§6.1ἐπεὶ δὲ Μάριος μὲν ἐτελεύτησε καὶ Κίννας ἀνῃρέθη μικρὸν ὕστερον, ὁ δὲ νεανίας Μάριος ἄκοντος αὐτοῦ παρὰ τοὺς νόμους ὑπατείαν ἔλαβε, Κάρβωνες δὲ καὶ Νωρβανοὶ καὶ Σκηπίωνες ἐπιόντι Σύλλᾳ κακῶς ἐπολέμουν, καὶ τὰ μὲν ἀνανδρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν ἐφθείρετο, τὰ δὲ οἱ προδιδόντες ἀπώλλυσαν, §6.2ἔργον δὲ οὐδὲν ἦν αὐτοῦ παρόντος τοῖς πράγμασι μοχθηρῶς ὑποφερομένοις διὰ τὸ χεῖρον φρονεῖν τοὺς μᾶλλον δυναμένους, τέλος δὲ Σύλλας Σκηπίωνι παραστρατοπεδεύσας καὶ φιλοφρονούμενος, ὡς εἰρήνης ἐσομένης, διέφθειρε τὸ στράτευμα, καὶ ταῦτα προλέγων Σκηπίωνι καὶ διδάσκων Σερτώριος οὐκ ἔπειθε, παντάπασιν ἀπογνοὺς τὴν πόλιν ὥρμησεν εἰς Ἰβηρίαν, ὡς, εἰ φθάσει τὴν ἐκεῖ κρατυνάμενος ἀρχήν, καταφυγὴ τοῖς πταίουσιν ἐνταῦθα τῶν φίλων ἐσόμενος.
当马略去世,不久后辛纳亦被杀害,而年轻的马略违背塞尔托里乌斯的意愿、违反法律攫取了执政官之职,且卡尔波、诺尔巴努斯和斯基皮奥等人在面对进攻的苏拉时战事失利,局势一部分因将领们的懦弱和无能而败坏,另一部分则被叛徒们葬送,即使塞尔托里乌斯在场也无济于事,因为掌握更大权势的人智虑低下,致使政局悲惨地每况愈下。 最后,苏拉在斯基皮奥附近驻军,并假装友好,仿佛将要达成和平,以此收买了斯基皮奥的军队;塞尔托里乌斯虽预先警告并指明这一情况,却未能说服斯基皮奥。 于是,他彻底对罗马城感到绝望,动身前往伊比利亚,心想如果自己能抢先一步巩固那里的统治,就能成为那些在此地遭遇挫折的友人们的庇护所。
§6.3χειμῶσι δὲ χαλεποῖς χρησάμενος ἐν χωρίοις ὀρεινοῖς ὑπὸ βαρβάρων ἐπράττετο τέλη καὶ μισθοὺς τοῦ παρελθεῖν τὴν ὁδόν.
在山地中遭遇严冬时,蛮族向他索取通过该地道路的税金和通行费。
ἀγανακτούντων δὲ τῶν σὺν αὐτῷ, καὶ δεινολογουμένων εἰ Ῥωμαίων ἀνθύπατος τέλη καταβαλεῖ βαρβάροις ὀλέθροις, μικρὰ φροντίσας τοῦ δοκοῦντος αἰσχροῦ, καὶ καιρὸν ὠνεῖσθαι φήσας, οὗ σπανιώτερον οὐδὲν ἀνδρὶ μεγάλων ἐφιεμένῳ, τοὺς μὲν βαρβάρους ἐθεράπευσε χρήμασι, τὴν δʼ Ἰβηρίαν ἐπειχθεὶς κατέσχε.
他身边的人皆感到愤慨,认为身为罗马资深执政官却向毁灭性的蛮族支付税金是奇耻大辱,但塞尔托里乌斯对这种所谓的体面毫不在意,声称自己是在买时间——对于图谋大业的人来说,没有比时间更稀缺的了——于是他用金钱安抚了蛮族,并急忙赶路,占领了伊比利亚。
§6.4παραλαβὼν δὲ ἔθνη πλήθει μὲν καὶ ἡλικίᾳ ἀκμάζοντα, πλεονεξίᾳ δὲ καὶ ὕβρει τῶν πεμπομένων ἑκάστοτε στρατηγῶν πρὸς ὅλην κακῶς διακείμενα τὴν ἡγεμονίαν, ἀνελάμβανεν ὁμιλίᾳ τε τοὺς δυνατοὺς καὶ φόρων ἀνέσει τοὺς πολλούς, μάλιστα δὲ τῶν ἐπισταθμιῶν ἀπαλλάξας ἠγαπήθη· τοὺς γὰρ στρατιώτας ἠνάγκαζεν ἐν τοῖς προαστείοις χειμάδια πήγνυσθαι, πρῶτος αὐτὸς οὕτω κατασκηνῶν.
他所接管的各部落虽然在人口和兵源上正值鼎盛,但由于历次派遣的将领们贪婪横暴,他们对整个罗马的统治深恶痛绝。 塞尔托里乌斯通过亲切的交往争取到权贵们的支持,又通过减轻税赋赢得了平民的好感,而由于免除了他们提供士兵宿营的负担,他尤其受到爱戴:因为他强迫士兵在郊外搭建冬营,他自己更是率先垂范,如此安营扎寨。
§6.5οὐ μὴν ἐπὶ τῇ τῶν βαρβάρων εὐνοίᾳ τὸ πᾶν ἐποιήσατο, Ῥωμαίων δὲ τῶν αὐτόθι μετοικούντων τοὺς ἐν ἡλικίᾳ καθοπλίσας, μηχανάς τε παντοδαπὰς καὶ ναυπηγίας τριήρων ὑποβαλόμενος, διὰ χειρὸς εἶχε τὰς πόλεις, ἥμερος μὲν ὢν ἐν ταῖς εἰρηνικαῖς χρείαις, φοβερὸς δὲ τῇ παρασκευῇ κατὰ τῶν πολεμίων φαινόμενος.
然而,他并没有把一切都寄托在蛮族的善意上。 他给当地居住、正值兵龄的罗马人配发武器,并着手制造各种攻城器械、建造三段桨战船,从而将各城市控制在手中。 他在和平事务中表现得温和宽大,而在面对敌人时,则因其精良的备战而显得令人生畏。