§1.1θαυμαστὸν μὲν ἴσως οὐκ ἔστιν, ἐν ἀπείρῳ τῷ χρόνῳ τῆς τύχης ἄλλοτε ἄλλως ῥεούσης, ἐπὶ ταὐτὰ συμπτώματα πολλάκις καταφέρεσθαι τὸ αὐτόματον.
Perhaps it is not surprising that, in infinite time, while fortune flows now in one way and now in another, spontaneity should frequently bring about the same events.
εἴτε γὰρ οὐκ ἔστι τῶν ὑποκειμένων ὡρισμένον τὸ πλῆθος, ἄφθονον ἔχει τῆς τῶν ἀποτελουμένων ὁμοιότητος χορηγὸν ἡ τύχη τὴν τῆς ὕλης εὐπειρίαν, εἴτʼ ἔκ τινων ὡρισμένων ἀριθμῷ συμπλέκεται τὰ πράγματα, πολλάκις ἀνάγκη ταὐτὰ γίνεσθαι διὰ τῶν αὑτῶν περαινόμενα.
For either, if the number of underlying elements is not limited, fortune has an abundant supplier for the likeness of the things produced in the tractability of matter; or, if things are woven together from some elements limited in number, it is necessary that the same things often happen, being accomplished through the same means.
§1.2ἐπεὶ δʼ ἀγαπῶντες ἔνιοι τὰ τοιαῦτα συνάγουσιν ἱστορίᾳ καὶ ἀκοῇ τῶν κατὰ τύχην γεγονότων ὅσα λογισμοῦ καὶ προνοίας ἔργοις ἔοικεν, οἷον ὅτι δυεῖν Ἄττεων γενομένων ἐμφανῶν, τοῦ μὲν Σύρου, τοῦ δὲ Ἀρκάδος, ἑκάτερος ὑπὸ συὸς ἀπώλετο, δυεῖν δὲ Ἀκταιώνων, ὁ μὲν ὑπὸ τῶν κυνῶν, ὁ δʼ ὑπὸ τῶν ἐραστῶν διεσπάσθη, δυεῖν δὲ Σκηπιώνων, ὑφʼ οὗ μὲν ἐνικήθησαν Καρχηδόνιοι πρότερον, ὑφʼ οὗ δὲ ὕστερον ἄρδην ἀνῃρέθησαν, §1.3ἑάλω δὲ τὸ Ἴλιον ὑφʼ Ἡρακλέους διὰ τὰς Λαομέδοντος ἵππους καὶ ὑπὸ Ἀγαμέμνονος διὰ τοῦ δουρείου προσαγορευθέντος ἵππου, τρίτον δʼ ὑπὸ Χαριδήμου, ταῖς πύλαις ἵππου τινὸς ἐμπεσόντος ἀποκλεῖσαι ταχὺ τῶν Ἰλιέων μὴ δυνηθέντων δυεῖν δὲ ὁμωνύμων τοῖς εὐωδεστάτοις φυτοῖς πόλεων, Ἴου καὶ Σμύρνης, τὸν ποιητὴν Ὅμηρον ἐι ᾗ μὲν γενέσθαι λέγουσιν, ἐν ᾗ δὲ ἀποθανεῖν, §1.4φέρε καὶ τοῦτο προσθῶμεν αὐτοῖς, ὅτι καὶ τῶν στρατηγῶν οἱ πολεμικώτατοι καὶ πλεῖστα δόλῳ κατεργασάμενοι μετὰ δεινότητος ἑτερόφθαλμοι γεγόνασι, Φίλιππος, Ἀντίγονος, Ἀννίβας καὶ περὶ οὗ τόδε τὸ σύγγραμμα Σερτώριος, ὃν Φιλίππου μὲν ἄν τις ἀποφαίνοιτο σωφρονέστερον περὶ τὰς γυναῖκας, Ἀντιγόνου δὲ πιστότερον περὶ φίλους, Ἀννίβου δὲ ἡμερώτερον πρὸς πολεμίους, §1.5λειπόμενον δὲ συνέσει μὲν οὐδενὸς τούτων, τύχῃ δὲ πάντων, ᾗ πολὺ τῶν ἐμφανῶν πολεμίων χαλεπωτέρᾳ περὶ πάντα χρησάμενος ἐπανίσωσεν ἑαυτὸν ἐμπειρίᾳ μὲν τῇ Μετέλλου, τόλμῃ δὲ τῇ Πομπηΐου, τύχῃ δὲ τῇ Σύλλα, δυνάμει δὲ τῇ Ῥωμαίων, φυγὰς καὶ βαρβάρων ἔπηλυς ἄρχων ἀντιταξάμενος.
But since some, delighting in such things, collect from history and hearsay of accidental events all those that seem like works of reason and foresight—for instance, that, two Atteses having become famous, the one of Syria, the other of Arcadia, each was destroyed by a wild boar; and of two Actaeons, the one was torn to pieces by dogs, the other by his lovers; and of two Scipios, by the one the Carthaginians were defeated first, and by the other they were utterly destroyed later; and Ilium was captured by Heracles on account of the horses of Laomedon, and by Agamemnon by means of the so-called wooden horse, and thirdly by Charidemus, when a certain horse fell in the gates and the Ilians were unable quickly to close them; and of two cities named after the sweetest-smelling plants, Ios and Smyrna, they say the poet Homer was born in the one and died in the other— come, let us add this also to them, that also of the generals the most warlike and those who accomplished the most by deceit combined with cleverness have been one-eyed: Philip, Antigonus, Hannibal, and the one about whom this writing is, Sertorius, whom one might declare to have been more self-controlled than Philip regarding women, more loyal than Antigonus regarding friends, and milder than Hannibal toward enemies, and while lagging behind none of these in intelligence, but behind all in fortune, which he found much more harsh than his open enemies in all things, he balanced himself against the experience of Metellus, the daring of Pompey, the fortune of Sulla, and the power of the Romans, opposing them as an exile and a foreign leader of barbarians.
§1.6τούτῳ δὴ μάλιστα τῶν Ἑλλήνων τὸν Καρδιανὸν ὁμοιοῦμεν Εὐμενῆ· ἀμφότεροι γὰρ ἀρχικοὶ καὶ σὺν δόλῳ πολεμικοί, καὶ τῆς μὲν αὑτῶν ἀποξενωθέντες, ἡγησάμενοι δʼ ἀλλοδαπῶν, τύχῃ δὲ χρησάμενοι βιαίῳ καὶ ἀδίκῳ περὶ τὴν τελευτήν ἐπιβουλευθέντες γὰρ ἀμφότεροι, μεθʼ ὧν τοὺς πολεμίους ἐνίκων, ὑπὸ τούτων ἀνῃρέθησαν.
To him indeed of the Greeks we especially compare Eumenes of Cardia; for both were commanding and warlike with deceit, and having been exiled from their own land, they ruled over foreign lands, and experienced a violent and unjust fortune concerning their end; for both, having been plotted against, were destroyed by those with whom they used to defeat their enemies.