§4καθόλου μὲν εἰπεῖν, ὃ κατὰ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν λέγειν εἰώθαμεν, ταὐτὸ καὶ κατὰ τῆς ἀρετῆς φατέον ἐστίν, ὡς εἰς τὴν παντελῆ δικαιοπραγίαν τρία δεῖ συνδραμεῖν, φύσιν καὶ λόγον καὶ ἔθος.
总的来说,我们习惯于针对各种技术和科学所说的话,同样也必须针对美德而言:即为了达到完美的正义行为,必须有三者汇合——本性、理性和习惯。
καλῶ δὲ λόγον μὲν τὴν μάθησιν, ἔθος δὲ τὴν ἄσκησιν.
我把理性称为学习,把习惯称为训练。
εἰσὶ δʼ αἱ μὲν ἀρχαὶ τῆς φύσεως, αἱ δὲ προκοπαὶ τῆς μαθήσεως, αἱ δὲ χρήσεις τῆς μελέτης, αἱ δʼ ἀκρότητες πάντων.
而起点属于本性,进步属于学习,应用属于练习,顶点则属于这三者的结合。
καθʼ ὃ δʼ ἂν λειφθῇ τούτων, κατὰ τοῦτʼ ἀνάγκη χωλὴν γίγνεσθαι τὴν ἀρετήν.
在这三者中,无论哪一个有所缺失,美德在那个方面就必然变得残缺。
ἡ μὲν γὰρ φύσις ἄνευ μαθήσεως τυφλόν, ἡ δὲ μάθησις δίχα φύσεως ἐλλιπές, ἡ δʼ ἄσκησις χωρὶς ἀμφοῖν ἀτελές.
因为没有学习的本性是盲目的,缺乏本性的学习是不完全的,而没有这两者的训练则是未完成的。
ὥσπερ δʼ ἐπὶ τῆς γεωργίας πρῶτον μὲν ἀγαθὴν ὑπάρξαι δεῖ τὴν γῆν, εἶτα δὲ τὸν φυτουργὸν ἐπιστήμονα, εἶτα τὰ σπέρματα σπουδαῖα, τὸν αὐτὸν τρόπον γῇ μὲν ἔοικεν ἡ φύσις, γεωργῷ δʼ ὁ παιδεύων, σπέρματι δʼ αἱ τῶν λόγων ὑποθῆκαι καὶ τὰ παραγγέλματα.
正如在农业中,首先必须有肥沃的土地,其次是聪慧的农夫,再次是优良的种子;同样地,本性类似于土地,教育者类似于农夫,言语的教诲和训诫则类似于种子。
ταῦτα πάντα διατεινάμενος ἂν εἴποιμʼ ὅτι συνῆλθε καὶ συνέπνευσεν εἰς τὰς τῶν παρʼ ἅπασιν ᾀδομένων ψυχάς, Πυθαγόρου καὶ Σωκράτους καὶ Πλάτωνος καί τῶν ὅσοι δόξης ἀειμνήστου τετυχήκασιν.
我可以确信地断言,所有这些元素都汇聚并谐调于那些广受世人传颂的灵魂之中——如毕达哥拉斯、苏格拉底、柏拉图,以及所有获得了永恒名声的人。
εὔδαιμον μέν οὖν καὶ θεοφιλές εἴ τῳ ταῦτα πάντα θεῶν τις ἀπέδωκεν.
因此,如果神明中的某一位将这些全部赐予了某个人,那将是幸福且受神眷顾的。
εἰ δέ τις οἴεται τοὺς οὐκ εὖ πεφυκότας μαθήσεως καὶ μελέτης τυχόντας ὀρθῆς πρὸς ἀρετὴν οὐκ ἂν τὴν τῆς φύσεως ἐλάττωσιν εἰς τοὐνδεχόμενον ἀναδραμεῖν, ἴστω πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς διαμαρτάνων.
但如果有人认为,那些天资不佳的人,即便获得了正确的学习和练习,也无法在追求美德的过程中尽可能弥补其天性的不足,那么他就应当知道,自己是大错特错,甚至完全错了。
φύσεως μὲν γὰρ ἀρετὴν διαφθείρει ῥᾳθυμία, φαυλότητα δʼ ἐπανορθοῖ διδαχή· καὶ τὰ μὲν ῥᾴδια τοὺς ἀμελοῦντας φεύγει, τὰ δὲ χαλεπὰ ταῖς ἐπιμελείαις ἁλίσκεται.
