§4καθόλου μὲν εἰπεῖν, ὃ κατὰ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν λέγειν εἰώθαμεν, ταὐτὸ καὶ κατὰ τῆς ἀρετῆς φατέον ἐστίν, ὡς εἰς τὴν παντελῆ δικαιοπραγίαν τρία δεῖ συνδραμεῖν, φύσιν καὶ λόγον καὶ ἔθος.
総じて言えば、私たちが諸々の技術や学問について語り慣れているのと同じことを、徳についても語らねばならない。 すなわち、完全な正しき行いに至るためには、自然(素質)、理性(学習)、習慣(訓練)という三つのものが合流せねばならないということである。
καλῶ δὲ λόγον μὲν τὴν μάθησιν, ἔθος δὲ τὴν ἄσκησιν.
そして、私は理性を学習と呼び、習慣を訓練と呼ぶ。
εἰσὶ δʼ αἱ μὲν ἀρχαὶ τῆς φύσεως, αἱ δὲ προκοπαὶ τῆς μαθήσεως, αἱ δὲ χρήσεις τῆς μελέτης, αἱ δʼ ἀκρότητες πάντων.
そして、始まりは自然に属し、進歩は学習に属し、活用は練習に属し、頂点はこれらすべてに属する。
καθʼ ὃ δʼ ἂν λειφθῇ τούτων, κατὰ τοῦτʼ ἀνάγκη χωλὴν γίγνεσθαι τὴν ἀρετήν.
これらの一部でも欠けるならば、その欠けた点において徳は不具にならざるを得ない。
ἡ μὲν γὰρ φύσις ἄνευ μαθήσεως τυφλόν, ἡ δὲ μάθησις δίχα φύσεως ἐλλιπές, ἡ δʼ ἄσκησις χωρὶς ἀμφοῖν ἀτελές.
なぜなら、学習を伴わない自然は盲目であり、自然を欠いた学習は不完全であり、両者を伴わない訓練は未完成だからである。
ὥσπερ δʼ ἐπὶ τῆς γεωργίας πρῶτον μὲν ἀγαθὴν ὑπάρξαι δεῖ τὴν γῆν, εἶτα δὲ τὸν φυτουργὸν ἐπιστήμονα, εἶτα τὰ σπέρματα σπουδαῖα, τὸν αὐτὸν τρόπον γῇ μὲν ἔοικεν ἡ φύσις, γεωργῷ δʼ ὁ παιδεύων, σπέρματι δʼ αἱ τῶν λόγων ὑποθῆκαι καὶ τὰ παραγγέλματα.
ちょうど農業において、第一に土壌が良好でなければならず、第二に農夫が知的でなければならず、第三に種子が優れていなければならないように、それと同じ方法で、本性は土壌に似ており、教育者は農夫に似ており、言葉による教訓や指導は種子に似ているのである。
ταῦτα πάντα διατεινάμενος ἂν εἴποιμʼ ὅτι συνῆλθε καὶ συνέπνευσεν εἰς τὰς τῶν παρʼ ἅπασιν ᾀδομένων ψυχάς, Πυθαγόρου καὶ Σωκράτους καὶ Πλάτωνος καί τῶν ὅσοι δόξης ἀειμνήστου τετυχήκασιν.
私はこれらすべてが、万人に称賛されている魂、すなわちピュタゴラス、ソクラテス、プラトン、その他不朽の名声を獲得したすべての人々の魂へと集まり、また調和したのだと、確信を持って主張したい。
εὔδαιμον μέν οὖν καὶ θεοφιλές εἴ τῳ ταῦτα πάντα θεῶν τις ἀπέδωκεν.
それゆえ、もし神々のうちの誰かがこれらすべてを誰かに授けたとすれば、それは幸福であり、神に愛されていることである。
εἰ δέ τις οἴεται τοὺς οὐκ εὖ πεφυκότας μαθήσεως καὶ μελέτης τυχόντας ὀρθῆς πρὸς ἀρετὴν οὐκ ἂν τὴν τῆς φύσεως ἐλάττωσιν εἰς τοὐνδεχόμενον ἀναδραμεῖν, ἴστω πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς διαμαρτάνων.
しかし、優れた素質を持って生まれなかった者でも、正しい学習と練習を得るならば、徳に向かって、その自然の不足を可能な限り補うことはできないと考える者がいるならば、その者は大いに、いや、完全に誤っていると知るがよい。
φύσεως μὲν γὰρ ἀρετὴν διαφθείρει ῥᾳθυμία, φαυλότητα δʼ ἐπανορθοῖ διδαχή·
なぜなら、怠惰は素質の優秀さを損ない、教育は劣悪さを正すからである。
καὶ τὰ μὲν ῥᾴδια τοὺς ἀμελοῦντας φεύγει, τὰ δὲ χαλεπὰ ταῖς ἐπιμελείαις ἁλίσκεται.
