§11.1τοὐντεῦθεν ὁ μὲν περιτειχίσας τὰ Νῶρα καὶ φρουρὰν καταλιπών ἀνέζευξεν Εὐμενὴς δὲ πολιορκούμενος ἐγκρατῶς, τοῦ χωρίου σῖτον καὶ ὕδωρ ἄφθονον καὶ ἅλας καὶ ἄλλο μηδὲν ἔχοντος ἐδώδιμον μηδὲ ἥδυσμα πρὸς τὸν σῖτον, ἐκ τῶν παρόντων ὅμως κατεσκεύαζε τοῖς συνοῦσιν ἱλαρὰν τὴν δίαιταν, ἐν μέρει τε παραλαμβάνων πάντας ἐπὶ τὴν αὑτοῦ τράπεζαν, καὶ τὸ συσσίτιον ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ φιλοφροσύνην ἐφηδύνων.
その後、アンティゴノスはノラを包囲し、守備隊を残して撤退した。 一方、エウメネスは頑強に包囲されていたが、その場所には穀物と豊富な水、塩しかなく、他に食べられるものも、穀物に添える調味料もなかった。 それでも、彼は手元にあるものから同行者たちのために愉快な生活を整え、皆を交代で自分の食卓に招き、魅力と親切さに満ちた会話によって共同の食事を楽しいものにした。
§11.2ἦν δὲ καὶ τὸ εἶδος ἡδύς, οὐ πολεμικῷ καὶ τετριμμένῳ διʼ ὅπλων ἐοικώς, ἀλλὰ γλαφυρὸς καὶ νεοπρεπὴς, καὶ πᾶν τὸ σῶμα διηρθρωμένος ὡς ὑπὸ τέχνης ἀκριβῶς τοῖς μέλεσι θαυμαστὴν συμμετρίαν σιν, εἰπεῖν δὲ οὐ δεινός, αἱμύλος δὲ καὶ πιθανός, ὡς ἐκ τῶν ἐπιστολῶν συμβάλλειν ἐστίν.
また、彼の容姿は心地よく、武器によって鍛え抜かれた無骨な戦士のようではなく、優雅で若々しく、全身の関節がしっかりと整っており、まるで芸術によって正確にその肢体に驚くべき均整が与えられているかのようであった。 話すことは特に巧みというわけではなかったが、魅力的で説得力があり、それは彼の書簡から推し量ることができる。
§11.3ἐπεὶ δὲ τοὺς σὺν αὐτῷ πολιορκουμένους ἡ στενοχωρία μάλιστα πάντων ἔβλαπτεν, ἐν οἰκήμασι μικροῖς καὶ τόπῳ δυοῖν σταδίοιν ἔχοντι τὴν περίμετρον ἀναστρεφομένους, τροφὴν δὲ ἀγυμνάστους μὲν αὐτοὺς λαμβάνοντας, ἀργοῖς δὲ τοῖς ἵπποις προσφέροντας, οὐ μόνον τὸν ἄλυν αὐτῶν ὑπὸ τῆς ἀπραξίας μαραινομένων ἀπαλλάξαι βουλόμενος, ἀλλὰ καὶ πρὸς φυγήν, εἰ παραπέσοι καιρός, ἁμῶς γέ πως ἠσκημένοις χρήσασθαι, §11.4τοῖς μὲν ἀνθρώποις οἶκον, ὃς ἦν μέγιστος ἐν τῷ χωρίῳ, δεκατεσσάρων πηχῶν τὸ μῆκος, ἀπέδειξε περίπατον, κατὰ μικρὸν ἐπιτείνειν τὴν κίνησιν κελεύων, τῶν δὲ ἵππων ἕκαστον ῥυτῆρσι μεγάλοις εἰς τὴν ὀροφὴν ἀναδεδεμένοις ὑποζώσας ἐκ τῶν περὶ τὸν αὐχένα μερῶν ἐμετεώριζε καὶ παρήγειρε διὰ τροχιλίας, ὥστε τοῖς μὲν ὀπισθίοις σκέλεσιν ἐπὶ τῆς γῆς ἐρείδεσθαι, τοῖς δὲ ἐμπροσθίοις ποσὶν ἀκρωνύχους ἐπιψαύειν.
しかし、彼とともに包囲されている人々にとって、狭苦しさが何よりも害となっていた。 彼らは小さな家々に住み、周囲わずか2スタディオンの場所で行き来しており、運動もせずに食事を摂り、馬たちにも働かせずに餌を与えていたからである。 そこで、エウメネスは、彼らが活動を欠くことによって精神的に衰えていく退屈を取り除きたいと望んだだけでなく、もし機会が訪れたなら、何らかの形で訓練された状態で彼らを用いたいとも望み、人間たちには、その砦の中で最も大きく、長さが14ペーキュスある家を散歩道として指定し、少しずつ運動を強化するように命じた。 一方、馬については、それぞれの首の周りの部分から、天井に結びつけられた大きな引き革で胴を吊り下げ、滑車を使って空中に持ち上げ、引き起こした。 その結果、後ろ脚は地面に踏ん張るものの、前脚は蹄の先だけで地面に触れるようにした。
§11.5οὕτω δὲ ἀνηρτημένους οἱ ἱπποκόμοι παρεστῶτες ἅμα ταῖς τε κραυγαῖς καὶ ταῖς μάστιξιν ἐπηρέθιζον οἱ δὲ πιμπλάμενοι θυμοῦ καὶ ὀργῆς τοῖς μὲν ὀπισθίοις ἐνήλλοντο καὶ διεσκίρτων σκέλεσι, τοῖς δὲ μετεώροις ἐφιέμενοι στηρίξασθαι καὶ κροτοῦντες τὸ ἔδαφος κατετείνοντο πᾶν τὸ σῶμα καὶ πολὺν ἠφίεσαν ἱδρῶτα καὶ σταλαγμόν, οὔτε πρὸς τάχος οὔτε πρὸς ῥώμην γυμναζόμενοι κακῶς, τὰς δὲ κριθὰς ἐνέβαλλον αὐτοῖς ἐπτισμένας, ἵνα κατεργάζωνται θᾶττον καὶ πέττωσι βέλτιον.
このように吊り下げられた状態で、馬丁たちがそばに立ち、大声と鞭の両方で馬たちを刺激した。 すると馬たちは、興奮と怒りに満ちて、後ろ脚で跳ね上がり暴れ回り、空中に浮いた前脚を踏ん張ろうと求めて地面を叩き、全身を緊張させ、大量の汗を流した。 このようにして、速度にとっても筋力にとっても、悪くない訓練をされたのである。 そして、馬丁たちは彼らに殻を剥いた大麦を与えた。 それは、馬たちがそれをより早く消化し、よりよく吸収できるようにするためであった。