§1.1θαυμαστὸν μὲν ἴσως οὐκ ἔστιν, ἐν ἀπείρῳ τῷ χρόνῳ τῆς τύχης ἄλλοτε ἄλλως ῥεούσης, ἐπὶ ταὐτὰ συμπτώματα πολλάκις καταφέρεσθαι τὸ αὐτόματον.
おそらく驚くべきことではない。 無限の時間において、運命が時に応じて様々に流れるなか、偶然がしばしば同じ出来事へと行き着くことは。
εἴτε γὰρ οὐκ ἔστι τῶν ὑποκειμένων ὡρισμένον τὸ πλῆθος, ἄφθονον ἔχει τῆς τῶν ἀποτελουμένων ὁμοιότητος χορηγὸν ἡ τύχη τὴν τῆς ὕλης εὐπειρίαν, εἴτʼ ἔκ τινων ὡρισμένων ἀριθμῷ συμπλέκεται τὰ πράγματα, πολλάκις ἀνάγκη ταὐτὰ γίνεσθαι διὰ τῶν αὑτῶν περαινόμενα.
なぜなら、もし根底にある事物の数が限定されていないならば、運命は、形成されるものの類似性の豊かな供給源を、物質の追従性のうちに持っているからであり、あるいは、もし事柄が数において限定されたいくつかの要素から織り合わされているならば、同じことが同じ経路を通じて遂行され、しばしば生じることは必然だからである。
§1.2ἐπεὶ δʼ ἀγαπῶντες ἔνιοι τὰ τοιαῦτα συνάγουσιν ἱστορίᾳ καὶ ἀκοῇ τῶν κατὰ τύχην γεγονότων ὅσα λογισμοῦ καὶ προνοίας ἔργοις ἔοικεν, οἷον ὅτι δυεῖν Ἄττεων γενομένων ἐμφανῶν, τοῦ μὲν Σύρου, τοῦ δὲ Ἀρκάδος, ἑκάτερος ὑπὸ συὸς ἀπώλετο, δυεῖν δὲ Ἀκταιώνων, ὁ μὲν ὑπὸ τῶν κυνῶν, ὁ δʼ ὑπὸ τῶν ἐραστῶν διεσπάσθη, δυεῖν δὲ Σκηπιώνων, ὑφʼ οὗ μὲν ἐνικήθησαν Καρχηδόνιοι πρότερον, ὑφʼ οὗ δὲ ὕστερον ἄρδην ἀνῃρέθησαν, §1.3ἑάλω δὲ τὸ Ἴλιον ὑφʼ Ἡρακλέους διὰ τὰς Λαομέδοντος ἵππους καὶ ὑπὸ Ἀγαμέμνονος διὰ τοῦ δουρείου προσαγορευθέντος ἵππου, τρίτον δʼ ὑπὸ Χαριδήμου, ταῖς πύλαις ἵππου τινὸς ἐμπεσόντος ἀποκλεῖσαι ταχὺ τῶν Ἰλιέων μὴ δυνηθέντων δυεῖν δὲ ὁμωνύμων τοῖς εὐωδεστάτοις φυτοῖς πόλεων, Ἴου καὶ Σμύρνης, τὸν ποιητὴν Ὅμηρον ἐι ᾗ μὲν γενέσθαι λέγουσιν, ἐν ᾗ δὲ ἀποθανεῖν,
しかし、一部の人々は、そうしたことを好んで、運命によって生じた出来事のうち、理性や予見の働きに似ているものを歴史や伝聞から集めるが、たとえば、二人のアッテスという著名な人物(一人はシリア人、もう一人はアルカディア人)が生じ、それぞれが野猪によって滅ぼされたこと、二人のアクタイオンのうち、一人は猟犬に、もう一人は愛人たちによって八つ裂きにされたこと、二人のスキピオのうち、一方によってかつてカルタゴ人が打ち破られ、他方によって後に完全に滅ぼされたこと、また、イリオンが、ある時はヘラクラスによってラオメドンの馬たちのゆえに、ある時はアガメムノンによっていわゆる「木馬」によって攻略され、三度目にはカリデモスによって、門に一頭の馬が倒れ込んでイリオンの人々が素早く門を閉めることができなかったために攻略されたこと、さらに、最も芳香のある植物にちなんで名づけられた二つの都市、イオスとスミュルナについて、詩人ホメロスは一方の都市で生まれ、他方の都市で死んだと言われていることなどがある。
