§27.1οἱ μὲν οὖν πλεῖστοι τῶν Ἰβήρων εὐθὺς ᾤχοντο καὶ παρέδωκαν ἑαυτοὺς ἐπιπρεσβευσάμενοι τοῖς περὶ Πομπήϊον καὶ Μέτελλον τοὺς δὲ συμμείναντας ὁ Περπέννας ἀναλαβὼν ἐπεχείρει τι πράττειν.
さて、イベリア人たちの大部分は直ちに立ち去り、使節を送ってポンペイウスやメテルスらの陣営に降伏した。 一方、ペルペンナは残留した者たちを率いて、何かしら行動を起こそうとした。
χρησάμενος δὲ ταῖς Σερτωρίου παρασκευαῖς ὅσον ἐνασχημονῆσαι καὶ φανερὸς γενέσθαι μήτε ἄρχειν μήτε ἄρχεσθαι πεφυκώς, Πομπηΐῳ συνέβαλε·
そして、自分が支配することも支配されることもできない生まれつきの人間であることを、恥をさらし、かつ白日の下にさらすに十分な程度に、セルトリウスの軍備を利用した上で、ポンペイウスと交戦した。
§27.2καὶ ταχὺ συντριβεὶς ὑπʼ αὐτοῦ καὶ γενόμενος αἰχμάλωτος οὐδὲ τὴν ἐσχάτην ὑπέμεινε συμφορὰν ἡγεμονικῶς, ἀλλὰ τῶν Σερτωρίου γραμμάτων κύριος γεγονώς ὑπισχνεῖτο Πομπηΐῳ δείξειν ὑπατικῶν ἀνδρῶν καὶ μέγιστον ἐν Ῥώμῃ δυναμένων αὐτογράφους ἐπιστολάς, καλούντων Σερτώριον εἰς Ἰταλίαν, ὡς πολλῶν ποθούντων τὰ παρόντα κινῆσαι καὶ μεταβαλεῖν τὴν πολιτείαν.
そして、ポンペイウスによって瞬く間に打ち破られて捕虜となると、最後の悲運に対してすら、指導者らしく耐えることをしなかった。 むしろ、セルトリウスの書状を手中に収めていた彼は、元執政官たちやローマで最大の権力を持つ者たちの自筆の手紙をポンペイウスに見せると約束した。 その手紙は、現在の状況を覆し国制を根本から変えることを望む多くの人々がいるとして、セルトリウスをイタリアへ招く内容のものであった。
§27.3ἔργον οὖν ὁ Πομπήϊος οὐ νέας φρενός, ἀλλʼ εὖ μάλα βεβηκυίας καὶ κατηρτυμένης ἐργασάμενος μεγάλων ἀπήλλαξε τὴν Ῥώμην φόβων καὶ νεωτερισμῶν, τὰς μὲν γὰρ ἐπιστολὰς ἐκείνας καὶ τὰ γράμματα τοῦ Σερτωρίου συναγαγὼν ἅπαντα κατέκαυσεν οὔτε αὐτὸς ἀναγνοὺς οὔτε ἐάσας ἕτερον·
そこでポンペイウスは、若い心によるものではなく、極めて成熟し鍛え抜かれた精神による偉業を成し遂げることで、ローマを大きな恐怖と革新の危機から救い出した。 すなわち、それらの手紙やセルトリウスの書状をすべて集めると、自ら読むことも、他の誰かに読ませることもせず、ことごとく焼き払ったのである。
αὐτὸν δὲ τὸν Περπένναν κατὰ τάχος ἀνεῖλε, φοβηθεὶς μὴ τῶν ὀνομάτων ἐξενεχθέντων πρός τινας ἀποστάσεις καὶ ταραχαὶ γένωνται.
そして、その名前が漏洩して何らかの反乱や混乱が生じることを恐れ、ペルペンナ自身を直ちに処刑した。
§27.4τῶν δὲ τῷ Περπέννᾳ συνομοσαμένων οἱ μὲν ἐπὶ Πομπήϊον ἀναχθέντες διεφθάρησαν, οἱ δὲ φεύγοντες εἰς Λιβύην ὑπὸ Μαυρουσίων κατηκοντίσθησαν.
ペルペンナと陰謀を共にした者たちのうち、ある者はポンペイウスの前に連行されて処刑され、またある者はリビアへと逃れたが、マウルーシア人たちによって槍で突き殺された。
διέφυγε δʼ οὐδεὶς πλὴν Αὐφίδιος ὁ τοῦ Μαλλίου ἀντεραστής·
生き延びた者は、マッリウスの恋敵であったアウフィディウス以外には一人もいなかった。
οὗτος δὲ ἢ λαθὼν ἢ παραμεληθεὶς ἔν τινι βαρβάρῳ κώμῃ πενόμενος καὶ μισούμενος κατεγήρασεν.
この男は、見過ごされたか無視されたかして、ある未開の村で貧窮し憎まれながら老いて死んだ。