因为懒惰会败坏天生的优秀,而教导能纠正天生的平庸;容易的事情会避开疏忽大意的人,而艰难的事情则会被勤勉所克服。
καταμάθοις δʼ ἂν ὡς ἀνύσιμον πρᾶγμα καὶ τελεσιουργὸν ἐπιμέλεια καὶ πόνος ἐστίν, ἐπὶ πολλὰ τῶν γιγνομένων ἐπιβλέψας.
如果你审视世间发生的许多事情,就会明白,勤勉与努力是多么有效且能成就事物的力量。
σταγόνες μὲν γὰρ ὕδατος πέτρας κοιλαίνουσι, σίδηρος δὲ καὶ χαλκὸς ταῖς ἐπαφαῖς τῶν χειρῶν ἐκτρίβονται, οἱ δʼ ἁρμάτειοι τροχοὶ πόνῳ καμφθέντες οὐδʼ ἂν εἴ τι γένοιτο τὴν ἐξ ἀρχῆς δύναιντʼ ἀναλαβεῖν εὐθυωρίαν· τάς γε μὴν καμπύλας τῶν ὑποκριτῶν βακτηρίας ἀπευθύνειν ἀμήχανον, ἀλλὰ τὸ παρὰ φύσιν τῷ πόνῳ τοῦ κατὰ φύσιν ἐγένετο κρεῖττον.
因为水滴可以穿石,而铁和青铜也会因双手的抚摸而磨损,通过劳作而被弯曲的战车车轮,无论发生什么,都无法恢复最初的笔直;而演员们弯曲的拐杖则无法被拉直;但那违反本性的东西,却通过努力变得比符合本性的东西更为强大。
καὶ μόνα ἆρα ταῦτα τὴν τῆς ἐπιμελείας ἰσχὺν διαδείκνυσιν;
那么,难道仅仅这些就展示了勤勉的力量吗?
οὔκ, ἀλλὰ καὶ μυρίʼ ἐπὶ μυρίοις.
不,还有成千上万的其他例子。
ἀγαθὴ γῆ πέφυκεν· ἀλλʼ ἀμεληθεῖσα χερσεύεται, καὶ ὅσῳ τῇ φύσει βελτίων ἐστί, τοσούτῳ μᾶλλον ἐξαργηθεῖσα διʼ ἀμέλειαν ἐξαπόλλυται.
土地天生肥沃;但若被忽视,它就会荒芜,而且天性越是优良,因忽视而荒废时就败坏得越严重。
ἀλλʼ ἔστιτις ἀπόκροτος καὶ τραχυτέρα τοῦ δέοντος· ἀλλὰ γεωργηθεῖσα παραυτίκα γενναίους καρποὺς ἐξήνεγκε.
但也有一些土地是崎岖且比应有的更为粗粝;但一经耕作,它便立刻产出优良的果实。
ποῖα δὲ δένδρα οὐκ ὀλιγωρηθέντα μὲν στρεβλὰ φύεται καὶ ἄκαρπα καθίσταται, τυχόντα δʼ ὀρθῆς παιδαγωγίας ἔγκαρπα γίγνεται καὶ τελεσφόρα;
又有什么样的树木,如果被疏忽,不会长得弯曲且不结果实,但若得到正确的照料,就会变得硕果累累并成熟呢?
ποία δὲ σώματος ἰσχὺς οὐκ ἐξαμβλοῦται καὶ καταφθίνει διʼ ἀμέλειαν καὶ τρυφὴν καὶ καχεξίαν;
又有什么样的身体强健,不会因为忽视、奢侈和不良的体质而受损并衰退呢?
τίς δʼ ἀσθενὴς φύσις οὐ τοῖς γυμνασαμένοις καὶ καταθλήσασι πλεῖστον εἰς ἰσχὺν ἐπέδωκε;
又有什么样虚弱的天生体质,在那些锻炼和艰苦训练的人身上,没有在力量上获得极大提升呢?
τίνες δʼ ἵπποι καλῶς πωλοδαμνηθέντες δʼ ἀδάμαστοι μείναντες οὐ σκληραύχενες καὶ οὐκ εὐπειθεῖς ἐγένοντο τοῖς ἀναβάταις;
又有什么样的马,如果驯化良好,〔会不听话呢?
θυμοειδεῖς ἀπέβησαν;
相反,如果〕保持未被驯服的状态,它们难道不会变得倔强、不听骑手的话,并变得性情暴烈吗?
