Humanitext Reader

普鲁塔克 · 论儿童教育 §5-6

母亲亲自哺乳与奶妈及玩伴的挑选

第 3 段,共 13 段 · 希腊语

内容简介

作者讨论了婴儿的抚育,主张母亲应当亲自哺乳,并强调必须谨慎选择品格高尚且希腊语发音清晰的奶妈及玩伴,以此说明早期性格塑造的重要性。

§5περὶ δὲ τροφῆς ἐχόμενον ἂν εἴη λέγειν.
关于抚育,接下来应当谈谈。
δεῖ δέ, ὡς ἐγὼ ἂν φαίην, αὐτὰς τὰς μητέρας τά τέκνα τρέφειν καὶ τούτοις τοὺς μαστοὺς ὑπέχειν· συμπαθέστερόν τε γὰρ θρέψουσι καὶ διὰ πλείονος ἐπιμελείας, ὡς ἂν ἔνδοθεν καὶ τὸ δὴ λεγόμενον ἐξ ὀνύχων ἀγαπῶσαι τὰ τέκνα.
正如我会说的,母亲自己应当抚养自己的孩子,并对他们授以乳房;因为她们会更具慈爱且以更细致的关怀来抚育他们,因为她们从内心深处,正如俗话所说“从指甲尖起” 疼爱着孩子们。
αἱ τίτθαι δὲ καὶ αἱ τροφοὶ τὴν εὔνοιαν ὑποβολιμαίαν καὶ παρέγγραπτον ἔχουσιν, ἅτε μισθοῦ φιλοῦσαι.
而奶妈和保姆们的好意则是虚假且伪造的,因为她们是为了酬金而爱。
δηλοῖ δὲ καὶ ἡ φύσις ὅτι δεῖ τὰς μητέρας ἃ γεγεννήκασιν αὐτὰς τιτθεύειν καὶ τρέφειν· διὰ γὰρ τοῦτο παντὶ ζῴῳ τεκόντι τὴν ἐκ τοῦ γάλακτος τροφὴν ἐχορήγησε.
自然也表明,母亲应当亲自哺乳和抚养她们所生的孩子;因为正是为了这个缘故,自然给每一个生育的动物都提供了来自乳汁的营养。
σοφὸν δʼ ἄρα καὶ ἡ πρόνοια· διττοὺς ἐνέθηκε ταῖς γυναιξὶ τοὺς μαστούς, ἵνα, κἂν εἰ δίδυμα τέκοιεν, διττὰς ἔχοιεν τὰς τῆς τροφῆς πηγάς.
因此,神之预界(普罗诺伊亚)也是智慧的;她给妇女安设了双重乳房,这样,即使她们生下双胞胎,也能拥有双重的食物源泉。
χωρὶς δὲ τούτων εὐνούστεραι τοῖς τέκνοις γίγνοιντʼ ἂν καὶ φιλητικώτεραι.
除去这些,她们对孩子们也会变得更加友善、更具爱意。
καὶ μὰ Δίʼ οὐκ ἀπεικότως· ἡ συντροφία γὰρ ὥσπερ ἐπιτόνιόν ἐστι τῆς εὐνοίας.
而且,凭宙斯起誓,这绝非不合常理;因为共同生活就像是好意之索的紧定。
καὶ γὰρ τὰ θηρία τῶν συντρεφομένων ἀποσπώμενα ταῦτα ποθοῦντα φαίνεται.
因为即使是野兽,在与共同生活者分离时,也显露出对它们的思念。
μάλιστα μὲν οὖν ὅπερ ἔφην αὐτὰς πειρατέον τὰ τέκνα τρέφειν τὰς μητέρας· εἰ δʼ ἄρʼ ἀδυνάτως ἔχοιεν ἢ διὰ σώματος ἀσθένειαν γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτον ἢ πρὸς ἑτέρων τέκνων σπεύδουσαι γένεσιν, ἀλλὰ τάς γε τίτθας καὶ τὰς τροφοὺς οὐ τὰς τυχούσας ἀλλʼ ὡς ἔνι μάλιστα σπουδαίας δοκιμαστέον ἐστί πρῶτον μὲν τοῖς ἤθεσιν Ἑλληνίδας.
因此,最主要的正如我所说,母亲们必须尝试亲自抚育孩子;但如果她们实在无能为力,或是由于身体虚弱(因为这种事也可能发生),或是因为急于生育其他的孩子,那么至少所选用的奶妈和保姆,绝不能是随便什么人,而是必须尽可能优秀,首先就性格而言应当是希腊人。
ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος εὐθὺς ἀπὸ γενέσεως πλάττειν τῶν τέκνων ἀναγκαῖόν ἐστιν, ἵνα ταῦτʼ ὀρθὰ καὶ ἀστραβῆ φύηται, τὸν αὐτὸν τρόπον ἐξ ἀρχῆς τὰ τῶν τέκνων ἤθη ῥυθμίζειν προσήκει.
因为正如孩子们身体的四肢必须从出生起就予以塑造,以便它们能长得端正而不畸形,同样地,从一开始就理应调整孩子们的性格。
εὔπλαστον γὰρ καὶ ὑγρὸν ἡ νεότης, καὶ ταῖς τούτων ψυχαῖς ἁπαλαῖς ἔτι τὰ μαθήματα ἐντήκεται· πᾶν δὲ τὸ σκληρὸν χαλεπῶς μαλάττεται.
因为年轻时代是易于塑造且柔顺的,在他们灵魂尚且柔软时,教导便会融入其中;而一切坚硬的东西都难以变软。
καθάπερ γὰρ σφραγῖδες τοῖς ἁπαλοῖς ἐναπομάττονται κηροῖς, οὕτως αἱ μαθήσεις ταῖς τῶν ἔτι παιδίων ψυχαῖς ἐναποτυποῦνται.
正如印章在柔软的蜡上留下印记一样,教导也是这样印在尚且幼小的孩子们的心灵上的。
καί μοι δοκεῖ Πλάτων ὁ δαιμόνιος ἐμμελῶν παραινεῖν ταῖς τίτθαις μηδὲ τοὺς τυχόντας μύθους τοῖς παιδίοις λέγειν, ἵνα μὴ τὰς τούτων ψυχὰς ἐξ ἀρχῆς ἀνοίας καὶ διαφθορᾶς ἀναπίμπλασθαι συμβαίνῃ.
在我看来,神圣的柏拉图也很得体地劝告奶妈们,不要给孩子们讲随便什么故事,以免孩子们的灵魂从一开始就充满愚昧和败坏。
κινδυνεύει δὲ καὶ Φωκυλίδης ὁ ποιητὴς καλῶς παραινεῖν λέγων " χρὴ παῖδʼ ἔτʼ ἐόντα καλὰ διδάσκειν ἔργα " .
诗人福库利得斯似乎也给出了极好的劝告,他说道: “应当在孩子还年幼时,教导他高尚的事业。
§6οὐ τοίνυν; οὐδὲ τοῦτο παραλιπεῖν ἄξιόν ἐστιν, ὅτι καὶ τὰ παιδία τὰ μέλλοντα τοῖς τροφίμοις ὑπηρετεῖν καὶ τούτοις σύντροφα γίγνεσθαι ζητητέον πρώτιστα μὲν σπουδαῖα τοὺς τρόπους, ἔτι μέντοι Ἑλληνικὰ καὶ περίτρανα λαλεῖν, ἵνα μὴ συναναχρωννύμενοι βαρβάροις καὶ τὸ ἦθος μοχθηροῖς ἀποφέρωνταί τι τῆς ἐκείνων φαυλότητος.
” 因此,这一点也不容忽视:对于那些将要侍奉养子并与他们共同成长的孩子们,首先必须寻找那些行为高尚的人,而且应当说希腊语且发音清晰,以免他们与野蛮人及性格恶劣的人混在一起,并沾染上那些人的恶习。
καὶ οἱ παροιμιαζόμενοι δέ φασιν οὐκ ἀπὸ τρόπου λέγοντες, ὅτι ἂν χωλῷ παροικήσῃς, ὑποσκάζειν μαθήσῃ .
正如那些常说谚语的人,他们的话也非无端而发: “若与跛子邻居,你也将学会一瘸一拐。 ”

