Humanitext Reader

普鲁塔克 · 塞多留传 §25.1-25.4

培尔朋纳的煽动与对土著人质的报复

第 25 段,共 27 段 · 希腊语

内容简介

随着局势好转,塞托里乌斯身边的罗马贵族在培尔朋纳的挑唆下产生嫉妒与不满。他们暗中虐待当地土著引发叛乱,导致塞托里乌斯对在奥斯卡作为人质的土著子弟进行残酷报复。

§25.1ἐν δʼ Ἰβηρίᾳ τῶν περὶ Σερτώριον συγκλητικῶν καὶ ἰσοτίμων, ὡς πρῶτον εἰς ἀντίπαλον ἐλπίδα κατέστησαν, ἐπανέντος τοῦ φόβου, φθόνος ἥπτετο καὶ ζῆλος ἀνόητος τῆς ἐκείνου δυνάμεως, ἐνῆγε δὲ Περπέννας διʼ εὐγένειαν ἐπαιρόμενος φρονήματι κενῷ πρὸς τὴν ἡγεμονίαν, καὶ λόγους μοχθηροὺς διεδίδου κρύφα τοῖς ἐπιτηδείοις· §25.2τίς ἄρα πονηρὸς ἡμᾶς ὑπολαβὼν ἐκ κακῶν εἰς χείρονα φέρει δαίμων, οἳ Σύλλᾳ μὲν ὁμοῦ τι συμπάσης ἄρχοντι γῆς καὶ θαλάττης ποιεῖν τὸ προσταττόμενον οὐκ ἠξιοῦμεν οἴκοι μένοντες, δεῦρο δὲ φθαρέντες ὡς ἐλεύθεροι βιωσόμενοι δουλεύομεν ἑκουσίως τὴν Σερτωρίου δορυφοροῦντες φυγήν, ὄνομα χλευαζόμενον ὑπὸ τῶν ἀκουόντων, σύγκλητος, ὄντες, ὕβρεις δὲ καὶ προστάγματα καὶ πόνους οὐκ ἐλάττονας Ἰβήρων καὶ Λυσιτανῶν ὑπομένοντες;
在伊比利亚,塞托里乌斯身边的元老院议员及同等地位的人,在首次获得足以与[敌人]抗衡的希望之后,随着恐惧的消退,对他权力的嫉妒和愚蠢的眼红开始滋生。 尤其是培尔朋纳,因其高贵的出身而对领袖地位抱有虚妄的自负,便煽动众人,并向亲信暗中散布恶言: “究竟是哪一个邪恶的神灵抓住了我们,把我们从灾祸带向更坏的境地? 我们这些人,当初留在家里时,甚至不屑于服从几乎统治着整个陆地和海洋的苏拉的命令,如今落魄至此,本想作为自由人生活,却自愿做着奴隶,为塞托里乌斯的流亡充当卫队。 我们身为‘元老院’,这名字在听者耳中已成笑柄,却要忍受不亚于伊比利亚人和卢西塔尼亚人的屈辱、命令和劳苦?
§25.3τοιούτων ἀναπιμπλάμενοι λόγων οἱ πολλοὶ φανερῶς μὲν οὐκ ἀφίσταντο, δεδοικότες αὐτοῦ τὴν δύναμιν, κρύφα δὲ τάς τε πράξεις ἐλυμαίνοντο, καὶ τοὺς βαρβάρους ἐκάκουν κολάζοντες πικρῶς καὶ δασμολογοῦντες, ὡς Σερτωρίου κελεύοντος.
” 被这些话语煽动的大多数人,因畏惧他的力量而不敢公开反叛,但在暗中破坏他的军事行动,并假借塞托里乌斯的命令,严厉惩罚、征收重税以虐待当地的蛮族。
ἐξ ὧν ἀποστάσεις ἐγίνοντο καὶ ταραχαὶ περὶ τάς πόλεις.
因此,各城市周边爆发了叛乱和动荡。
§25.4οἱ δὲ πεμπόμενοι ταῦτα θεραπεύειν καὶ ἀποπραΰνειν ἐπανήρχοντο πλείονας ἐξειργασμένοι πολέμους καὶ τάς ὑπαρχούσας ηὐξηκότες ἀπειθείας, ὥστε τὸν Σερτώριον ἐκ τῆς προτέρας ἐπιεικείας καὶ πρᾳότητος μεταβαλόντα περὶ τοὺς ἐν Ὄσκῃ τρεφομένους παρανομῆσαι παῖδας τῶν Ἰβήρων, τοὺς μὲν ἀνελόντα, τοὺς δὲ ἀποδόμενον.
而那些被派去平息和安抚这些动乱的人,回来时却制造了更多的战争,加剧了原有的不服从。 结果,塞托里乌斯一改先前的宽厚与温和,对在奥斯卡抚养的伊比利亚人的孩子犯下了不法之举,将一些人杀害,另一些人卖为奴隶。

词汇与语法注释

  1. §25.1τῶν περὶ Σερτώριον συγκλητικῶν καὶ ἰσοτίμων — 由动词 ἥπτετο(ἅπτομαι“触及、缠上”的未完成过去时)支配的属格。置于句首,强调了嫉妒和忌妒所附着的对象。
  2. §25.2ὄνομα χλευαζόμενον ὑπὸ τῶν ἀκουόντων, σύγκλητος, ὄντες — 分词 ὄντες(εἰμί的复数主格)与关系代词 οἳ 一致,其补足语为 σύγκλητος(元老院)。短语 ὄνομα ...(“一个被听者嘲笑的名字”)作为 σύγκλητος 的同格语。
  3. §25.3ὡς Σερτωρίου κελεύοντος — 连词 ὡς 与属格绝对(Σερτωρίου κελεύοντος)的结合,表示行为者提出的“假借塞托里乌斯的命令”这一主观借口,而非客观事实。
  4. §25.4περὶ τοὺς ἐν Ὄσκῃ τρεφομένους παρανομῆσαι παῖδας τῶν Ἰβήρων — 不定式 παρανομῆσαι(犯下不法之举)在此与 περί 加上宾格(τοὺς ... παῖδας)连用,表示“对……做出不法行为”或“虐待……”。

引用这一段

普鲁塔克, 塞多留传 §25.1-25.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg042.humanitext-grc2:25.1-25.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。