καὶ τί δεῖ τἄλλα θαυμάζειν, ὅπου γε τῶν θηρίων τῶν ἀγριωτάτων ὁρῶμεν πολλὰ καὶ τιθασευόμενα καὶ χειροήθη γιγνόμενα τοῖς πόνοις;
而且有什么必要对其他事情感到惊奇呢? 事实上,我们看到许多最凶猛的野兽,也因驯化和努力而变得温顺和驯服。
εὖ δὲ καὶ ὁ Θετταλὸς ἐρωτηθείς τίνες εἰσὶν οἱ ἠπιώτατοι Θετταλῶν, ἔφη
οἱ παυόμενοι πολεμεῖν
καὶ τί δεῖ τὰ πολλὰ λέγειν;
当色萨利人被问到谁是色萨利人中最温和的人时,他回答道:“那些停止打仗的人。 ”这回答得很好。 又何必多言呢?
καὶ γὰρ τὸ ἦθος ἔθος ἐστὶ πολυχρόνιον, καὶ τὰς ἠθικὰς ἀρετὰς ἐθικὰς ἄν τις λέγῃ, οὐκ ἄν τι πλημμελεῖν δόξειεν.
因为品格(ēthos)就是长期积累的习惯(ethos),如果有人把品格的美德称为“习惯的”美德,他似乎并没有犯任何错误。
ἑνὶ δὲ περὶ τούτων ἔτι παραδείγματι χρησάμενος ἀπαλλάξομαι τοῦ ἔτι περὶ αὐτῶν μηκύνειν.
关于这些,我再举一个例子,就可以不再长篇大论了。
Λυκοῦργος γὰρ ὁ τῶν Λακεδαιμονίων νομοθέτης δύο σκύλακας τῶν αὐτῶν γονέων λαβὼν οὐδὲν ὁμοίως ἀλλήλοις ἤγαγεν, ἀλλὰ τὸν μὲν λίχνον ἀπέφηνε καὶ σινάμωρον, τὸν δʼ ἐξιχνεύειν καὶ θηρᾶν δυνατόν.
拉刻代蒙人的立法者吕库戈斯,带走了同一父母所生的两只小狗,以完全不同的方式抚养它们,使其中一只变得贪吃且顽皮,而另一只则能追踪和狩猎。
εἶτά ποτε τῶν Λακεδαιμονίων εἰς ταὐτὸ συνειλεγμένων,
μεγάλη τοι ῥοπὴ πρὸς ἀρετῆς κύησίν ἐστιν ἄνδρες
ἔφησε
Λακεδαιμόνιοι καὶ ἔθη καὶ παιδεῖαι καὶ διδασκαλίαι καὶ βίων ἀγωγαί, καὶ ἐγὼ ταῦθʼ ὑμῖν αὐτίκα δὴ μάλα ποιήσω φανερά
εἶτα προσαγαγὼν τοὺς δύο σκύλακας διαφῆκε, καταθεὶς εἰς μέσον λοπάδα καὶ λαγωὸν κατευθὺ τῶν σκυλάκων.
后来有一次,当拉刻代蒙人聚集在一起时,他说道:“拉刻代蒙的男子汉们,习惯、教育、教导以及生活的引导,对于孕育美德确实有着巨大的影响力,我马上就会向你们证明这一点。 ”接着,他把两只小狗带上来,并在小狗们的正前方、中间放置了一个盘子和一只野兔,然后放开了它们。
καὶ ὁ μὲν ἐπὶ τὸν λαγωὸν ᾖξεν, ὁ δʼ ἐπὶ τὴν λοπάδα ὥρμησε.
结果一只朝野兔扑去,另一只则朝盘子冲去。
τῶν δὲ Λακεδαιμονίων οὐδέπω συμβαλεῖν ἐχόντων τί ποτʼ αὐτῷ τοῦτο δύναται καὶ τί βουλόμενος τοὺς σκύλακας ἐπεδείκνυεν,
οὗτοι γονέων
ἔφη
τῶν αὐτῶν ἀμφότεροι, διαφόρου δὲ τυχόντες ἀγωγῆς ὁ μὲν λίχνος ὁ δὲ θηρευτὴς ἀποβέβηκε
καὶ περὶ μὲν ἐθῶν καὶ βίων ἀρκείτω ταῦτα.
由于拉刻代蒙人还未能理解这对他来说意味着什么,以及他是出于什么意图向他们展示这些小狗,“这两个家伙,”他说道,“都是同一父母所生,但因为得到了不同的引导,一个成了贪食的家伙,另一个则成了猎手。 ”关于习惯和生活,这些就足够了。