そして、容易なことも怠る者からは逃げ去り、困難なことも入念な配慮によって克服されるのである。
καταμάθοις δʼ ἂν ὡς ἀνύσιμον πρᾶγμα καὶ τελεσιουργὸν ἐπιμέλεια καὶ πόνος ἐστίν, ἐπὶ πολλὰ τῶν γιγνομένων ἐπιβλέψας.
入念な配慮と努力がいかに効果的で、また物事を完成に導くものであるかは、世の中の多くの出来事に目を向けるなら理解できるだろう。
σταγόνες μὲν γὰρ ὕδατος πέτρας κοιλαίνουσι, σίδηρος δὲ καὶ χαλκὸς ταῖς ἐπαφαῖς τῶν χειρῶν ἐκτρίβονται, οἱ δʼ ἁρμάτειοι τροχοὶ πόνῳ καμφθέντες οὐδʼ ἂν εἴ τι γένοιτο τὴν ἐξ ἀρχῆς δύναιντʼ ἀναλαβεῖν εὐθυωρίαν·
なぜなら、水滴は岩石を穿ち、鉄や青銅は手の接触によって磨耗するからである。 また、努力(熱と力)によって曲げられた戦車の車輪は、何があっても最初の真っ直ぐな状態を取り戻すことはできない。
τάς γε μὴν καμπύλας τῶν ὑποκριτῶν βακτηρίας ἀπευθύνειν ἀμήχανον, ἀλλὰ τὸ παρὰ φύσιν τῷ πόνῳ τοῦ κατὰ φύσιν ἐγένετο κρεῖττον.
他方で、役者たちの曲がった杖を真っ直ぐにすることは不可能である。 かくて、自然に反するものが、努力によって自然なものよりも優位に立つのである。
καὶ μόνα ἆρα ταῦτα τὴν τῆς ἐπιμελείας ἰσχὺν διαδείκνυσιν;
では、これらだけが配慮の持つ力を示しているのだろうか。
οὔκ, ἀλλὰ καὶ μυρίʼ ἐπὶ μυρίοις.
いや、それどころか、無数に存在する。
ἀγαθὴ γῆ πέφυκεν·
肥沃な土地が本来あるとする。
ἀλλʼ ἀμεληθεῖσα χερσεύεται, καὶ ὅσῳ τῇ φύσει βελτίων ἐστί, τοσούτῳ μᾶλλον ἐξαργηθεῖσα διʼ ἀμέλειαν ἐξαπόλλυται.
しかし放置されれば荒廃し、その素質が優れていればいるほど、怠慢によって耕作されずに放置されたときに、それだけいっそう台無しになる。
ἀλλʼ ἔστιτις ἀπόκροτος καὶ τραχυτέρα τοῦ δέοντος· ἀλλὰ γεωργηθεῖσα παραυτίκα γενναίους καρποὺς ἐξήνεγκε.
反対に、ある土地が石だらけで、必要以上に荒れていても、耕作されるやいなや、直ちに立派な作物を生み出すのである。
ποῖα δὲ δένδρα οὐκ ὀλιγωρηθέντα μὲν στρεβλὰ φύεται καὶ ἄκαρπα καθίσταται, τυχόντα δʼ ὀρθῆς παιδαγωγίας ἔγκαρπα γίγνεται καὶ τελεσφόρα;
いかなる樹木も、無視されれば曲がって育ち、実を結ばなくなるが、正しい手入れを受けるならば、豊かな実を結び、結実に至るのではないか。
ποία δὲ σώματος ἰσχὺς οὐκ ἐξαμβλοῦται καὶ καταφθίνει διʼ ἀμέλειαν καὶ τρυφὴν καὶ καχεξίαν;
いかなる身体の強健さも、不養生、贅沢、そして不健康な生活習慣によって損なわれ、衰退しないものがあるだろうか。
τίς δʼ ἀσθενὴς φύσις οὐ τοῖς γυμνασαμένοις καὶ καταθλήσασι πλεῖστον εἰς ἰσχὺν ἐπέδωκε;
また、いかに虚弱な体質であっても、鍛錬し運動に励んだ者たちにおいては、強健さへと大いに向上しないものがあるだろうか。
τίνες δʼ ἵπποι καλῶς πωλοδαμνηθέντες δʼ ἀδάμαστοι μείναντες οὐ σκληραύχενες καὶ οὐκ εὐπειθεῖς ἐγένοντο τοῖς ἀναβάταις; θυμοειδεῖς ἀπέβησαν;
また、いかなる馬が、見事に調教されたなら〔従順にならないだろうか。 これに反して〕調教されぬままに放置されたなら、うなじを硬くして乗り手に従わず、荒々しい気性にならないだろうか。
καὶ τί δεῖ τἄλλα θαυμάζειν, ὅπου γε τῶν θηρίων τῶν ἀγριωτάτων ὁρῶμεν πολλὰ καὶ τιθασευόμενα καὶ χειροήθη γιγνόμενα τοῖς πόνοις;
それに、他の事柄を不思議に思う必要がどこにあろうか。 実際、私たちは最も狂暴な野獣の多くが、努力によって慣らされ、手懐けられるのを目にしているではないか。
εὖ δὲ καὶ ὁ Θετταλὸς ἐρωτηθείς τίνες εἰσὶν οἱ ἠπιώτατοι Θετταλῶν, ἔφη
οἱ παυόμενοι πολεμεῖν
καὶ τί δεῖ τὰ πολλὰ λέγειν;
テッサリア人が「テッサリア人のうちで最も温和な者は誰か」と尋ねられて、「戦争をやめる者たちだ」と答えたのも見事である。 そして、なぜ多くのことを語る必要があろうか。
καὶ γὰρ τὸ ἦθος ἔθος ἐστὶ πολυχρόνιον, καὶ τὰς ἠθικὰς ἀρετὰς ἐθικὰς ἄν τις λέγῃ, οὐκ ἄν τι πλημμελεῖν δόξειεν.
