§6.1ὤνησε δὲ τὰ πράγματα καὶ Σπουρίναν ἐν τῷ παραυτίκα λοιδορία περὶ Πλακεντίαν γενομένη τῶν στρατιωτῶν, οἱ γὰρ Οὐϊτελλίου τοῖς τείχεσι προσβάλλοντες ἐχλεύαζον τοὺς Ὄθωνος ἑστῶτας παρὰ τὰς ἐπάλξεις, σκηνικοὺς καὶ πυρριχιστὰς καὶ Πυθίων καὶ Ὀλυμπίων θεωρούς, πολέμου δὲ καὶ στρατείας ἀπείρους καὶ ἀθεάτους ἀποκαλοῦντες, καὶ μέγα φρονοῦντας ἐπὶ τῷ γέροντος ἀνόπλου κεφαλὴν ἀποτεμεῖν, τὸν Γάλβαν λέγοντες, εἰς δὲ ἀγῶνα καὶ μάχην ἀνδρῶν οὐκ ἂν ἐκφανῶς καταβάντας.
しかし、プラケンティアの近くで起きた兵士たちへの罵倒が、その場では状況の好転とスプリナの助けとなった。 というのも、ヴィテリウスの兵士たちが城壁を攻撃しながら、狭間の傍らに立っているオトの兵士たちを嘲笑し、彼らを芝居者、戦闘の踊り手、ピュティア祭やオリンピア祭の見物人にすぎず、戦争や従軍の経験もなくそれを見たこともない者たちと呼び、丸腰の老人の首をはねたこと(ガルバのことを言っているのだが)を誇りにしているが、本物の男たちの争いと戦いには公然と出てくることはないだろうと言ったからである。
§6.2οὕτω γὰρ ἐταράχθησαν ὑπὸ τούτων τῶν ὀνειδῶν καὶ διεκάησαν ὥστε προσπεσεῖν τῷ Σπουρίνᾳ, δεόμενοι χρῆσθαι καὶ προστάττειν αὐτοῖς, οὐδένα κίνδυνον οὐδὲ πόνον ἀπολεγομένοις.
彼らはこれらの侮辱に深く動揺し激怒したため、スプリナのもとに駆け寄り、自分たちを使い、命令を下してほしいと懇願し、いかなる危険も労苦も拒まないと言い出した。
ἰσχυρᾶς δὲ συστάσης τειχομαχίας καὶ μηχανημάτων πολλῶν προσαχθέντων ἐκράτησαν οἱ τοῦ Σπουρίνα, καὶ φόνῳ πολλῷ τοὺς ἐναντίους ἀποκρουσάμενοι διετήρησαν ἔνδοξον πόλιν καὶ τῶν Ἰταλῶν οὐδεμιᾶς ἧττον ἀνθοῦσαν.
激しい攻城戦が起こり、多くの攻城兵器が投入されたが、スプリナの兵士たちが勝利を収め、敵に大きな損害を与えて撃退し、名高く、イタリアのどの都市にも劣らず繁栄しているこの都市を守り抜いた。
§6.3ἦσαν δὲ καὶ τὰ ἄλλα τῶν Οὐϊτελλίου στρατηγῶν οἱ Ὄθωνος ἐντυχεῖν ἀλυπότεροι καὶ πόλεσι καὶ ἰδιώταις ἐκείνων δὲ Κεκίνας μὲν οὔτε φωνὴν οὔτε σχῆμα δημοτικός, ἀλλʼ ἐπαχθὴς καὶ ἀλλόκοτος, σώματος μεγάλου, Γαλατικῶς ἀναξυρίσι καὶ χειρῖσιν ἐνεσκευασμένος, σημείοις καὶ ἄρχουσι Ῥωμαϊκοῖς διαλεγόμενος.
他の点でも、オトの将軍たちは、都市や個人が遭遇するにあたって、ヴィテリウスの将軍たちよりも苦痛を与えない人々であった。 彼らのうちケキナは、言葉遣いも風貌も庶民的ではなく、不快で奇妙であり、大柄な体躯で、ガリア風のズボンと袖付きの上着を身にまとし、ローマの軍旗や高官たちに対して語りかけていた。
§6.4καὶ τὴν γυναῖκα παρέπεμπον αὐτῷ λογάδην ἱππεῖς ὀχουμένην ἵππῳ κεκοσμημένην ἐπιφανῶς.
また、彼の妻は、選り抜きの騎兵たちに護衛され、豪華に装飾されて、馬に乗って目立つように進んでいた。
Φάβιον δὲ Οὐάλεντα τὸν ἕτερον στρατηγὸν οὔτε ἁρπαγαὶ πολεμίων οὔτε κλοπαὶ καὶ δωροδοκίαι παρὰ συμμάχων ἐνεπίμπλασαν χρηματιζόμενον, ἀλλὰ καὶ ἐδόκει διὰ τοῦτο βραδέως ὁδεύων ὑστερῆσαι τῆς προτέρας μάχης.
もう一人の将軍ファビウス・ウアレンスは、敵からの掠奪や、同盟者たちからの窃盗や賄賂によって金儲けをしても満ち足りることがなく、まさにこのために遅々と進軍したことで、最初の戦闘に遅れたのだと考えられていた。
§6.5οἱ δὲ τὸν Κεκίναν αἰτιῶνται, σπεύδοντα τὴν νίκην ἑαυτοῦ γενέσθαι πρὶν ἐκεῖνον ἐλθεῖν, ἄλλοις τε μικροτέροις περιπεσεῖν ἁμαρτήμασι καὶ μάχην οὐ κατὰ καιρὸν οὐδὲ γενναίως συνάψαι, μικροῦ πάντα τὰ πράγματα διαφθείρασαν αὐτοῖς.
一方、人々はケキナを非難している。 彼はウアレンスが到着する前に勝利を自分のものにしようと急ぐあまり、他のいくつかの軽微な過ちを犯しただけでなく、不適切な時期に不名誉な戦闘を仕掛け、それが危うく彼らにとっての全形勢を破滅させかけたからである。