§21.1ἐν δὲ τοῖς τῶν Σεγουντίνων πεδίοις εἰς τὰς ἐσχάτας ἀπορίας κατακεκλεικὼς τούς πολεμίους, ἠναγκάσθη συμβαλεῖν αὐτοῖς καταβαίνουσιν ἐφʼ ἁρπαγὴν καὶ σιτολογίαν.
しかし、セグンティノイ人の平野において、敵を極限の窮地に追い詰めていたが、略奪と食糧徴発のために下りてきた彼らと交戦せざるを得なくなった。
ἠγωνίσθη δὲ λαμπρῶς παρʼ ἀμφοτέρων, καὶ Μέμμιος μὲν ὁ τῶν ὑπὸ Πομπηΐῳ στρατηγῶν ἡγεμονικώτατος ἐν τῷ καρτερωτάτῳ τῆς μάχης ἔπεσεν, ἐκράτει δὲ Σερτώριος καὶ φόνῳ πολλῷ τῶν ἔτι συνεστώτων ἐωθεῖτο πρὸς αὐτὸν Μέτελλον.
両者によって見事な戦いが繰り広げられ、ポンペイウス配下の将軍たちの中で最も指導力に優れたメミウスが、激戦の最中に戦死したが、セルトリウスは優勢であり、いまだ抵抗を続ける者たちを数多く殺戮しながら、メテッルスその人に向かって突き進んでいた。
§21.2ὁ δὲ παρʼ ἡλικίαν ὑποστὰς καὶ περιφανῶς ἀγωνιζόμενος παίεται δόρατι.
メテッルスは年齢にそぐわず持ちこたえ、目覚ましい戦いぶりを見せたが、槍で突かれた。
τοῦτο τούς μὲν ἰδόντας τῶν Ῥωμαίων, τοὺς δὲ ἀκούσαντας αἰδὼς ἔσχεν ἐγκαταλιπεῖν τὸν ἡγεμόνα, καὶ θυμὸς ἅμα πρὸς τούς πολεμίους παρέστη.
これを見たローマ人、またそれを聞いたローマ人は、将軍を見捨てることを恥じ入る気持ちを抱き、同時に敵に対する怒りが湧き起こった。
προθέμενοι δὲ τούς θυρεοὺς καὶ συνεξενεγκόντες εὐρώστως ἐξωθοῦσι τούς Ἴβηρας·
彼らは盾を前方に構えて力強く一致団結して突撃し、イベリア人たちを押し戻した。
§21.3καὶ γενομένης οὕτω παλιντρόπου τῆς νίκης, ὁ Σερτώριος ἐκείνοις τε φυγὰς ἀδεεῖς μηχανώμενος καὶ τεχνάζων ἑτέραν αὐτῷ δύναμιν συνελθεῖν ἐφʼ ἡσυχίας, εἰς πόλιν ὀρεινὴν καὶ καρτερὰν ἀναφυγὼν ἐφράγνυτο τὰ τείχη καὶ τὰς πύλας ὠχυροῦτο, πάντα μᾶλλον ἢ πολιορκίαν ὑπομένειν διανοούμενος, ἀλλʼ ἐξηπάτα τοὺς πολεμίους·
このように勝利の行方が逆転すると、セルトリウスは自軍の者たちに安全な退路を算段し、また別の軍勢が静かに再結集できるよう策を講じて、山あいの堅固な都市へと逃れ、壁を塞ぎ、門を補強した。 包囲戦を耐え抜こうとするよりは、あらゆる手段で敵を欺こうとしたのである。
§21.4ἐκείνῳ γὰρ προσκαθεζόμενοι καὶ τὸ χωρίον οὐ χαλεπῶς λήψεσθαι προσδοκῶντες, τούς τε φεύγοντας τῶν βαρβάρων προΐεντο καὶ τῆς ἀθροιζομένης αὖθις τῷ Σερτωρίῳ δυνάμεως ἠμέλησαν.
なぜなら、敵はその都市を取り囲み、そこを容易に奪取できると予期して、逃亡する蛮人たちを見逃し、セルトリウスのために再び集められつつあった軍勢を無視したからである。
ἠθροίζετο δέ, πέμψαντος ἡγεμόνας ἐπὶ τὰς πόλεις αὐτοῦ, καὶ κελεύοντος ὅταν ἤδη πολλοὺς ἔχωσιν, ἄγγελον ἀποστεῖλαι πρὸς αὐτόν.
その軍勢は、彼自身が諸都市に将校たちを派遣し、すでに多くの兵が集まったときには彼に急使を送るよう命じたことによって、集められつつあった。
§21.5ἐπεὶ δὲ ἀπέστειλαν, σὺν οὐδενὶ πόνῳ διεκπαισάμενος τούς πολεμίους συνέμιξε τοῖς ἑαυτοῦ·
急使が送られると、彼は何の手間もなく敵の包囲を突破して自軍の兵と合流した。
καὶ πάλιν ἐπῄει πολὺς γεγονώς καὶ περιέκοπτεν αὐτῶν τὴν μὲν ἀπὸ τῆς γῆς εὐπορίαν ἐνέδραις καὶ κυκλώσεσι καὶ τῷ πανταχόσε φοιτᾶν ὀξὺς ἐπιών, τὰ δʼ ἐκ θαλάττης λῃστρικοῖς σκάφεσι κατέχων τὴν παραλίαν, ὥστε ἠναγκάσθησαν οἱ στρατηγοὶ διαλυθέντες ὁ μὲν εἰς Γαλατίαν ἀπελθεῖν, Πομπήϊος δὲ περὶ Βακκαίους διαχειμάσαι μοχθηρῶς ὑπὸ ἀχρηματίας, γράφων πρὸς τὴν σύγκλητον ὡς ἀπάξει τὸν στρατόν, εἰ μὴ πέμποιεν ἀργύριον αὐτῷ·
そして再び大軍となって現れ、伏兵、包囲、そして神出鬼没の迅速な突撃によって陸からの彼らの補給を断ち、海からの補給は海賊船を用いて沿岸部を支配することで抑えた。 そのため、将軍たちは分散することを余儀なくされ、一方はガリアへ去り、ポンペイウスはバッカエイ人たちの地で、資金不足により惨めな冬越しを余儀なくされ、元老院に対し、もし資金を送ってくれないなら軍を撤退させる、と書き送った。
καταναλωκέναι γὰρ ἤδη τὰ αὑτοῦ προπολεμῶν τῆς Ἰταλίας.
イタリアを防衛するために、すでに私財を使い果たしてしまったからである。
§21.6καὶ πολὺς ἦν οὗτος ἐν Ῥώμῃ λόγος, ὡς Πομπηΐου πρότερος εἰς Ἰταλίαν ἀφίξοιτο Σερτώριος·
そして、セルトリウスがポンペイウスよりも先にイタリアに到着するだろうという噂が、ローマで盛んに囁かれた。
εἰς τοσοῦτον τοὺς πρώτους καὶ δυνατωτάτους τῶν τότε στρατηγῶν ἡ Σερτωρίου δεινότης κατέστησεν.
セルトリウスの老獪さは、当時の第一流で最も強力な将軍たちを、これほどの窮地に追い込んだのである。