词汇与语法注释

  1. 3cἐξ ὀνύχων — “从指甲尖起”(类似于拉丁语的 *ab unguibus*)是一个希腊语成语,意为“自幼”或“彻底地、从心底深处”。
  2. 3cὡς ἂν ἔνδοθεν καὶ τὸ δὴ λεγόμενον ἐξ ὀνύχων ἀγαπῶσαι — 连词 `ὡς`(此处带 `ἄν`)与分词 `ἀγαπῶσαι`(`ἀγαπάω` 的阴性复数主格)连用,引入了母亲们主观的或潜在的心理原因(“因为她们爱着”)。
  3. 3eὡς ἔνι μάλιστα — 此处的 `ἔνι` 是非人称动词 `ἔνεστι`(可能)的重音后退形式,`ὡς ἔνι μάλιστα` 构成一个公式化短语,意为“尽可能”或“最大程度地”。
  4. p.v.1.p.7οὐ τοίνυν; οὐδὲ τοῦτο παραλιπεῖν ἄξιόν ἐστιν — `οὐ τοίνυν` 后面的问号(希腊语分号 `;`)在引入新论点时起到修辞反问或停顿提示的作用,以引起读者对下一个重要观点的注意。
  5. 4aἂν χωλῷ παροικήσῃς, ὑποσκάζειν μαθήσῃ — 这是一个生动的将来条件句(Future Vivid Condition),条件从句中包含 `ἄν` + 不定过去时虚拟语气(`παροικήσῃς`),主句中则使用将来时直陈语气(`μαθήσῃ`),表示极可能发生的未来结果。

引用这一段

普鲁塔克, 论儿童教育 §5-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg067.humanitext-grc2:5-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。