§5περὶ δὲ τροφῆς ἐχόμενον ἂν εἴη λέγειν.
養育については、次に語るべきことになろう。
δεῖ δέ, ὡς ἐγὼ ἂν φαίην, αὐτὰς τὰς μητέρας τά τέκνα τρέφειν καὶ τούτοις τοὺς μαστοὺς ὑπέχειν·
私が言うように、母親自身が自分の子供を育て、彼らに乳房をあてがうべきである。
συμπαθέστερόν τε γὰρ θρέψουσι καὶ διὰ πλείονος ἐπιμελείας, ὡς ἂν ἔνδοθεν καὶ τὸ δὴ λεγόμενον ἐξ ὀνύχων ἀγαπῶσαι τὰ τέκνα.
なぜなら、彼女たちはより深い愛情を抱き、より細やかな配慮をもって育てるだろうからである。 それは、いわば内面から、そして俗に言うように「爪の先から」子供たちを愛しているからである。
αἱ τίτθαι δὲ καὶ αἱ τροφοὶ τὴν εὔνοιαν ὑποβολιμαίαν καὶ παρέγγραπτον ἔχουσιν, ἅτε μισθοῦ φιλοῦσαι.
これに対して、乳母や養育係たちは、報酬のために愛しているのであるから、その好意は偽りの、そして付け焼き刃のものである。
δηλοῖ δὲ καὶ ἡ φύσις ὅτι δεῖ τὰς μητέρας ἃ γεγεννήκασιν αὐτὰς τιτθεύειν καὶ τρέφειν·
自然もまた、母親たちが自ら産んだ子供を乳で育て、養うべきであることを示している。
διὰ γὰρ τοῦτο παντὶ ζῴῳ τεκόντι τὴν ἐκ τοῦ γάλακτος τροφὴν ἐχορήγησε.
なぜなら、このために、自然は子供を産んだあらゆる動物に、乳による食物を提供したからである。
σοφὸν δʼ ἄρα καὶ ἡ πρόνοια·
神の配慮(プロノイア)もやはり賢明である。
διττοὺς ἐνέθηκε ταῖς γυναιξὶ τοὺς μαστούς, ἵνα, κἂν εἰ δίδυμα τέκοιεν, διττὰς ἔχοιεν τὰς τῆς τροφῆς πηγάς.
女性に二つの乳房を授けたのは、たとえ双子を産んだとしても、食物の源を二つ持てるようにするためであった。
χωρὶς δὲ τούτων εὐνούστεραι τοῖς τέκνοις γίγνοιντʼ ἂν καὶ φιλητικώτεραι.
これらとは別に、母親自身が育てれば、子供たちに対してより好意的になり、より深い愛情を抱くようになるだろう。
καὶ μὰ Δίʼ οὐκ ἀπεικότως·
そして、決して不合理なことではない。
ἡ συντροφία γὰρ ὥσπερ ἐπιτόνιόν ἐστι τῆς εὐνοίας.
なぜなら、共に育つことは好意の絆を強めるものだからである。
καὶ γὰρ τὰ θηρία τῶν συντρεφομένων ἀποσπώμενα ταῦτα ποθοῦντα φαίνεται.
実に、野獣であっても、共に育ったものから引き離されると、それらを恋しがるのが見られる。
μάλιστα μὲν οὖν ὅπερ ἔφην αὐτὰς πειρατέον τὰ τέκνα τρέφειν τὰς μητέρας·
したがって、何よりもまず、私が言ったように、母親自身が子供を育てるように努めるべきである。
εἰ δʼ ἄρʼ ἀδυνάτως ἔχοιεν ἢ διὰ σώματος ἀσθένειαν γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον ἢ πρὸς ἑτέρων τέκνων σπεύδουσαι γένεσιν, ἀλλὰ τάς γε τίτθας καὶ τὰς τροφοὺς οὐ τὰς τυχούσας ἀλλʼ ὡς ἔνι μάλιστα σπουδαίας δοκιμαστέον ἐστί πρῶτον μὲν τοῖς ἤθεσιν Ἑλληνίδας.
