§11.1τοὐντεῦθεν ὁ μὲν περιτειχίσας τὰ Νῶρα καὶ φρουρὰν καταλιπών ἀνέζευξεν Εὐμενὴς δὲ πολιορκούμενος ἐγκρατῶς, τοῦ χωρίου σῖτον καὶ ὕδωρ ἄφθονον καὶ ἅλας καὶ ἄλλο μηδὲν ἔχοντος ἐδώδιμον μηδὲ ἥδυσμα πρὸς τὸν σῖτον, ἐκ τῶν παρόντων ὅμως κατεσκεύαζε τοῖς συνοῦσιν ἱλαρὰν τὴν δίαιταν, ἐν μέρει τε παραλαμβάνων πάντας ἐπὶ τὴν αὑτοῦ τράπεζαν, καὶ τὸ συσσίτιον ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ φιλοφροσύνην ἐφηδύνων.
此后,安提柯包围了诺拉,并留下守军撤离了;而尤曼尼斯虽然处于严密的包围之中——因该地除了谷物、充足的水和盐之外,别无其他食物,也没有佐餐的调味品——但他仍利用现有的条件,为同伴们安排了愉快的生活,轮流邀请所有人来到自己的餐桌前,并用充满魅力与友善的谈吐来为共餐增添乐趣。
§11.2ἦν δὲ καὶ τὸ εἶδος ἡδύς, οὐ πολεμικῷ καὶ τετριμμένῳ διʼ ὅπλων ἐοικώς, ἀλλὰ γλαφυρὸς καὶ νεοπρεπὴς, καὶ πᾶν τὸ σῶμα διηρθρωμένος ὡς ὑπὸ τέχνης ἀκριβῶς τοῖς μέλεσι θαυμαστὴν συμμετρίαν σιν, εἰπεῖν δὲ οὐ δεινός, αἱμύλος δὲ καὶ πιθανός, ὡς ἐκ τῶν ἐπιστολῶν συμβάλλειν ἐστίν.
他的容貌也很令人愉悦,不像是一个在武器中饱受磨砺、粗犷的武士,而是优雅而显得年轻,并且全身关节匀称,仿佛是由精湛的艺术精确地赋予肢体奇妙的匀称。 他虽不擅长雄辩,但说话委婉动听且有说服力,这从他的书信中可以推测出来。
§11.3ἐπεὶ δὲ τοὺς σὺν αὐτῷ πολιορκουμένους ἡ στενοχωρία μάλιστα πάντων ἔβλαπτεν, ἐν οἰκήμασι μικροῖς καὶ τόπῳ δυοῖν σταδίοιν ἔχοντι τὴν περίμετρον ἀναστρεφομένους, τροφὴν δὲ ἀγυμνάστους μὲν αὐτοὺς λαμβάνοντας, ἀργοῖς δὲ τοῖς ἵπποις προσφέροντας, οὐ μόνον τὸν ἄλυν αὐτῶν ὑπὸ τῆς ἀπραξίας μαραινομένων ἀπαλλάξαι βουλόμενος, ἀλλὰ καὶ πρὸς φυγήν, εἰ παραπέσοι καιρός, ἁμῶς γέ πως ἠσκημένοις χρήσασθαι,
但是,由于狭窄的空间对与他一同被围困的人造成了最大的伤害,他们生活在狭小的房屋中,在周长仅两斯塔德的地方活动,在不运动的情况下进食,并给闲置的马匹喂食。 尤曼尼斯不仅想消除他们因无所事事而逐渐消沉的郁闷,而且还想让他们在机会来临时,能以某种训练有素的状态进行逃跑。
§11.4τοῖς μὲν ἀνθρώποις οἶκον, ὃς ἦν μέγιστος ἐν τῷ χωρίῳ, δεκατεσσάρων πηχῶν τὸ μῆκος, ἀπέδειξε περίπατον, κατὰ μικρὸν ἐπιτείνειν τὴν κίνησιν κελεύων, τῶν δὲ ἵππων ἕκαστον ῥυτῆρσι μεγάλοις εἰς τὴν ὀροφὴν ἀναδεδεμένοις ὑποζώσας ἐκ τῶν περὶ τὸν αὐχένα μερῶν ἐμετεώριζε καὶ παρήγειρε διὰ τροχιλίας, ὥστε τοῖς μὲν ὀπισθίοις σκέλεσιν ἐπὶ τῆς γῆς ἐρείδεσθαι, τοῖς δὲ ἐμπροσθίοις ποσὶν ἀκρωνύχους ἐπιψαύειν.
于是,他把寨子里最大的一间、长度为十四皮克斯的房子指定为人们的散步场所,命令他们逐渐加强运动;而对于马匹,他用系在屋顶上的大皮带从它们脖子周围的部位将每匹马的身体吊起,并通过滑车将其悬空并抬高,使得它们后腿支撑在地上,而前脚仅以蹄尖触地。
§11.5οὕτω δὲ ἀνηρτημένους οἱ ἱπποκόμοι παρεστῶτες ἅμα ταῖς τε κραυγαῖς καὶ ταῖς μάστιξιν ἐπηρέθιζον οἱ δὲ πιμπλάμενοι θυμοῦ καὶ ὀργῆς τοῖς μὲν ὀπισθίοις ἐνήλλοντο καὶ διεσκίρτων σκέλεσι, τοῖς δὲ μετεώροις ἐφιέμενοι στηρίξασθαι καὶ κροτοῦντες τὸ ἔδαφος κατετείνοντο πᾶν τὸ σῶμα καὶ πολὺν ἠφίεσαν ἱδρῶτα καὶ σταλαγμόν, οὔτε πρὸς τάχος οὔτε πρὸς ῥώμην γυμναζόμενοι κακῶς, τὰς δὲ κριθὰς ἐνέβαλλον αὐτοῖς ἐπτισμένας, ἵνα κατεργάζωνται θᾶττον καὶ πέττωσι βέλτιον.
马匹就这样被吊着,马夫们站在旁边,同时用叫喊和鞭打来刺激它们。 马匹因充满愤怒和狂躁,用后腿跳跃和挣扎,并渴望将悬空的前脚踏在地上,它们敲打着地面,全身紧绷,流出大量的汗水和泡沫,如此一来,无论是在速度还是力量上都得到了极好的锻炼。 此外,马夫们还喂给它们去壳的大麦,以便它们能更快地消化并更好地吸收。