§26.1ὁ δʼ οὖν Περπέννας πλείονας ἐνωμότους ἔχων πρὸς τὴν ἐπίθεσιν προσάγεται καί Μάλλιον, ἕνα τῶν ἐφʼ ἡγεμονίας, οὗτος ἐρῶν τινος τῶν ἐν ὥρᾳ μειρακίου καί φιλοφρονούμενος πρὸς αὐτό φράζει τὴν ἐπιβουλήν, κελεύων ἀμελήσαντα τῶν ἄλλων ἐραστῶν αὐτῷ μόνῳ προσέχειν ὡς ἐντὸς ἡμερῶν ὀλίγων μεγάλῳ γενησομένῳ.
且说培尔朋纳为了进行袭击,拥有许多宣誓结盟的同谋者,并将身为指挥官之一的马里乌斯也拉拢了过来。 这个马里乌斯正爱着一个风华正茂的少年,在向其示好时泄露了阴谋,要他别理会其他的恋人,只专心对待自己一人,因为几天之内自己就会成为大人物。
τὸ δὲ μειράκιον ἑτέρῳ τινὶ τῶν ἐραστῶν Αὐφιδίῳ μᾶλλον προσπεπονθὸς ἐκφέρει τὸν λόγον.
然而,这个少年更倾心于他的另一个恋人奥菲迪乌斯,便把这番话泄露了出去。
§26.2ἀκούσας δὲ ὁ Αὐφίδιος ἐξεπλάγη· καί γὰρ αὐτὸς μετεῖχε τῆς ἐπὶ Σερτώριον συνωμοσίας, οὐ μέντοι τὸν Μάλλιον ἐγίνωσκε μετέχοντα, Περπένναν δὲ καί Γραικῖνον καί τινας ἄλλους, ὧν αὐτὸς ᾔδει συνωμοτῶν, ὀνομάζοντος τοῦ μειρακίου, διαταραχθεὶς πρὸς ἐκεῖνον μὲν ἐξεφλαύριζε τὸν λόγον, καὶ παρεκάλει τοῦ Μαλλίου καταφρονεῖν ὡς κενοῦ καί ἀλαζόνος, αὐτὸς δὲ πρὸς τὸν Περπένναν πορευθεὶς καί φράσας τὴν ὀξύτητα τοῦ καιροῦ καί τὸν κίνδυνον ἐκέλευσεν ἐπιχειρεῖν.
奥菲迪乌斯听后大为震惊;因为他自己也参与了针对塞托里乌斯的阴谋,却不知道马里乌斯也参与其中。 当少年说出培尔朋纳、格拉基努斯以及其他几个他自己知道是同谋的人的名字时,奥菲迪乌斯伤透脑筋且深感不安,对少年把这番话贬低为无稽之谈,并劝他鄙视马里乌斯,认为其虚妄且爱吹嘘,而他自己则前往培尔朋纳处,告以时局的紧迫和危险,敦促其动手。
§26.3οἱ δὲ ἐπείθοντο, καί παρασκευάσαντες ἄνθρωπον γράμματα κομίζοντα τῷ Σερτωρίῳ προσήγαγον.
众人听从了,并准备了一个携带信件的人,带到塞托里乌斯面前。
ἐδήλου δὲ τὰ γράμματα νίκην τινὸς τῶν ὑπʼ αὐτῷ στρατηγῶν καί φόνον πολὺν τῶν πολεμίων, ἐφʼ οἷς τοῦ Σερτωρίου περιχαροῦς ὄντος καί θύοντος εὐαγγέλια, Περπέννας ἑστίασιν αὐτῷ καί τοῖς παροῦσι φίλοις ʽοὗτοι δὲ ἦσαν ἐκ τῆς συνωμοσίας ἐπηγγέλλετο, καί πολλὰ λιπαρήσας ἔπεισεν ἐλθεῖν.
信中称他手下的一位将军获得了胜利,并大量歼灭了敌人。 塞托里乌斯因此极为高兴,并为捷报举行祭祀。 此时,培尔朋纳声称为他和在场的友人们(这些人都是同谋)准备了宴席,并极力恳求,说服他前往。
§26.4ἀεὶ μὲν οὖν τὰ μετὰ Σερτωρίου δεῖπνα πολλὴν εἶχεν αἰδῶ καί κόσμον, οὔτε ὁρᾶν τι τῶν αἰσχρῶν οὔτε ἀκούειν ὑπομένοντος, ἀλλὰ καί τοὺς συνόντας εὐτάκτοις καί ἀνυβρίστοις παιδιαῖς χρῆσθαι καί φιλοφροσύναις ἐθίζοντος·
往常与塞托里乌斯共进的宴席总是充满着极大的体面和秩序,因为他不容许看到或听到任何卑劣之事,反而让同席的人习惯于进行守规矩、不粗鲁的玩笑和友好交往。
τότε δέ, τοῦ πότου μεσοῦντος, ἀρχὴν ἁψιμαχίας ζητοῦντες ἀναφανδὸν ἀκολάστοις ἐχρῶντο ῥήμασι, καί πολλὰ προσποιούμενοι μεθύειν ἠσέλγαινον ὡς παροξυνοῦντες ἐκεῖνον.
但当时,在宴饮进行到一半时,他们为了寻找争吵的口实,公然使用放荡的言辞,并假装大醉,肆意妄为以激怒他。
§26.5ὁ δὲ εἴτε δυσχεραίνων τὴν ἀκοσμίαν, εἴτε τὴν διάνοιαν αὐτῶν τῇ θρασύτητι τῆς λαλιᾶς καί τῇ παρὰ τὸ εἰωθὸς ὀλιγωρίᾳ συμφρονήσας, μετέβαλε τὸ σχῆμα τῆς κχισίας, ὕπτιον ἀνεὶς ἑαυτὸν, ὡς οὔτε προσέχων οὔτε κατακούων.
而他要么是因为厌恶这种无礼,要么是通过他们粗俗的谈吐和反常的轻慢察觉到了他们的意图,于是改变了卧席的姿势,仰身躺下,显得既不在意也不倾听。
ἐπεὶ δὲ ὁ Περπέννας φιάλην τινὰ λαβὼν ἀκράτου μεταξὺ πίνων ἀφῆκεν ἐκ τῶν χειρῶν καί ψόφον ἐποίησεν, ὅπερ ἦν αὐτοῖς σύμβολον, Ἀντώνιος ὑπερκατακείμενος παίει τῷ ξίφει τὸν Σερτώριον.
但是,当培尔朋纳拿起一杯纯酒,在饮用时从手中滑落并发出声响,这正是他们的暗号,坐在他上首的安东尼乌斯便用剑刺向塞托里乌斯。
§26.6ἀναστρέψαντος δὲ πρὸς τὴν πληγὴν ἐκείνου καί συνεξανισταμένου, περιπεσὼν εἰς τὸ στῆθος κατέλαβε τὰς χεῖρας ἀμφοτέρας, ὥστε μηδὲ ἀμυνόμενον πολλῶν παιόντων ἀποθανεῖν.
当塞托里乌斯迎着这一击转身并试图起立时,安东尼乌斯扑倒在他的胸口上,按住了他的双手,以至于他连防卫都无法做到,就在众人的乱刀攒刺中死去了。