§1.1εὐμενῆ δὲ τὸν Καρδιανὸν ἱστορεῖ Δοῦρις πατρὸς μὲν ἁμαξεύοντος ἐν Χερρονήσῳ διὰ πενίαν γενέσθαι, τραφῆναι δὲ ἐλευθερίως ἐν γράμμασι καὶ περὶ παλαίστραν· ἔτι δὲ παιδὸς ὄντος αὐτοῦ Φίλιππον παρεπιδημοῦντα καὶ σχολὴν ἄγοντα τὰ τῶν Καρδιανῶν θεάσασθαι παγκράτια μειρακίων καὶ παλαίσματα παίδων, ἐν οἷς εὐημερήσαντα τὸν Εὐμενῆ καὶ φανέντα συνετὸν καὶ ἀνδρεῖον ἀρέσαι τῷ Φιλίππῳ καὶ ἀναληφθῆναι.
歴史家ドゥーリスは、カルディアのエウメネスについて、父親は貧しさのためにヘルソネソスで荷車引きをしていたが、彼は自由人にふさわしく読み書きと体育の教育を受けて育ち、彼がまだ子供であったとき、この地を訪れ余暇を過ごしていたフィリッポスが、カルディアの若者たちのパンクラティオンと少年たちの相撲を観戦し、その競技においてエウメネスが頭角を現し、賢くかつ勇敢であると見えてフィリッポスに気に入られ、彼に召し抱えられた、と伝えている。
§1.2δοκοῦσι δὲ εἰκότα λέγειν μᾶλλον οἱ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν τὸν Εὐμενῆ λέγοντες ὑπὸ τοῦ Φιλίππου προαχθῆναι.
しかし、父親同士のなじみと友情によってエウメネスがフィリッポスに引き立てられたと述べる人々の方が、よりありそうなことを語っていると思われる。
μετὰ δὲ τὴν ἐκείνου τελευτὴν οὔτε συνέσει τινὸς οὔτε πίστει λείπεσθαι δοκῶν τῶν περὶ Ἀλέξανδρον ἐκαλεῖτο μὲν ἀρχιγραμματεύς, τιμῆς δὲ ὥσπερ οἱ μάλιστα φίλοι καὶ συνήθεις ἐτύγχανεν, ὥστε καὶ στρατηγὸς ἀποσταλῆναι κατὰ τὴν Ἰνδικὴν ἐφʼ ἑαυτοῦ μετὰ δυνάμεως, καὶ τὴν Περδίκκου παραλαβεῖν ἱππαρχίαν, ὅτε Περδίκκας, ἀποθανόντος Ἡφαιστίωνος, εἰς τὴν ἐκείνου προῆλθε τάξιν.
フィリッポスの死後、アレクサンドロスの側近たちの誰にも知性においても信頼性においても劣っていないと見なされていた彼は、主任書記官と呼ばれていたが、最も親しい友人や知己たちと同様の栄誉にあずかっており、そのため、インド遠征においては将軍として自ら軍を率いて派遣されるほどであり、また、ヘファイスティオンが亡くなってペルディッカスがその地位に昇進したときには、ペルディッカスの騎兵長官の地位を引き継いだ。
§1.3διὸ καὶ Νεοπτολέμου τοῦ ἀρχιυπασπιστοῦ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν λέγοντος ὡς αὐτὸς μὲν ἀσπίδα καὶ λόγχην, Εὐμενὴς δὲ γραφεῖον ἔχων καὶ πινακίδιον ἠκολούθει, κατεγέλων οἱ Μακεδόνες, μετὰ τῶν ἄλλων καλῶν τὸν Εὐμενῆ καὶ τῆς κατὰ τὸν γάμον οἰκειότητος ὑπὸ τοῦ βασιλέως εἰδότες ἀξιωθέντα.
それゆえ、アレクサンドロスの死後に近衛歩兵長ネオプトレモスが、「自分は盾と槍を持って従ったが、エウメネスは鉄筆と書き板を持って従っていた」と言ったとき、マケドニア人たちは彼をあざ笑った。 彼らは、エウメネスが他の栄誉ある事柄だけでなく、王によって婚姻による親族関係の栄誉にもあずかっていたことを知っていたからである。
Βαρσίνην γὰρ τὴν Ἀρταβάζου πρώτην ἐν Ἀσίᾳ γνοὺς ὁ Ἀλέξανδρος, ἐξ ἧς υἱὸν ἔσχεν Ἡρακλέα, τῶν ταύτης ἀδελφῶν Πτολεμαίῳ μὲν Ἀπάμαν, Εὐμενεῖ δὲ Βαρσίνην ἐξέδωκεν, ὅτε καὶ τὰς ἄλλας Περσίδας διένειμε καὶ συνῴκισε τοῖς ἑταίροις.
実際、アレクサンドロスは、アジアで最初に知った女性であるアルタバゾスの娘バルシネ(彼女との間に息子のヘラクレスをもうけた)の姉妹たちのうち、プトレマイオスにはアパマを、エウメネスにはバルシネを妻として与えた。 これは、彼が他のペルシア人女性たちを分配し、ヘタイロイたちに娶らせたときのことである。