§11οὐ τοίνυν ἄξιον οὐδὲ τὴν τῶν σωμάτων ἀγωνίαν παρορᾶν, ἀλλὰ πέμποντας ἐς παιδοτρίβου τοὺς παῖδας ἱκανῶς ταῦτα διαπονεῖν, ἅμα μὲν τῆς τῶν σωμάτων εὐρυθμίας ἕνεκεν, ἅμα δὲ καὶ πρὸς ῥώμην·
したがって、身体の鍛錬を無視することもまたふさわしくなく、子供たちを体育教師のもとへと送り、これらを十分に鍛え上げさせるべきである。 これは、一方では身体の調和のためであり、他方ではまた強健さのためでもある。
καλοῦ γὰρ γήρως θεμέλιος ἐν παισὶν ἡ τῶν σωμάτων εὐεξία.
なぜなら、子供時代における身体の強健さは、美しい老後の基礎だからである。
καθάπερ οὖν ἐν εὐδίᾳ τὰ πρὸς τὸν χειμῶνα προσῆκε παρασκευάζειν, οὕτως ἐν νεότητι τὴν εὐταξίαν καὶ τὴν σωφροσύνην ἐφόδιον εἰς τὸ γῆρας ἀποτίθεσθαι.
それゆえ、穏やかな天候の時に冬に備えて準備をしておくべきであるように、同様に青年期において、規律と節制を老後のための旅支度として蓄えておくべきである。
οὕτω δὲ δεῖ ταμιεύεσθαι τὸν τοῦ σώματος πόνον, ὡς μὴ καταξήρους γινομένους πρὸς τὴν τῆς παιδείας ἐπιμέλειαν ἀπαγορεύειν κατὰ γὰρ Πλάτωνα ὕπνοι καὶ κόποι μαθήμασι πολέμιοι.
しかし、身体の労苦は、疲れ果てて教育の配慮に対して音を上げることがないように、節約して分配されなければならない。 なぜなら、プラトンによれば、睡眠と疲労は学習の敵だからである。
καὶ τί ταῦτα;
これらはどうでもよいことなのか。
ἀλλʼ ὅπερ πάντων ἐστὶ κυριώτατον τῶν εἰρημένων σπεύδω λέγειν.
いや、述べられたすべてのことの中で最も重要である事柄を、私は急いで語ろう。
πρὸς γὰρ τοὺς στρατιωτικοὺς ἀγῶνας τοὺς παῖδας ἀσκητέον ἐν ἀκοντισμοῖς αὐτοὺς καταθλοῦντας καὶ τοξείαις καὶ θήραις.
すなわち、軍事的な闘いに向けて、投げ槍、弓術、および狩猟において彼らを鍛え上げつつ、子供たちを訓練しなければならない。
τὰ
γὰρ
τῶν ἡττωμένων
ἐν ταῖς μάχαις
ἀγαθὰ τοῖς νικῶσιν ἆθλα πρόκειται
πόλεμος δʼ ἐσκιατραφημένην σωμάτων ἕξιν οὐ δέχεται, ἰσχνὸς δὲ στρατιώτης πολεμικῶν ἀγώνων ἐθὰς ἀθλητῶν καὶ πολεμίων φάλαγγας διωθεῖ.
なぜなら、戦いにおいて敗者たちの財産は、勝者たちのための賞品として置かれているからである。 そして、戦争は日陰で育った身体のあり方を受け入れず、一方で、軍事的な闘いに慣れた引き締まった兵士は、アスリートたちや敵の方陣を突き破るのである。
τί οὖν ἄν τις εἴποι;
それでは、誰かがこう言うかもしれない。
σὺ δὲ δὴ περὶ τῆς ἐλευθέρων ἀγωγῆς ὑποσχόμενος παραγγέλματα δώσειν ἔπειτα φαίνῃ τῆς μὲν τῶν πενήτων καὶ δημοτικῶν παραμελῶν ἀγωγῆς, μόνοις δὲ τοῖς πλουσίοις ὁμονοεῖς τὰς ὑποθήκας διδόναι.
「あなたは自由人の教育について指針を与えることを約束しておきながら、その後、貧しい人々や一般庶民の教育を無視し、富裕な人々にだけ助言を与えることに同意しているように見える」と。
πρὸς οὓς οὐ χαλεπὸν ἀπαντῆσαι.
