§1.1θαυμαστὸν μὲν ἴσως οὐκ ἔστιν, ἐν ἀπείρῳ τῷ χρόνῳ τῆς τύχης ἄλλοτε ἄλλως ῥεούσης, ἐπὶ ταὐτὰ συμπτώματα πολλάκις καταφέρεσθαι τὸ αὐτόματον.
在无限的时间中,命运时而流向这一方,时而流向那一方,偶然性经常导致相同的事件,这也许并不令人惊奇。
εἴτε γὰρ οὐκ ἔστι τῶν ὑποκειμένων ὡρισμένον τὸ πλῆθος, ἄφθονον ἔχει τῆς τῶν ἀποτελουμένων ὁμοιότητος χορηγὸν ἡ τύχη τὴν τῆς ὕλης εὐπειρίαν, εἴτʼ ἔκ τινων ὡρισμένων ἀριθμῷ συμπλέκεται τὰ πράγματα, πολλάκις ἀνάγκη ταὐτὰ γίνεσθαι διὰ τῶν αὑτῶν περαινόμενα.
因为,如果底层事物的数量不是有限的,命运在物质的易塑性中便拥有了产生相似事物的丰富源泉;或者,如果事物是由数量有限的某些要素交织而成的,那么相同的事情通过相同的途径得以完成并频繁发生,便是必然的。
§1.2ἐπεὶ δʼ ἀγαπῶντες ἔνιοι τὰ τοιαῦτα συνάγουσιν ἱστορίᾳ καὶ ἀκοῇ τῶν κατὰ τύχην γεγονότων ὅσα λογισμοῦ καὶ προνοίας ἔργοις ἔοικεν, οἷον ὅτι δυεῖν Ἄττεων γενομένων ἐμφανῶν, τοῦ μὲν Σύρου, τοῦ δὲ Ἀρκάδος, ἑκάτερος ὑπὸ συὸς ἀπώλετο, δυεῖν δὲ Ἀκταιώνων, ὁ μὲν ὑπὸ τῶν κυνῶν, ὁ δʼ ὑπὸ τῶν ἐραστῶν διεσπάσθη, δυεῖν δὲ Σκηπιώνων, ὑφʼ οὗ μὲν ἐνικήθησαν Καρχηδόνιοι πρότερον, ὑφʼ οὗ δὲ ὕστερον ἄρδην ἀνῃρέθησαν, §1.3ἑάλω δὲ τὸ Ἴλιον ὑφʼ Ἡρακλέους διὰ τὰς Λαομέδοντος ἵππους καὶ ὑπὸ Ἀγαμέμνονος διὰ τοῦ δουρείου προσαγορευθέντος ἵππου, τρίτον δʼ ὑπὸ Χαριδήμου, ταῖς πύλαις ἵππου τινὸς ἐμπεσόντος ἀποκλεῖσαι ταχὺ τῶν Ἰλιέων μὴ δυνηθέντων δυεῖν δὲ ὁμωνύμων τοῖς εὐωδεστάτοις φυτοῖς πόλεων, Ἴου καὶ Σμύρνης, τὸν ποιητὴν Ὅμηρον ἐι ᾗ μὲν γενέσθαι λέγουσιν, ἐν ᾗ δὲ ἀποθανεῖν, §1.4φέρε καὶ τοῦτο προσθῶμεν αὐτοῖς, ὅτι καὶ τῶν στρατηγῶν οἱ πολεμικώτατοι καὶ πλεῖστα δόλῳ κατεργασάμενοι μετὰ δεινότητος ἑτερόφθαλμοι γεγόνασι, Φίλιππος, Ἀντίγονος, Ἀννίβας καὶ περὶ οὗ τόδε τὸ σύγγραμμα Σερτώριος, ὃν Φιλίππου μὲν ἄν τις ἀποφαίνοιτο σωφρονέστερον περὶ τὰς γυναῖκας, Ἀντιγόνου δὲ πιστότερον περὶ φίλους, Ἀννίβου δὲ ἡμερώτερον πρὸς πολεμίους,
但是,既然有些人乐于搜集此类事情,从历史和传闻中整理出那些看起来像是理性和预见之作的偶然事件,例如:曾有两个著名的阿提斯,一个是叙利亚人,另一个是阿卡迪亚人,各自都被野猪所害;两个阿克泰翁,一个被猎犬撕裂,另一个被他的情人撕碎;两个西庇阿,一个在先前击败了迦太基人,另一个在后来将他们彻底消灭;特洛伊曾因拉奥墨冬的马匹而被赫拉克勒斯攻陷,后因所谓的木马而被阿伽门农攻陷,第三次则被哈里德摩斯攻陷,当时一匹马倒在城门口,特洛伊人未能迅速将其关闭;以及两个以最芳香的植物命名的城市——伊奥斯和斯密那,人们说诗人荷马在其中一个出生,在另一个去世—— 且让我们向他们补充这一点:在将领中,最善战且最常通过计谋与精明取得成就的人,往往是独眼:腓力、安提柯、汉尼拔,以及作为本书主题的塞尔托里乌斯。
§1.5λειπόμενον δὲ συνέσει μὲν οὐδενὸς τούτων, τύχῃ δὲ πάντων, ᾗ πολὺ τῶν ἐμφανῶν πολεμίων χαλεπωτέρᾳ περὶ πάντα χρησάμενος ἐπανίσωσεν ἑαυτὸν ἐμπειρίᾳ μὲν τῇ Μετέλλου, τόλμῃ δὲ τῇ Πομπηΐου, τύχῃ δὲ τῇ Σύλλα, δυνάμει δὲ τῇ Ῥωμαίων, φυγὰς καὶ βαρβάρων ἔπηλυς ἄρχων ἀντιταξάμενος.
人们也许会宣称,塞尔托里乌斯在对待妇女方面比腓力更为克制,在对待朋友方面比安提柯更为忠诚,在对待敌人方面比汉尼拔更为温和;虽然在智慧上他不落后于这三者中的任何一人,但在命运上却落后于所有人,他发现命运在一切事情上都比他公开的敌人更为严酷,但他却通过对抗,以梅特鲁斯的经验、庞培的大胆、苏拉的幸运以及罗马人的力量来平衡自己,他虽身为流亡者和野蛮人的异国领袖,却与他们分庭抗礼。
§1.6τούτῳ δὴ μάλιστα τῶν Ἑλλήνων τὸν Καρδιανὸν ὁμοιοῦμεν Εὐμενῆ· ἀμφότεροι γὰρ ἀρχικοὶ καὶ σὺν δόλῳ πολεμικοί, καὶ τῆς μὲν αὑτῶν ἀποξενωθέντες, ἡγησάμενοι δʼ ἀλλοδαπῶν, τύχῃ δὲ χρησάμενοι βιαίῳ καὶ ἀδίκῳ περὶ τὴν τελευτήν ἐπιβουλευθέντες γὰρ ἀμφότεροι, μεθʼ ὧν τοὺς πολεμίους ἐνίκων, ὑπὸ τούτων ἀνῃρέθησαν.
在希腊人中,我们最能与此人相提并论的是卡尔迪亚的欧墨尼斯;因为两人都具有统治才能,且善于用计作战,他们都被驱逐出自己的国土,统治了异国之人,并且在他们的终局中经历了解暴虐和不公的命运;因为两人都遭遇了阴谋,被他们曾共同用来击败敌人的那些人所杀害。