§9.1ταῦθʼ ὁ Σερτώριος ἀκούσας ἔρωτα θαυμαστὸν ἔσχεν οἰκῆσαι τὰς νήσους καὶ ζῆν ἐν ἡσυχίᾳ, τυραννίδος ἀπαλλαγεὶς καὶ πολέμων ἀπαύστων.
セルトリウスはこれを聞いて、僭主政治と絶えざる戦争から解放されて、それらの島々に住み、平穏のうちに暮らしたいという驚くべき強い望みを抱いた。
αἰσθόμενοι δὲ οἱ Κίλικες, οὐθὲν εἰρήνης δεόμενοι καὶ σχολῆς, ἀλλὰ πλούτου καὶ λαφύρων, εἰς Λιβύην ἀπέπλευσαν, Ἄσκαλιν τὸν Ἴφθα κατάξοντες ἐπὶ τὴν Μαυρουσίων βασιλείαν.
しかし、平和や余暇を全く求めず、むしろ富と略奪品を欲していたキリキアの海賊たちは、これに気づき、イプタスの息子アスカリスをマウルーシア人の王位に復帰させるべく、リビアへと出帆した。
§9.2οὐ μὴν ἀπέκαμεν ὁ Σερτώριος, ἀλλὰ τοῖς πρὸς τὸν Ἄσκαλιν διαπολεμοῦσιν ἔγνω βοηθεῖν, ὡς οἱ σὺν αὐτῷ καινήν τινα λαβόντες ἐλπίδων ἀρχὴν καὶ πράξεων ἑτέρων ὑπόθεσιν μὴ διαλυθεῖεν ὑπὸ τῆς ἀπορίας, ἀσμένοις δὲ τοῖς Μαυρουσίοις ἀφικόμενος εἴχετο ἔργου, καὶ καταμαχεσάμενος τὸν Ἄσκαλιν ἐπολιόρκει.
それでもセルトリウスは諦めず、アスカリスと戦っている者たちを援助することに決めた。 それは、彼の部下たちが何か新しい希望の端緒と、別の活動の足がかりを得て、窮乏のために解散してしまわないようにするためであった。 彼はマウルーシア人たちに歓迎されて到着すると、すぐさま仕事に取りかかり、アスカリスを破って包囲した。
§9.3Σύλλα δὲ Πακκιανὸν ἐκπέμψαντος βοηθῆσαι τοῖς περὶ τὸν Ἄσκαλιν μετὰ δυνάμεως, συμβαλὼν ὁ Σερτώριος τὸν μὲν Πακκιανὸν ἀπέκτεινε, τὴν δὲ στρατιὰν κρατήσας προσηγάγετο, καὶ τὴν Τίγγιν, εἰς ἣν ὁ Ἄσκαλις συνέφυγε μετὰ τῶν ἀδελφῶν, ἐξεπολιόρκησεν.
スラがアスカリスの一派を援助するためにパッキアヌスを軍勢とともに派遣した。 セルトリウスは交戦してパッキアヌスを殺害し、その軍勢を破って自軍に引き入れ、アスカリスが兄弟たちとともに逃げ込んだティンギスを攻め落とした。
ἐνταῦθα τὸν Ἀνταῖον οἱ Λίβυες ἱστοροῦσι κεῖσθαι·
この地にアンタイオスが横たわっているとリビア人たちは語っている。
καὶ τὸν τάφον αὐτοῦ Σερτώριος διέσκαψε τοῖς βαρβάροις ἀπιστῶν διὰ μέγεθος, ἐντυχὼν δὲ τῷ σώματι πηχῶν ἑξήκοντα μῆκος, ὥς φασι, κατεπλάγη, καὶ σφάγιον ἐντεμὼν συνέχωσε τὸ μνῆμα, καὶ τὴν περὶ αὐτοῦ τιμήν τε καὶ φήμην συνηύξησε.
セルトリウスはその大きさをめぐり未開人たちを信用しなかったので、彼の墓を掘り返したが、伝えられるところでは六十ペーキュスの長さの遺体に遭遇して驚嘆し、犠牲を捧げて墓を再び埋め戻し、彼に関する名誉と風評をいっそう高めた。
§9.4Τιγγῖται δὲ μυθολογοῦσιν Ἀνταίου τελευτήσαντος τὴν γυναῖκα Τίγγην Ἡρακλεῖ συνελθεῖν, Σόφακα δʼ ἐξ αὐτῶν γενόμενον βασιλεῦσαι τῆς χώρας καὶ πόλιν ἐπώνυμον τῆς μητρὸς ἀποδεῖξαι, Σόφακος δὲ παῖδα γενέσθαι Διόδωρον, ᾧ πολλὰ τῶν Λιβυκῶν ἐθνῶν ὑπή· κουσεν Ἑλληνικὸν ἔχοντι στράτευμα τῶν αὐτόθι κατῳκισμένων ὑφʼ Ἡρακλέους Ὀλβιανῶν καὶ Μυκηναίων.
ティンギスの人々が語る神話によれば、アンタイオスが亡くなった後、彼の妻ティンゲはヘラクレスと交わり、彼らの間に生まれたソパクスがその地の王となり、母の名にちなんだ都市を建てた。 そしてソパクスにはディオドロスという子が生まれ、彼はヘラクレスによってその地に植民させられたオルビア人やマイケーナイ人からなるギリシア人の軍勢を擁して、多くのリビアの諸部族を従えたという。
§9.5ἀλλὰ ταῦτα μὲν ἀνακείσθω τῇ Ἰόβα χάριτι, τοῦ πάντων ἱστορικωτάτου βασιλέων·
しかし、これらの話は、あらゆる王たちの中で最も歴史に精通したユバの寵愛に免じておくこととしよう。
ἐκείνου γὰρ ἱστοροῦσι τοὺς προγόνους Διοδώρου καὶ Σόφακος ἀπογόνους εἶναι.
というのも、彼の先祖たちはディオドロスやソパクスの子孫であると語られているからである。
Σερτώριος δὲ πάντων ἐγκρατὴς γενόμενος τοὺς δεηθέντας αὐτοῦ καὶ πιστεύσαντας οὐκ ἠδίκησεν, ἀλλὰ καὶ χρήματα καὶ πόλεις καὶ τὴν ἀρχὴν ἀπέδωκεν αὐτοῖς, ὅσα καλῶς εἶχε δεξάμενος διδόντων.
一方、セルトリウスはすべての実権を握ると、彼に哀願し信頼を寄せた人々を不当に扱わず、むしろ自発的に差し出されたもののうち受け取るにふさわしいものだけを受け取って、彼らに資金や都市、そして統治権を返還した。