彼らに対して反論することは困難ではない。
ἐγὼ γὰρ μάλιστʼ ἂν βουλοίμην πᾶσι κοινῇ χρήσιμον εἶναι τὴν ἀγωγήν·
なぜなら、私はこの教育がすべての人に共通して有益であることを最も望んでいるからである。
εἰ δέ τινες ἐνδεῶς τοῖς ἰδίοις πράττοντες ἀδυνατήσουσι τοῖς ἐμοῖς χρῆσθαι παραγγέλμασι, τὴν τύχην αἰτιάσθωσαν, οὐ τὸν ταῦτα συμβουλεύοντα.
しかし、もし何らかの形で自らの境遇が貧しいために、私の指針を用いることができない人々がいるとすれば、彼らはその運命を責めるべきであり、これらを勧めている者を責めるべきではない。
πειρατέον μὲν οὖν εἰς δύναμιν τὴν κρατίστην ἀγωγὴν ποιεῖσθαι τῶν παίδων καὶ τοῖς πένησιν·
それゆえ、貧しい人々であっても、できる限り子供たちに最善の教育を施すよう努めるべきである。
εἰ δὲ μὴ, τῇ γε δυνατῇ χρηστέον.
しかし、もしそれが叶わないならば、少なくとも可能な範囲での教育を用いるべきである。
καὶ ταῦτα μὲν δὴ τῷ λόγῳ παρεφορτισάμην, ἵνʼ ἐφεξῆς καὶ τἄλλα τὰ φέροντα πρὸς τὴν ὀρθὴν τῶν νέων ἀγωγὴν συνάψω.
そして、これらのことは、私が議論のついでに付け加えたものであり、それは次に続く、若者たちの正しい教育に寄与する他の事柄をも結びつけるためである。
§12κἀκεῖνό φημι, δεῖν τοὺς παῖδας ἐπὶ τὰ καλὰ τῶν ἐπιτηδευμάτων ἄγειν παραινέσεσι καὶ λόγοις, μὴ μὰ Δία πληγαῖς μηδʼ αἰκισμοῖς.
また、私は次のようにも言う。 すなわち、子供たちを優れた習慣へと導くには、勧告と対話によってなされるべきであり、誓って、鞭打ちや暴力によるべきではない、と。
δοκεῖ γάρ που ταῦτα τοῖς δούλοις μᾶλλον ἢ τοῖς ἐλευθέροις πρέπειν·
というのも、こうしたことは自由人よりもむしろ奴隷にふさわしいと思われるからである。
ἀποναρκῶσι γὰρ καὶ φρίττουσι πρὸς τοὺς πόνους, τὰ μὲν διὰ τὰς ἀλγηδόνας τῶν πληγῶν, τὰ δὲ καὶ διὰ τὰς ὕβρεις.
なぜなら、彼らは、一方では鞭打ちの痛みによって、他方では辱めによっても、労苦に対して麻痺し、恐れおののくようになるからである。
ἔπαινοι δὲ καὶ ψόγοι πάσης εἰσὶν αἰκίας ὠφελιμώτεροι τοῖς ἐλευθέροις, οἱ μὲν ἐπὶ τὰ καλὰ παρορμῶντες οἱ δʼ ἀπὸ τῶν αἰσχρῶν ἀνείργοντες.
しかし、称賛と非難は、自由人たちにとってあらゆる暴力よりも有益であり、前者は彼らを優れたことへと促し、後者は醜いことから遠ざけるのである。
δεῖ δʼ ἐναλλάξ καὶ ποικίλως χρῆσθαι ταῖς ἐπιπλήξεσι καὶ τοῖς ἐπαίνοις, κἀπειδάν ποτε θρασύνωνται, ταῖς ἐπιπλήξεσιν ἐν αἰσχύνῃ ποιεῖσθαι, καὶ πάλιν ἀνακαλεῖσθαι τοῖς ἐπαίνοις καὶ μιμεῖσθαι τὰς τίτθας, αἵτινες ἐπειδὰν τὰ παιδία κλαυθμυρίσωσιν, εἰς παρηγορίαν πάλιν τὸν μαστὸν ὑπέχουσι.
画像そして、叱責と称賛を交互に様々に使い分けるべきであり、彼らが時として大胆になる時には、叱責によって彼らに恥を知らせ、再び称賛によって呼び戻すべきである。 また、子供たちが泣き叫ぶ時に、なだめるために再び乳房を与える乳母たちの真似をすべきである。
δεῖ δʼ αὐτοὺς μηδὲ τοῖς ἐγκωμίοις ἐπαίρειν καὶ φυσᾶν·
しかし、彼らを賛辞によって得意にさせたり高慢にしてはならない。
χαυνοῦνται γὰρ ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων καὶ θρύπτονται.
なぜなら、彼らは過度な称賛によってうぬぼれ、甘やかされて駄目になるからである。