§24.1ταῦτα ἀπαγγελθέντα Μιθριδάτης διὰ θάμβους ἐποιεῖτο·
これらのことが報告されると、ミトリダテスは驚嘆した。
καὶ λέγεται μὲν εἰπεῖν πρὸς τοὺς φίλους·
そして、友人たちにこう語ったと言われている。
τί δῆτα προστάξει Σερτώριος ἐν Παλατίῳ καθεζόμενος, εἰ νῦν εἰς τὴν Ἀτλαντικὴν ἐξεωσμένος θάλασσαν ὅρους ἡμῶν τῇ βασιλείᾳ τίθησι καὶ πειρωμένοις Ἀσίας ἀπειλεῖ πόλεμον;
「セルトリウスがパラティウムに座しているならば、一体いかなる命令を下すというのか。 今や大西洋へと押し流されている身でありながら、我々の王国に境界を定め、我々がアジアを手に入れようと試みるならば戦争を仕掛けると脅してくるとは。
§24.2οὐ μὴν ἀλλὰ γίνονταί γε συνθῆκαι καὶ ὅρκοι, Καππαδοκίαν καὶ Βιθυνίαν ἔχειν Μιθριδάτην·
」それにもかかわらず、条約が結ばれ、誓いが交わされた。
Σερτωρίου στρατηγὸν αὐτῷ καὶ στρατιώτας πέμποντος, Σερτώριον δὲ παρὰ Μιθριδάτου λαβεῖν τρισχίλια τάλαντα καὶ τεσσαράκοντα ναῦς.
すなわち、ミトリダテスはカッパドキアとビテュニアを領有し、その代わりにセルトリウスは彼に将軍と兵士を派遣すること、そしてセルトリウスはミトリダテスから三千タラントンと四十隻の艦船を受け取ること、という内容であった。
§24.3πέμπεται δὲ καὶ στρατηγὸς εἰς Ἀσίαν ὑπὸ Σερτωρίου τῶν ἀπὸ βουλῆς πεφευγότων πρὸς αὐτὸν Μᾶρκος Μάριος, ᾧ συνεξελών τινας πόλεις τῶν Ἀσιάδων ὁ Μιθριδάτης εἰσελαύνοντι μετὰ ῥάβδων καὶ πελέκεων αὐτὸς εἵπετο δευτέραν τάξιν καὶ σχῆμα θεραπεύοντος ἑκουσίως ἀνειληφώς.
また、元老院議員でセルトリウスのもとへ亡命していた者たちの一人であるマルクス・マリウスが、将軍としてセルトリウスによりアジアへ派遣された。 ミトリダテスは彼とともにアジアのいくつかの都市を共同で攻略したのち、彼が桴と斧を伴って入城する際、自らは第二の地位に甘んじ、従属者の姿を自発的にとって、その後ろに従った。
§24.4ὁ δὲ τὰς μὲν ἠλευθέρου, ταῖς δὲ ἀτέλειαν γράφων χάριτι Σερτωρίου κατήγγελεν, ὥστε τὴν Ἀσίαν αὖθις ἐνοχλουμένην μὲν ὑπὸ τῶν τελωνῶν, βαρυνομένην δὲ ταῖς πλεονεξίαις καὶ ὑπερηφανίαις τῶν ἐπισκήνων, ἀναπτοηθῆναι πρὸς τὴν ἐλπίδα καὶ ποθεῖν τὴν προσδοκωμένην μεταβολὴν τῆς ἡγεμονίας.
彼(マリウス)は、一方の都市に対しては自由を与え、他方の都市に対しては、セルトリウスの恩恵によるとして免税を布告した。 その結果、再び徴税請負人たちに悩まされ、軍営を置く者たちの貪欲と傲慢に苦しめられていたアジアは、希望に胸を躍らせ、予期される支配者の交代を切望するようになった。