§6.1ἐπεὶ δὲ Μάριος μὲν ἐτελεύτησε καὶ Κίννας ἀνῃρέθη μικρὸν ὕστερον, ὁ δὲ νεανίας Μάριος ἄκοντος αὐτοῦ παρὰ τοὺς νόμους ὑπατείαν ἔλαβε, Κάρβωνες δὲ καὶ Νωρβανοὶ καὶ Σκηπίωνες ἐπιόντι Σύλλᾳ κακῶς ἐπολέμουν, καὶ τὰ μὲν ἀνανδρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν ἐφθείρετο, τὰ δὲ οἱ προδιδόντες ἀπώλλυσαν,
マリウスが亡くなり、その少し後にキンナが殺害されると、若い方のマリウスがセルトリウスの意に反して法に背き執政官の職に就いた。 カルボ、ノルバヌス、スキピオらは、攻め寄せるスッラに対して拙劣な戦いぶりを見せ、事態はある部分は将軍たちの卑怯さと軟弱さによって破滅し、またある部分は裏切り者たちによって失われていった。
§6.2ἔργον δὲ οὐδὲν ἦν αὐτοῦ παρόντος τοῖς πράγμασι μοχθηρῶς ὑποφερομένοις διὰ τὸ χεῖρον φρονεῖν τοὺς μᾶλλον δυναμένους, τέλος δὲ Σύλλας Σκηπίωνι παραστρατοπεδεύσας καὶ φιλοφρονούμενος, ὡς εἰρήνης ἐσομένης, διέφθειρε τὸ στράτευμα, καὶ ταῦτα προλέγων Σκηπίωνι καὶ διδάσκων Σερτώριος οὐκ ἔπειθε, παντάπασιν ἀπογνοὺς τὴν πόλιν ὥρμησεν εἰς Ἰβηρίαν, ὡς, εἰ φθάσει τὴν ἐκεῖ κρατυνάμενος ἀρχήν, καταφυγὴ τοῖς πταίουσιν ἐνταῦθα τῶν φίλων ἐσόμενος.
より大きな力を持つ者たちが愚かな考えを抱いていたため、事態が惨憺たる方向へ傾いていく中で、セルトリウスがその場にいても何の実効も上がらなかった。 ついにスッラはスキピオの隣に陣を張り、和平が成立するかのように友好を装いながら、その軍勢を懐柔した。 セルトリウスはこうした事態をスキピオにあらかじめ警告し、説いて聞かせたが説得できず、国家を完全に見限ってイベリアへと旅立った。 もし先手を打って現地の支配権を確立できれば、こちらで敗北した友人たちにとっての避難所となるだろうと考えてのことである。
§6.3χειμῶσι δὲ χαλεποῖς χρησάμενος ἐν χωρίοις ὀρεινοῖς ὑπὸ βαρβάρων ἐπράττετο τέλη καὶ μισθοὺς τοῦ παρελθεῖν τὴν ὁδόν.
山岳地帯で厳しい冬に見舞われた彼は、蛮族たちから道を通過するための関税や通行料を要求された。
ἀγανακτούντων δὲ τῶν σὺν αὐτῷ, καὶ δεινολογουμένων εἰ Ῥωμαίων ἀνθύπατος τέλη καταβαλεῖ βαρβάροις ὀλέθροις, μικρὰ φροντίσας τοῦ δοκοῦντος αἰσχροῦ, καὶ καιρὸν ὠνεῖσθαι φήσας, οὗ σπανιώτερον οὐδὲν ἀνδρὶ μεγάλων ἐφιεμένῳ, τοὺς μὲν βαρβάρους ἐθεράπευσε χρήμασι, τὴν δʼ Ἰβηρίαν ἐπειχθεὶς κατέσχε.
同行していた者たちは憤慨し、ローマの前執政官が破滅的な蛮族たちに関税を支払うなどとんでもないことだと不満を並び立てたが、セルトリウスは恥と思われることなどほとんど意に介さず、時間を買い取るのだと言って――大望を抱く者にとって時間ほど得がたいものはないからである――金銭で蛮族たちを懐柔し、急いでイベリアを確保した。
§6.4παραλαβὼν δὲ ἔθνη πλήθει μὲν καὶ ἡλικίᾳ ἀκμάζοντα, πλεονεξίᾳ δὲ καὶ ὕβρει τῶν πεμπομένων ἑκάστοτε στρατηγῶν πρὸς ὅλην κακῶς διακείμενα τὴν ἡγεμονίαν, ἀνελάμβανεν ὁμιλίᾳ τε τοὺς δυνατοὺς καὶ φόρων ἀνέσει τοὺς πολλούς, μάλιστα δὲ τῶν ἐπισταθμιῶν ἀπαλλάξας ἠγαπήθη·
人口と兵齢期の若者が全盛期にありながら、その都度送られてくる将軍たちの強欲と横暴によってローマの支配全体に対して反感を抱いていた諸部族を引き継ぐと、彼は親密に交わることで有力者たちを味方に引き入れ、税の軽減によって一般大衆を惹きつけたが、とりわけ兵士の宿営の負担から解放したことで深く愛された。
τοὺς γὰρ στρατιώτας ἠνάγκαζεν ἐν τοῖς προαστείοις χειμάδια πήγνυσθαι, πρῶτος αὐτὸς οὕτω κατασκηνῶν.
彼は兵士たちに郊外で冬営の天幕を張るよう強制し、自らが率先してそのように陣営を張ったからである。
§6.5οὐ μὴν ἐπὶ τῇ τῶν βαρβάρων εὐνοίᾳ τὸ πᾶν ἐποιήσατο, Ῥωμαίων δὲ τῶν αὐτόθι μετοικούντων τοὺς ἐν ἡλικίᾳ καθοπλίσας, μηχανάς τε παντοδαπὰς καὶ ναυπηγίας τριήρων ὑποβαλόμενος, διὰ χειρὸς εἶχε τὰς πόλεις, ἥμερος μὲν ὢν ἐν ταῖς εἰρηνικαῖς χρείαις, φοβερὸς δὲ τῇ παρασκευῇ κατὰ τῶν πολεμίων φαινόμενος.
もっとも、彼はすべての希望を蛮族たちの好意だけに託したわけではなかった。 現地に居住するローマ人のうち、兵齢にある者たちを武装させ、あらゆる種類の兵器の製造や三段櫂船の建造に着手して、諸都市を自らの制御下に置いた。 彼は平和時の務めにおいては寛大でありながら、敵に対してはその準備によって畏怖される姿を示した。