καὶ κοινὰ πάσης ἀκροάσεώς ἐστι, καθέδρα τέ τις ἄθρυπτος καὶ ἀκλινὴς ἐν ὀρθῷ σχήματι καὶ πρόσβλεψις αὐτῷ τῷ λέγοντι καὶ τάξις ἐνεργοῦ προσοχῆς, καὶ προσώπου κατάστασις καθαρὰ καὶ ἀνέμφαντος οὐχ ὕβρεως οὐδὲ δυσκολίας μόνον ἀλλὰ καὶ φροντίδων ἄλλων καὶ ἀσχολιῶν·
というのも、次のようなことは、まったく失敗している者たちに対しても、あらゆる聴講のいわば一般的な、共通の義務だからである。 すなわち、端正で崩れのない真っ直ぐな姿勢での着席、語り手その人への注視、能動的な注意の維持、そして傲慢さや不機嫌さだけでなく、他の心配事や雑務をも一切うかがわせない、澄んだ曇りのない表情である。
ὡς ἐν ἔργῳ γε παντὶ τὸ μὲν καλὸν ἐκ πολλῶν οἷον ἀριθμῶν εἰς ἕνα καιρὸν ἡκόντων ὑπὸ συμμετρίας τινὸς καὶ ἁρμονίας ἐπιτελεῖται, τὸ δʼ αἰσχρὸν ἐξ ἑνὸς τοῦ τυχόντος ἐλλείποντος ἢ προσόντος ἀτόπως εὐθὺς ἑτοίμην ἔχει τὴν γένεσιν, ὥσπερ ἐπʼ αὐτῆς τῆς ἀκροάσεως οὐ μόνον βαρύτης ἐπισκυνίου καὶ ἀηδία προσώπου καὶ βλέμμα ῥεμβῶδες καὶ περίκλασις σώματος καὶ μηρῶν ἐπάλλαξις ἀπρεπὴς ἀλλὰ καὶ νεῦμα καὶ ψιθυρισμὸς πρὸς ἕτερον καὶ μειδίαμα χάσμαι τε ὑπνώδεις καὶ κατήφειαι καὶ πᾶν εἴ τι τούτοις ἔοικεν ὑπεύθυνόν ἐστι καὶ δεῖται πολλῆς εὐλαβείας.
実際、あらゆる営みにおいて、美というものは、多くのいわば数的比率が、ある対称性と調和のもとに一つの適切な状態へと合致することによって達成されるのに対し、醜というものは、欠けているか、あるいは不適切に加わっている、たった一つの偶然の要素からでも、直ちにたやすく生じるものだからである。 ちょうど、聴講そのものにおいても、眉をひそめることや顔の不快な表情、うつろな視線、体のよじれ、見苦しい股の組み方だけでなく、目配せ、他者への囁き声、微笑、眠たげなあくび、うつむき加減の姿勢、そしてこれらに類するすべてのことが非難の対象となり、多大なる慎みを必要とするように。