Humanitext Reader

普鲁塔克 · 欧墨尼斯传 §1.1-1.3

尤曼尼斯的出身与进入王廷

第 1 段,共 19 段 · 希腊语

内容简介

介绍卡尔迪亚人尤曼尼斯的出身、教育以及他开始服务于菲力国王的各种说法,并讲述他在亚历山大大帝手下担任首席秘书时获得的高度信任与荣耀,以及通过王室联姻结成姻亲的事实。

§1.1εὐμενῆ δὲ τὸν Καρδιανὸν ἱστορεῖ Δοῦρις πατρὸς μὲν ἁμαξεύοντος ἐν Χερρονήσῳ διὰ πενίαν γενέσθαι, τραφῆναι δὲ ἐλευθερίως ἐν γράμμασι καὶ περὶ παλαίστραν· ἔτι δὲ παιδὸς ὄντος αὐτοῦ Φίλιππον παρεπιδημοῦντα καὶ σχολὴν ἄγοντα τὰ τῶν Καρδιανῶν θεάσασθαι παγκράτια μειρακίων καὶ παλαίσματα παίδων, ἐν οἷς εὐημερήσαντα τὸν Εὐμενῆ καὶ φανέντα συνετὸν καὶ ἀνδρεῖον ἀρέσαι τῷ Φιλίππῳ καὶ ἀναληφθῆναι.
历史家杜里斯记载,卡尔迪亚人尤曼尼斯因父亲贫困而在赫尔松尼苏斯驾车度日,但他本人却受到了适合自由人的文学与体育教育;在他还是个孩子的时候,正巧菲力访问该地并处于闲暇之中,观看了卡尔迪亚青年们的潘克拉辛和少年们的摔角比赛,在这些比赛中,尤曼尼斯表现出色,显得既聪明又勇敢,从而取悦了菲力并被其收留。
§1.2δοκοῦσι δὲ εἰκότα λέγειν μᾶλλον οἱ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν τὸν Εὐμενῆ λέγοντες ὑπὸ τοῦ Φιλίππου προαχθῆναι.
然而,那些说尤曼尼斯是因为父辈的宾客之谊和友谊而被菲力提拔的人,似乎说得更合乎情理。
μετὰ δὲ τὴν ἐκείνου τελευτὴν οὔτε συνέσει τινὸς οὔτε πίστει λείπεσθαι δοκῶν τῶν περὶ Ἀλέξανδρον ἐκαλεῖτο μὲν ἀρχιγραμματεύς, τιμῆς δὲ ὥσπερ οἱ μάλιστα φίλοι καὶ συνήθεις ἐτύγχανεν, ὥστε καὶ στρατηγὸς ἀποσταλῆναι κατὰ τὴν Ἰνδικὴν ἐφʼ ἑαυτοῦ μετὰ δυνάμεως, καὶ τὴν Περδίκκου παραλαβεῖν ἱππαρχίαν, ὅτε Περδίκκας, ἀποθανόντος Ἡφαιστίωνος, εἰς τὴν ἐκείνου προῆλθε τάξιν.
在那人死后,尤曼尼斯在智慧和忠诚上被认为不亚于亚历山大身边的任何人,虽然他被称为首席秘书,但享有的荣誉却与最亲密的朋友和亲信无异,以至于在印度战役中,他甚至被作为将军亲自率领一支军队派出,并在赫菲斯提翁去世、佩尔狄卡斯晋升到其职位时,接管了佩尔狄卡斯的骑兵长官职务。
§1.3διὸ καὶ Νεοπτολέμου τοῦ ἀρχιυπασπιστοῦ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν λέγοντος ὡς αὐτὸς μὲν ἀσπίδα καὶ λόγχην, Εὐμενὴς δὲ γραφεῖον ἔχων καὶ πινακίδιον ἠκολούθει, κατεγέλων οἱ Μακεδόνες, μετὰ τῶν ἄλλων καλῶν τὸν Εὐμενῆ καὶ τῆς κατὰ τὸν γάμον οἰκειότητος ὑπὸ τοῦ βασιλέως εἰδότες ἀξιωθέντα.
因此,当近卫步兵长新普托勒莫斯在亚历山大死后说,他自己拿着盾牌和长矛追随国王,而尤曼尼斯则拿着铁笔和写字板追随国王时,马其顿人无不嘲笑他,因为他们知道,尤曼尼斯除了其他荣誉外,还被国王授予了通过婚姻结成姻亲的荣誉。
Βαρσίνην γὰρ τὴν Ἀρταβάζου πρώτην ἐν Ἀσίᾳ γνοὺς ὁ Ἀλέξανδρος, ἐξ ἧς υἱὸν ἔσχεν Ἡρακλέα, τῶν ταύτης ἀδελφῶν Πτολεμαίῳ μὲν Ἀπάμαν, Εὐμενεῖ δὲ Βαρσίνην ἐξέδωκεν, ὅτε καὶ τὰς ἄλλας Περσίδας διένειμε καὶ συνῴκισε τοῖς ἑταίροις.
原来,亚历山大在亚洲最先结识的女性是阿尔塔巴佐斯的女儿巴尔馨(并与她生下儿子赫拉克勒斯),他将她的姐妹们——阿帕玛嫁给托勒密,巴尔馨嫁给尤曼尼斯,当时他正将其他波斯妇女分给并嫁给他的同伴们。

词汇与语法注释

  1. 1.1ἱστορεῖ Δοῦρις ... γενέσθαι, τραφῆναι δὲ ... θεάσασθαι ... ἀρέσαι ... καὶ ἀναληφθῆναι — 这是一个依附于主动词 ἱστορεῖ(杜里斯记载)的“对格加不定式”间接引语结构。尽管句子很长,但 γενέσθαι、τραφῆναι、θεάσασθαι、ἀρέσαι 和 ἀναληφθῆναι 均为并列的不定式,共同作为 ἱστορεῖ 的宾语。
  2. 1.2οὔτε συνέσει τινὸς οὔτε πίστει λείπεσθαι δοκῶν τῶν περὶ Ἀλέξανδρον — 比较属格 τῶν περὶ Ἀλέξανδρον(比亚历山大身边的人)修饰被动不定式 λείπεσθαι(逊色、落后),而关系与格 συνέσει 和 πίστει(在智慧上、在忠诚上)则作为其修饰语。
  3. 1.3τῶν ταύτης ἀδελφῶν Πτολεμαίῳ μὲν Ἀπάμαν, Εὐμενεῖ δὲ Βαρσίνην ἐξέδωκεν — 短语 τῶν ταύτης ἀδελφῶν 是部分属格,修饰 ἐξέδωκεν,(嫁给、作为妻子给与)的直接宾语 Ἀπάμαν 和 Βαρσίνην。其结构表示“在她的姐妹中,[他将]阿帕玛[嫁给]……,将巴尔馨[嫁给]……”。

引用这一段

普鲁塔克, 欧墨尼斯传 §1.1-1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg041.humanitext-grc2:1.1-1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。