§11οὐ τοίνυν ἄξιον οὐδὲ τὴν τῶν σωμάτων ἀγωνίαν παρορᾶν, ἀλλὰ πέμποντας ἐς παιδοτρίβου τοὺς παῖδας ἱκανῶς ταῦτα διαπονεῖν, ἅμα μὲν τῆς τῶν σωμάτων εὐρυθμίας ἕνεκεν, ἅμα δὲ καὶ πρὸς ῥώμην· καλοῦ γὰρ γήρως θεμέλιος ἐν παισὶν ἡ τῶν σωμάτων εὐεξία.
因此,忽视身体的锻炼也是不当的,而应将孩子们送往体育教师处,让他们充分地磨炼这些,这既是为了身体的协调,同时也是为了强壮;因为孩童时期身体的健壮是美好晚年的基础。
καθάπερ οὖν ἐν εὐδίᾳ τὰ πρὸς τὸν χειμῶνα προσῆκε παρασκευάζειν, οὕτως ἐν νεότητι τὴν εὐταξίαν καὶ τὴν σωφροσύνην ἐφόδιον εἰς τὸ γῆρας ἀποτίθεσθαι.
因此,正如在晴朗的日子里应当为冬天做准备一样,在青年时期也应将规律和节制作为晚年的旅粮积攒起来。
οὕτω δὲ δεῖ ταμιεύεσθαι τὸν τοῦ σώματος πόνον, ὡς μὴ καταξήρους γινομένους πρὸς τὴν τῆς παιδείας ἐπιμέλειαν ἀπαγορεύειν κατὰ γὰρ Πλάτωνα ὕπνοι καὶ κόποι μαθήμασι πολέμιοι.
然而,必须如此节制地调配身体的劳苦,以免他们变得精疲力竭,从而放弃对教育的关注;因为根据柏拉图的说法,睡眠与疲劳是学习的敌人。
καὶ τί ταῦτα;
这些事有什么好说的呢?
ἀλλʼ ὅπερ πάντων ἐστὶ κυριώτατον τῶν εἰρημένων σπεύδω λέγειν.
然而,我急于说明已述及的一切事物中最重要的一点。
πρὸς γὰρ τοὺς στρατιωτικοὺς ἀγῶνας τοὺς παῖδας ἀσκητέον ἐν ἀκοντισμοῖς αὐτοὺς καταθλοῦντας καὶ τοξείαις καὶ θήραις.
因为必须针对军事竞技来训练孩子们,让他们在投枪、射箭和狩猎中磨炼自己。
τὰ
γὰρ
τῶν ἡττωμένων
ἐν ταῖς μάχαις
ἀγαθὰ τοῖς νικῶσιν ἆθλα πρόκειται
πόλεμος δʼ ἐσκιατραφημένην σωμάτων ἕξιν οὐ δέχεται, ἰσχνὸς δὲ στρατιώτης πολεμικῶν ἀγώνων ἐθὰς ἀθλητῶν καὶ πολεμίων φάλαγγας διωθεῖ.
因为在战斗中,战败者的财产是作为战胜者的奖品而陈列出来的;战争不接纳在阴凉处养成的体格,而习惯于军事斗争的精干士兵,却能冲散运动员和敌人的方阵。
τί οὖν ἄν τις εἴποι;
那么,有人会说什么呢?
σὺ δὲ δὴ περὶ τῆς ἐλευθέρων ἀγωγῆς ὑποσχόμενος παραγγέλματα δώσειν ἔπειτα φαίνῃ τῆς μὲν τῶν πενήτων καὶ δημοτικῶν παραμελῶν ἀγωγῆς, μόνοις δὲ τοῖς πλουσίοις ὁμονοεῖς τὰς ὑποθήκας διδόναι.
“你既然许诺要给出关于自由人教育的教导,随后却显得忽视了穷人和普通平民的教育,仿佛只赞同向富人提供这些建议。
πρὸς οὓς οὐ χαλεπὸν ἀπαντῆσαι.
