§25.1ἐν δʼ Ἰβηρίᾳ τῶν περὶ Σερτώριον συγκλητικῶν καὶ ἰσοτίμων, ὡς πρῶτον εἰς ἀντίπαλον ἐλπίδα κατέστησαν, ἐπανέντος τοῦ φόβου, φθόνος ἥπτετο καὶ ζῆλος ἀνόητος τῆς ἐκείνου δυνάμεως, ἐνῆγε δὲ Περπέννας διʼ εὐγένειαν ἐπαιρόμενος φρονήματι κενῷ πρὸς τὴν ἡγεμονίαν, καὶ λόγους μοχθηροὺς διεδίδου κρύφα τοῖς ἐπιτηδείοις·
イベリアにおいては、セルトリウスの周囲にいた元老院議員や同等の地位にある者たちの間で、初めて[敵に]対抗しうる希望を持つに至ると、恐怖が和らぐにつれて、彼の権力に対する嫉妬と愚かな妬みが頭をもたげた。 とりわけペルペンナが、その高貴な家柄のゆえに、支配権に対する虚しい自負に駆られて人々を扇動し、親しい者たちに隠れて悪意ある言葉を広めていた。
§25.2τίς ἄρα πονηρὸς ἡμᾶς ὑπολαβὼν ἐκ κακῶν εἰς χείρονα φέρει δαίμων, οἳ Σύλλᾳ μὲν ὁμοῦ τι συμπάσης ἄρχοντι γῆς καὶ θαλάττης ποιεῖν τὸ προσταττόμενον οὐκ ἠξιοῦμεν οἴκοι μένοντες, δεῦρο δὲ φθαρέντες ὡς ἐλεύθεροι βιωσόμενοι δουλεύομεν ἑκουσίως τὴν Σερτωρίου δορυφοροῦντες φυγήν, ὄνομα χλευαζόμενον ὑπὸ τῶν ἀκουόντων, σύγκλητος, ὄντες, ὕβρεις δὲ καὶ προστάγματα καὶ πόνους οὐκ ἐλάττονας Ἰβήρων καὶ Λυσιτανῶν ὑπομένοντες;
「一体いかなる邪悪な神が、我々を捕らえて、災いからさらに悪い事態へと引きずり込んでいるのだろうか。 我々は、ほぼ全世界の陸と海を支配していたスッラに対して、故郷に留まりながら、その命令に従うことすら良しとしなかったというのに、ここに身を落とし、自由な者として生きるつもりでいながら、実際は自発的に隷属し、セルトリウスの亡命生活の護衛を務めている。 我々は『元老院』という、それを聞く者たちから嘲笑される名前を持ちながら、イベリア人やルシタニア人にも劣らぬ屈辱や命令、労苦に耐えているのだ。
§25.3τοιούτων ἀναπιμπλάμενοι λόγων οἱ πολλοὶ φανερῶς μὲν οὐκ ἀφίσταντο, δεδοικότες αὐτοῦ τὴν δύναμιν, κρύφα δὲ τάς τε πράξεις ἐλυμαίνοντο, καὶ τοὺς βαρβάρους ἐκάκουν κολάζοντες πικρῶς καὶ δασμολογοῦντες, ὡς Σερτωρίου κελεύοντος.
」このような言葉を吹き込まれた大勢の者たちは、彼の権力を恐れていたために、公然と反旗を翻すことはしなかった。 しかし、陰では軍事行動を妨害し、また、セルトリウスの命令であると称して、先住民を厳しく処罰し、重税を課して虐げた。
ἐξ ὧν ἀποστάσεις ἐγίνοντο καὶ ταραχαὶ περὶ τάς πόλεις.
このことから、諸都市の周辺で反乱や動揺が生じた。
§25.4οἱ δὲ πεμπόμενοι ταῦτα θεραπεύειν καὶ ἀποπραΰνειν ἐπανήρχοντο πλείονας ἐξειργασμένοι πολέμους καὶ τάς ὑπαρχούσας ηὐξηκότες ἀπειθείας, ὥστε τὸν Σερτώριον ἐκ τῆς προτέρας ἐπιεικείας καὶ πρᾳότητος μεταβαλόντα περὶ τοὺς ἐν Ὄσκῃ τρεφομένους παρανομῆσαι παῖδας τῶν Ἰβήρων, τοὺς μὲν ἀνελόντα, τοὺς δὲ ἀποδόμενον.
そして、これら(の事態)を収拾し、なだめるために派遣された者たちは、さらなる戦争を引き起こし、既存の不服従を増大させて戻ってきた。 その結果、セルトリウスはそれまでの寛厚さと温和さから一転し、オスカで養育されていたイベリア人の子供たちに対して不道徳な行いに及び、ある者を殺害し、ある者を奴隷として売り払った。