§26.1ὁ δʼ οὖν Περπέννας πλείονας ἐνωμότους ἔχων πρὸς τὴν ἐπίθεσιν προσάγεται καί Μάλλιον, ἕνα τῶν ἐφʼ ἡγεμονίας, οὗτος ἐρῶν τινος τῶν ἐν ὥρᾳ μειρακίου καί φιλοφρονούμενος πρὸς αὐτό φράζει τὴν ἐπιβουλήν, κελεύων ἀμελήσαντα τῶν ἄλλων ἐραστῶν αὐτῷ μόνῳ προσέχειν ὡς ἐντὸς ἡμερῶν ὀλίγων μεγάλῳ γενησομένῳ.
さて、ペルペンナは襲撃のために多くの共謀者たちを擁していたが、指揮官の一人であるマッリウスをも仲間に引き入れた。 このマッリウスはある年頃の少年に恋をしており、彼に愛想良く振る舞う中で、その陰謀を漏らしてしまった。 そして、他の恋人たちのことは無視して自分だけに心を寄せるよう求め、数日中には自分が偉大な人物になるからだと告げた。
τὸ δὲ μειράκιον ἑτέρῳ τινὶ τῶν ἐραστῶν Αὐφιδίῳ μᾶλλον προσπεπονθὸς ἐκφέρει τὸν λόγον.
しかし、その少年は別の恋人であるアウフィディウスの方に深く惹かれていたため、この話を漏らしてしまった。
§26.2ἀκούσας δὲ ὁ Αὐφίδιος ἐξεπλάγη·
これを聞いてアウフィディウスは仰天した。
καί γὰρ αὐτὸς μετεῖχε τῆς ἐπὶ Σερτώριον συνωμοσίας, οὐ μέντοι τὸν Μάλλιον ἐγίνωσκε μετέχοντα, Περπένναν δὲ καί Γραικῖνον καί τινας ἄλλους, ὧν αὐτὸς ᾔδει συνωμοτῶν, ὀνομάζοντος τοῦ μειρακίου, διαταραχθεὶς πρὸς ἐκεῖνον μὲν ἐξεφλαύριζε τὸν λόγον, καὶ παρεκάλει τοῦ Μαλλίου καταφρονεῖν ὡς κενοῦ καί ἀλαζόνος, αὐτὸς δὲ πρὸς τὸν Περπένναν πορευθεὶς καί φράσας τὴν ὀξύτητα τοῦ καιροῦ καί τὸν κίνδυνον ἐκέλευσεν ἐπιχειρεῖν.
というのも、彼自身もセルトリウスに対する陰謀に加わっていたが、マッリウスが加わっているとは知らなかったからである。 しかし、少年が、ペルペンナやグラキヌス、その他彼自身が共謀者として知っている何人かの名前を挙げるのを聞いて、ひどく狼狽し、少年に対してはその話をくだらないものとしてあしらい、マッリウスのことは中身のない大言壮語する男として見下すよう勧めた。 しかし自分自身は、ペルペンナのところへ急行し、事態の切迫と危険を告げて、直ちに行動を起こすよう促した。
§26.3οἱ δὲ ἐπείθοντο, καί παρασκευάσαντες ἄνθρωπον γράμματα κομίζοντα τῷ Σερτωρίῳ προσήγαγον.
彼らはこれに従い、手紙を携えた男を用意して、セルトリウスのもとへと連れて行った。
ἐδήλου δὲ τὰ γράμματα νίκην τινὸς τῶν ὑπʼ αὐτῷ στρατηγῶν καί φόνον πολὺν τῶν πολεμίων, ἐφʼ οἷς τοῦ Σερτωρίου περιχαροῦς ὄντος καί θύοντος εὐαγγέλια, Περπέννας ἑστίασιν αὐτῷ καί τοῖς παροῦσι φίλοις ʽοὗτοι δὲ ἦσαν ἐκ τῆς συνωμοσίας ἐπηγγέλλετο, καί πολλὰ λιπαρήσας ἔπεισεν ἐλθεῖν.