”要回应这些人并并不困难。
ἐγὼ γὰρ μάλιστʼ ἂν βουλοίμην πᾶσι κοινῇ χρήσιμον εἶναι τὴν ἀγωγήν· εἰ δέ τινες ἐνδεῶς τοῖς ἰδίοις πράττοντες ἀδυνατήσουσι τοῖς ἐμοῖς χρῆσθαι παραγγέλμασι, τὴν τύχην αἰτιάσθωσαν, οὐ τὸν ταῦτα συμβουλεύοντα.
因为我最希望这套教育对所有人都是共同有益的;但如果有人门第贫寒,无力采用我的教导,让他们去怪罪命运,而不是怪罪提出这些建议的人。
πειρατέον μὲν οὖν εἰς δύναμιν τὴν κρατίστην ἀγωγὴν ποιεῖσθαι τῶν παίδων καὶ τοῖς πένησιν· εἰ δὲ μὴ, τῇ γε δυνατῇ χρηστέον.
因此,即使是穷人,也应当尽力为孩子们进行最优秀的教育;如果做不到,至少也应当采用可能做到的教育。
καὶ ταῦτα μὲν δὴ τῷ λόγῳ παρεφορτισάμην, ἵνʼ ἐφεξῆς καὶ τἄλλα τὰ φέροντα πρὸς τὴν ὀρθὴν τῶν νέων ἀγωγὴν συνάψω.
而这些话,我是在讨论中顺便提及的,以便接着能将有助于青年正确教育的其他事项也连接起来。
§12κἀκεῖνό φημι, δεῖν τοὺς παῖδας ἐπὶ τὰ καλὰ τῶν ἐπιτηδευμάτων ἄγειν παραινέσεσι καὶ λόγοις, μὴ μὰ Δία πληγαῖς μηδʼ αἰκισμοῖς.
我也说,应当通过劝告和言辞将孩子们引向高尚的追求,绝不能靠责打和虐待。
δοκεῖ γάρ που ταῦτα τοῖς δούλοις μᾶλλον ἢ τοῖς ἐλευθέροις πρέπειν· ἀποναρκῶσι γὰρ καὶ φρίττουσι πρὸς τοὺς πόνους, τὰ μὲν διὰ τὰς ἀλγηδόνας τῶν πληγῶν, τὰ δὲ καὶ διὰ τὰς ὕβρεις.
因为这些做法似乎更适合奴隶而非自由人;因为他们会对劳苦感到麻木和恐惧,部分是因为责打的疼痛,部分也是因为遭受了侮辱。
ἔπαινοι δὲ καὶ ψόγοι πάσης εἰσὶν αἰκίας ὠφελιμώτεροι τοῖς ἐλευθέροις, οἱ μὲν ἐπὶ τὰ καλὰ παρορμῶντες οἱ δʼ ἀπὸ τῶν αἰσχρῶν ἀνείργοντες.
然而,赞扬与责备对自由人而言,比任何惩罚都更为有益,前者激励他们走向高尚,后者则阻止他们陷入卑劣。
δεῖ δʼ ἐναλλάξ καὶ ποικίλως χρῆσθαι ταῖς ἐπιπλήξεσι καὶ τοῖς ἐπαίνοις, κἀπειδάν ποτε θρασύνωνται, ταῖς ἐπιπλήξεσιν ἐν αἰσχύνῃ ποιεῖσθαι, καὶ πάλιν ἀνακαλεῖσθαι τοῖς ἐπαίνοις καὶ μιμεῖσθαι τὰς τίτθας, αἵτινες ἐπειδὰν τὰ παιδία κλαυθμυρίσωσιν, εἰς παρηγορίαν πάλιν τὸν μαστὸν ὑπέχουσι.
应当交替且多样地使用责备与赞扬,每当他们变得狂妄时,便用责备使他们感到羞愧,接着再用赞扬将他们拉回来,模仿那些保姆,当婴儿哭泣时,为了安抚他们,又重新递上乳房。
δεῖ δʼ αὐτοὺς μηδὲ τοῖς ἐγκωμίοις ἐπαίρειν καὶ φυσᾶν· χαυνοῦνται γὰρ ταῖς ὑπερβολαῖς τῶν ἐπαίνων καὶ θρύπτονται.
但也绝不能用颂词让他们得意忘形、自我膨胀;因为过度的赞扬会使他们变得虚荣和骄纵。