§7.1ὡς δὲ Σύλλαν μὲν ἐπυνθάνετο τῆς Ῥώμης κρατεῖν, ἔρρειν δὲ τὴν Μαρίου καὶ Κάρβωνος στάσιν, αὐτίκα προσδοκῶν στρατιὰν διαπολεμήσουσαν αὐτῷ μεθʼ ἡγεμόνος ἀφίξεσθαι φράγνυται τὰ Πυρηναῖα ὄρη διὰ Ἰουλίου Σαλινάτορος ἑξακισχιλίους ὁπλίτας ἔχοντος, καὶ μετʼ οὐ πολὺ Γάϊος Ἄννιος ἐκπεμφθεὶς ὑπὸ Σύλλα καὶ τὸν Ἰούλιον ἀπρόσμαχον ὁρῶν ἐν ἀπόρῳ καθῆστο παρὰ ταῖς ὑπωρείαις.
スッラがローマを支配し、マリウスとカルボの派閥が没落したことを知ると、自分と徹底的に戦うための軍勢が将軍を伴って直ちに押し寄せてくるだろうと予期し、6000人の重装歩兵を率いるユリウス・サリナトルを派遣してピレネー山脈の関門を固めた。 それから間もなく、スッラによって派遣されたガイウス・アンニウスが到着したが、ユリウスを攻めがたいと見て、手も足も出ずに山麓に滞陣していた。
§7.2Καλπουρνίου δέ τινος ἐπίκλησιν Λαναρίου δολοφονήσαντος τὸν Ἰούλιον καὶ τῶν στρατιωτῶν τὰ ἄκρα τῆς Πυρήνης ἐκλιπόντων, ὑπερβαλὼν Ἄννιος ἐπῄει χειρὶ μεγάλῃ τοὺς ἐμποδὼν ἀνιστάς.
しかし、あだ名をラナリウスというカルプルニウスなる者がユリウスを暗殺し、兵士たちがピレネーの山頂の守備地を放棄すると、アンニウスは山を越え、大軍を率いて、行く手を阻む者たちを追い散らしながら進軍した。
Σερτώριος δὲ οὐκ ὢν ἀξιόμαχος μετὰ τρισχιλίων εἰς Καρχηδόνα τὴν νέαν καταφυγών, κἀκεῖθεν ἐπιβὰς τῶν νεῶν καὶ διαπεράσας τὸ πέλαγος, Λιβύῃ κατὰ τὴν Μαυρουσίαν προσέσχεν.
セルトリウスは対抗できるだけの兵力を持たなかったため、3000人の兵とともにカルタゴ・ノヴァに逃れ、そこから船に乗り込んで海を渡り、リビアのマウルシア地方に上陸した。
§7.3ἀφυλάκτοις δὲ τοῖς στρατιώταις ὑδρευομένοις τῶν βαρβάρων ἐπιπεσόντων, συχνοὺς ἀποβαλὼν αὖθις εἰς Ἰβηρίαν ἀπέπλει·
しかし、不用意に水を汲んでいた兵士たちに蛮族が襲いかかり、多くの手下を失った彼は、再びイベリアに向けて出航した。
καὶ ταύτης μὲν ἀποκρούεται, Κιλισσῶν δὲ λῃστρίδων αὐτῷ προσγενομένων Πιτυούσσῃ νήσῳ προσέβαλε, καὶ ἀπέβη τὴν παρʼ Ἀννίου φρουρὰν βιασάμενος.
ここでも撃退されたが、キリキアの海賊船団が彼に加わると、ピテュウサ島を攻撃し、アンニウスが配していた守備隊を破って上陸を果たした。
Ἄννιος δὲ μετʼ οὐ πολὺ παρῆν ναυσί τε πολλαῖς καὶ πεντακισχιλίοις ὁπλίταις, πρὸς ὃν ἐπεχείρησε μὲν διαναυμαχεῖν, καίπερ ἐλαφροῖς καὶ πρὸς τάχος, οὐ πρὸς ἀλκήν, πεποιημένοις σκάφεσι χρώμενος,
アンニウスは間もなく、多くの船と 5000人の重装歩兵を率いて現れた。 セルトリウスは、頑丈さではなく軽快さと速力のために造られた軽い船を使っていたにもかかわらず、彼に対して海戦を挑もうとした。
§7.4ζεφύρῳ δὲ λαμπρῷ τοῦ πελάγους ἀνισταμένου καὶ τὰ πολλὰ τῶν τοῦ Σερτωρίου πλοίων ὑπὸ κουφότητος πλάγια ταῖς ῥαχίαις περιβάλλοντος, αὐτὸς ὀλίγαις ναυσὶ τῆς μὲν θαλάσσης ὑπὸ τοῦ χειμῶνος εἰργόμενος, τῆς δὲ γῆς ὑπὸ τῶν πολεμίων, ἡμέρας δέκα σαλεύων πρὸς ἐναντίον κῦμα καὶ κλύδωνα τραχὺν ἐπιπόνως διεκαρτέρησεν.
だが、海上に激しい西風が吹き荒れ、セルトリウスの船の大半はその軽さのために横を向き、砕け散る波の立つ岩礁へと叩きつけられたため、彼は自ら少数の船に留まり、嵐のために海へ出ることもできず、敵のために陸に上がることもできないまま、逆巻く波と激しい荒波に抗って10日間漂流し、苦難に耐え抜いた。