実に性格(エートス)とは、長期にわたる習慣(エトス)であり、もし誰かが性格上の徳を習慣上の徳と呼ぶとしても、何ら過ちを犯しているようには見えないだろう。
ἑνὶ δὲ περὶ τούτων ἔτι παραδείγματι χρησάμενος ἀπαλλάξομαι τοῦ ἔτι περὶ αὐτῶν μηκύνειν.
このことについて、もう一つだけ例を挙げれば、これ以上そのことについて長々と語ることから解放されるだろう。
Λυκοῦργος γὰρ ὁ τῶν Λακεδαιμονίων νομοθέτης δύο σκύλακας τῶν αὐτῶν γονέων λαβὼν οὐδὲν ὁμοίως ἀλλήλοις ἤγαγεν, ἀλλὰ τὸν μὲν λίχνον ἀπέφηνε καὶ σινάμωρον, τὸν δʼ ἐξιχνεύειν καὶ θηρᾶν δυνατόν.
スパルタ人の立法者リュクルゴスは、同じ親から生まれた二匹の子犬を引き取り、互いに全く異なる方法で育てた。 そして、一方は食い意地が張り、いたずら好きな犬にし、他方は足跡をたどって狩りができる犬に仕上げたのである。
εἶτά ποτε τῶν Λακεδαιμονίων εἰς ταὐτὸ συνειλεγμένων,
μεγάλη τοι ῥοπὴ πρὸς ἀρετῆς κύησίν ἐστιν ἄνδρες
ἔφησε
Λακεδαιμόνιοι καὶ ἔθη καὶ παιδεῖαι καὶ διδασκαλίαι καὶ βίων ἀγωγαί, καὶ ἐγὼ ταῦθʼ ὑμῖν αὐτίκα δὴ μάλα ποιήσω φανερά
εἶτα προσαγαγὼν τοὺς δύο σκύλακας διαφῆκε, καταθεὶς εἰς μέσον λοπάδα καὶ λαγωὸν κατευθὺ τῶν σκυλάκων.
その後、いつかスパルタ人たちが同じ場所に集まったとき、彼は言った。 「スパルタの男たちよ、習慣、教育、教え、そして生活の導き(訓練)は、徳を生み出すために実に大きな影響力を持つのである。 そして、私はあなた方にこのことを今すぐ明白に示して見せよう。 」そして、二匹の子犬を連れてきて、子犬たちのすぐ正面の、その真ん中にお皿と野ウサギを置き、犬たちを放した。
καὶ ὁ μὲν ἐπὶ τὸν λαγωὸν ᾖξεν, ὁ δʼ ἐπὶ τὴν λοπάδα ὥρμησε.
すると、一方は野ウサギへと飛びかかり、他方はお皿へと突進した。
τῶν δὲ Λακεδαιμονίων οὐδέπω συμβαλεῖν ἐχόντων τί ποτʼ αὐτῷ τοῦτο δύναται καὶ τί βουλόμενος τοὺς σκύλακας ἐπεδείκνυεν,
οὗτοι γονέων
ἔφη
τῶν αὐτῶν ἀμφότεροι, διαφόρου δὲ τυχόντες ἀγωγῆς ὁ μὲν λίχνος ὁ δὲ θηρευτὴς ἀποβέβηκε
καὶ περὶ μὲν ἐθῶν καὶ βίων ἀρκείτω ταῦτα.
スパルタ人たちが、彼にとってこれが一体何を意味するのか、またどのような意図で彼が子犬たちを見せたのか、未だ理解できずにいると、「これらは二人とも同じ親から生まれた犬たちですが、異なる教育を受けたため、一方は食い意地の張った犬に、他方は猟犬になったのです」と彼は言った。 さて、習慣と生活については、これらのことで十分としよう。