その手紙には、彼の配下の将軍の一人が勝利を収め、敵を多数殺害したことが記されていた。 これにセルトリウスが大いに喜び、吉報の犠牲を捧げていると、ペルペンナは、彼と居合わせた友人たち(彼らは陰謀に加わっていた者たちであった)のために宴会を催すと言い出し、熱心に懇願して彼を連れて来ることに成功した。
§26.4ἀεὶ μὲν οὖν τὰ μετὰ Σερτωρίου δεῖπνα πολλὴν εἶχεν αἰδῶ καί κόσμον, οὔτε ὁρᾶν τι τῶν αἰσχρῶν οὔτε ἀκούειν ὑπομένοντος, ἀλλὰ καί τοὺς συνόντας εὐτάκτοις καί ἀνυβρίστοις παιδιαῖς χρῆσθαι καί φιλοφροσύναις ἐθίζοντος·
そもそも、セルトリウスの同席する宴会は、常に極めて厳かで秩序あるものであった。 なぜなら、彼自身が卑猥なことを見聞きするのを決して許さず、むしろ同席する者たちに、節度ある上品な冗談や歓談を楽しむよう習慣づけていたからである。
τότε δέ, τοῦ πότου μεσοῦντος, ἀρχὴν ἁψιμαχίας ζητοῦντες ἀναφανδὸν ἀκολάστοις ἐχρῶντο ῥήμασι, καί πολλὰ προσποιούμενοι μεθύειν ἠσέλγαινον ὡς παροξυνοῦντες ἐκεῖνον.
しかしこの時は、宴がたけなわになると、彼らは口論のきっかけを探し、あからさまに無作法な言葉を使い始め、ひどく酔ったふりをして、彼を怒らせようと傍若無人に振る舞った。
§26.5ὁ δὲ εἴτε δυσχεραίνων τὴν ἀκοσμίαν, εἴτε τὴν διάνοιαν αὐτῶν τῇ θρασύτητι τῆς λαλιᾶς καί τῇ παρὰ τὸ εἰωθὸς ὀλιγωρίᾳ συμφρονήσας, μετέβαλε τὸ σχῆμα τῆς κχισίας, ὕπτιον ἀνεὶς ἑαυτὸν, ὡς οὔτε προσέχων οὔτε κατακούων.
セルトリウスは、その無秩序さに不快感を覚えたためか、あるいは彼らの話の不遜さや、いつもと違う侮蔑的な態度からその意図を察したためか、臥席の姿勢を変え、身を後ろに投げ出して、注意も払わず聞き耳も立てない素振りを見せた。
ἐπεὶ δὲ ὁ Περπέννας φιάλην τινὰ λαβὼν ἀκράτου μεταξὺ πίνων ἀφῆκεν ἐκ τῶν χειρῶν καί ψόφον ἐποίησεν, ὅπερ ἦν αὐτοῖς σύμβολον, Ἀντώνιος ὑπερκατακείμενος παίει τῷ ξίφει τὸν Σερτώριον.
しかし、ペルペンナが盃を手に取り、生酒を飲んでいる途中でそれを手から落として音を立てると、これが彼らにとっての合図であったのだが、すぐ上に横たわっていたアントニウスが、剣でセルトリウスを突き刺した。
§26.6ἀναστρέψαντος δὲ πρὸς τὴν πληγὴν ἐκείνου καί συνεξανισταμένου, περιπεσὼν εἰς τὸ στῆθος κατέλαβε τὰς χεῖρας ἀμφοτέρας, ὥστε μηδὲ ἀμυνόμενον πολλῶν παιόντων ἀποθανεῖν.
セルトリウスがその一撃に対して身を翻し、同時に立ち上がろうとすると、アントニウスが彼の胸の上にのしかかって両手を押さえつけた。 そのため、彼は防戦することすらできず、多くの者たちに刺されて命を落とした。