§1.4φέρε καὶ τοῦτο προσθῶμεν αὐτοῖς, ὅτι καὶ τῶν στρατηγῶν οἱ πολεμικώτατοι καὶ πλεῖστα δόλῳ κατεργασάμενοι μετὰ δεινότητος ἑτερόφθαλμοι γεγόνασι, Φίλιππος, Ἀντίγονος, Ἀννίβας καὶ περὶ οὗ τόδε τὸ σύγγραμμα Σερτώριος, ὃν Φιλίππου μὲν ἄν τις ἀποφαίνοιτο σωφρονέστερον περὶ τὰς γυναῖκας, Ἀντιγόνου δὲ πιστότερον περὶ φίλους, Ἀννίβου δὲ ἡμερώτερον πρὸς πολεμίους,
さあ、これらに対して次のことも付け加えよう。 将軍たちのうちでも最も戦上手で、計略と抜け目なさによって最も多くのことを成し遂げた者たちが隻眼であったということを。 フィリッポス、アンティゴノス、ハンニバル、そして本書の主題であるセルトリウスがそうである。 セルトリウスについては、女性に関してはフィリッポスよりも節度があり、友人に関してはアンティゴノスよりも誠実であり、敵に対してはハンニバルよりも温厚であったと主張できるだろう。
§1.5λειπόμενον δὲ συνέσει μὲν οὐδενὸς τούτων, τύχῃ δὲ πάντων, ᾗ πολὺ τῶν ἐμφανῶν πολεμίων χαλεπωτέρᾳ περὶ πάντα χρησάμενος ἐπανίσωσεν ἑαυτὸν ἐμπειρίᾳ μὲν τῇ Μετέλλου, τόλμῃ δὲ τῇ Πομπηΐου, τύχῃ δὲ τῇ Σύλλα, δυνάμει δὲ τῇ Ῥωμαίων, φυγὰς καὶ βαρβάρων ἔπηλυς ἄρχων ἀντιταξάμενος.
彼は知性においては彼らの誰にも劣っていなかったが、運命においてはすべての人に劣っており、あらゆる点で公然たる敵よりもはるかに過酷な運命に直面しながらも、亡命者であり、蛮族の異邦の指導者として立ち向かい、メテルスの経験、ポンペイウスの大胆さ、スッラの幸運、そしてローマ人の軍事力に対して、己を互角に対峙させたのである。
§1.6τούτῳ δὴ μάλιστα τῶν Ἑλλήνων τὸν Καρδιανὸν ὁμοιοῦμεν Εὐμενῆ·
まさしくこの人物に、ギリシア人の中で我々はカルディアの主エウメネスを最もよく似た者とする。
ἀμφότεροι γὰρ ἀρχικοὶ καὶ σὺν δόλῳ πολεμικοί, καὶ τῆς μὲν αὑτῶν ἀποξενωθέντες, ἡγησάμενοι δʼ ἀλλοδαπῶν, τύχῃ δὲ χρησάμενοι βιαίῳ καὶ ἀδίκῳ περὶ τὴν τελευτήν ἐπιβουλευθέντες γὰρ ἀμφότεροι, μεθʼ ὧν τοὺς πολεμίους ἐνίκων, ὑπὸ τούτων ἀνῃρέθησαν.
なぜなら、二人とも支配の才があり、計略を用いて戦い、自国から追放されて他国の人々を率い、その最期においては暴力的で不当な運命を被ったからである。 というのも、二人とも陰謀を企てられ、かつて共に敵を破っていた者たちによって殺害されたのである。