しかし、もしどうしても不可能な場合、あるいは身体の虚弱のため(そのようなことも起こり得るから)、あるいは次の子供の出産を急いでいるためであるなら、せめて乳母や養育係には、ありふれた者たちではなく、できる限り優れた人々を選び出すべきであり、まず第一にその人柄においてギリシア人であるべきだ。
ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος εὐθὺς ἀπὸ γενέσεως πλάττειν τῶν τέκνων ἀναγκαῖόν ἐστιν, ἵνα ταῦτʼ ὀρθὰ καὶ ἀστραβῆ φύηται, τὸν αὐτὸν τρόπον ἐξ ἀρχῆς τὰ τῶν τέκνων ἤθη ῥυθμίζειν προσήκει.
なぜなら、身体の諸部分を誕生の直後から、それらが真っ直ぐで歪みのないものとして育つように形作ることが必要であるように、それと同じ方法で、最初から子供たちの人柄を整えることがふさわしいからである。
εὔπλαστον γὰρ καὶ ὑγρὸν ἡ νεότης, καὶ ταῖς τούτων ψυχαῖς ἁπαλαῖς ἔτι τὰ μαθήματα ἐντήκεται·
若さは形作りやすくしなやかであり、まだ柔らかい彼らの魂に教えが溶け込んでいくからである。
πᾶν δὲ τὸ σκληρὸν χαλεπῶς μαλάττεται.
しかし、硬くなってしまったものはすべて、柔らかくするのが困難である。
καθάπερ γὰρ σφραγῖδες τοῖς ἁπαλοῖς ἐναπομάττονται κηροῖς, οὕτως αἱ μαθήσεις ταῖς τῶν ἔτι παιδίων ψυχαῖς ἐναποτυποῦνται.
ちょうど印章が柔らかい蝋に押し刻まれるように、そのようにして教えは、まだ幼い子供たちの魂に刻み込まれるのである。
καί μοι δοκεῖ Πλάτων ὁ δαιμόνιος ἐμμελῶν παραινεῖν ταῖς τίτθαις μηδὲ τοὺς τυχόντας μύθους τοῖς παιδίοις λέγειν, ἵνα μὴ τὰς τούτων ψυχὰς ἐξ ἀρχῆς ἀνοίας καὶ διαφθορᾶς ἀναπίμπλασθαι συμβαίνῃ.
そして、神的なるプラトンが、乳母たちに対して、子供たちにありふれたおとぎ話を語らないよう適切に勧めているのは正しいと思われる。 それは、子供たちの魂が最初から愚行や堕落で満たされることのないようにするためである。
κινδυνεύει δὲ καὶ Φωκυλίδης ὁ ποιητὴς καλῶς παραινεῖν λέγων
"
χρὴ παῖδʼ ἔτʼ ἐόντα
καλὰ διδάσκειν ἔργα
"
. §6οὐ τοίνυν;
また、詩人ポキュリデスも、次のように言って見事な助言を与えていると思われる。 「子供がまだ幼いうちに、優れた行いを教えるべし」したがって、次のことも見落としてはならない。
οὐδὲ τοῦτο παραλιπεῖν ἄξιόν ἐστιν, ὅτι καὶ τὰ παιδία τὰ μέλλοντα τοῖς τροφίμοις ὑπηρετεῖν καὶ τούτοις σύντροφα γίγνεσθαι ζητητέον πρώτιστα μὲν σπουδαῖα τοὺς τρόπους, ἔτι μέντοι Ἑλληνικὰ καὶ περίτρανα λαλεῖν, ἵνα μὴ συναναχρωννύμενοι βαρβάροις καὶ τὸ ἦθος μοχθηροῖς ἀποφέρωνταί τι τῆς ἐκείνων φαυλότητος.
すなわち、養い子に仕え、またその遊び相手となる子供たちについても、まず第一にその行儀が優れており、さらにギリシア語を話し、それを明瞭に発音する者を探し求めねばならないということである。 それは、彼らが異民族や人柄の悪い者たちと交わることで、彼らの不品行をいくらかでも受け継いでしまうことがないようにするためである。
καὶ οἱ παροιμιαζόμενοι δέ φασιν οὐκ ἀπὸ τρόπου λέγοντες, ὅτι
ἂν χωλῷ παροικήσῃς, ὑποσκάζειν μαθήσῃ
.
ことわざを言う人々も、的を外さずに次のように言っている。 「不具の者の隣に住めば、びっこを引くことを学ぶだろう」