§9.1συνδειπνῆσαι δὲ τῷ Κίμωνί φησιν ὁ Ἴων παντάπασι μειράκιον ἥκων εἰς Ἀθήνας ἐκ Χίου παρὰ Λαομέδοντι·
イオンは、自分がまだ全くの若者であった頃、ヒオス島からアテナイのラオメドンのもとへとやって来て、キモンと会食したと語っている。
καὶ τῶν σπονδῶν γενομένων παρακληθέντοςᾆσαι, καὶ ἄσαντοςοὐκ ἀηδῶς ἐπαινεῖν τοὺς παρόντας ὡς δεξιώτερον Θεμιστοκλέους·
そして献酒が行われたとき、キモンは歌うように促され、見事に歌い上げたので、出席者たちは彼をテミストクレスよりも教養があると称賛した。
ἐκεῖνον γὰρ ᾄδειν μὲν οὐ φάναι μαθεῖν οὐδὲ κιθαρίζειν, πόλιν δὲ ποιῆσαι μεγάλην καὶ πλουσίαν ἐπίστασθαι·
というのも、あのテミストクレスは歌うことも竪琴を弾くことも学んでいないと言ったが、国家を大きく豊かにすることは心得ていると称していたからである。
§9.2τοὐντεῦθεν, οἷον εἰκὸς ἐν πότῳ, τοῦ λόγου ῥυέντος ἐπὶ τὰς πράξεις τοῦ Κίμωνος καὶ μνημονευομένων τῶν μεγίστων, αὐτὸν ἐκεῖνον ἓν διελθεῖν στρατήγημα τῶν ἰδίων ὡς σοφώτατον.
その後、宴席でよくあるように、話がキモンの功績に及び、そのうちの最も偉大なものが思い出されていたとき、キモン自身が、自分の知的策略の中で最も優れていると思われるものを一つ語り聞かせた。
ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῷ Κίμωνι διανεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτούς, χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ᾐτιῶντο τὴν διανομὴν ὡς ἄνισον.
かつて同盟軍がセストスとビュザンティオンから多くの異民族の捕虜を獲得したとき、彼らはキモンにそれを分配するよう一任した。 すると彼は、捕虜の肉体そのものと、彼らが身につけていた装飾品を別々に分けたため、彼らはその分配が不公平であると非難した。
§9.3ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δʼ ἂν ἐκεῖνοι καταλίπωσιν, ἀγαπήσειν Ἀθηναίους.
そこでキモンは彼らに、二つの分け前のうちのどちらか一方を選ぶように促し、彼らが残した方をアテナイ人が甘んじて受け入れるだろうと言った。
Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώτους ἀπέλιπον.
サモス人のヘロピュトスが、ペルシア人そのものよりも彼らの持ち物を選ぶようにと助言したため、彼らは装飾品を自分たちのものにし、アテナイ人には捕虜を残した。
καὶ τότε μὲν ὁ Κίμων ἀπῄει γελοῖος εἶναι δοκῶν διανομεύς, τῶν μὲν συμμάχων ψέλια χρυσᾶ καὶ μανιάκας καὶ στρεπτοὺς καὶ κάνδυας καὶ πορφύραν φερομένων, τῶν δʼ Ἀθηναίων γυμνὰ σώματα κακῶς ἠσκημένα πρὸς ἐργασίαν παραλαβόντων.
そのときキモンは、同盟軍が金の腕輪や首飾り、トルク、外套、紫衣を持ち去る一方で、アテナイ人は労働のために鍛えられていない裸の肉体を受け取ったため、滑稽な分配者と思われながら立ち去った。
§9.4μικρὸν δὲ ὕστερον οἱ τῶν ἑαλωκότων φίλοι καὶ οἰκεῖοι καταβαίνοντες ἐκ Φρυγίας καὶ Λυδίας ἐλυτροῦντο μεγάλων χρημάτων ἕκαστον, ὥστε τῷ Κίμωνι τεσσάρων μηνῶν τροφὰς εἰς τὰς ναῦς ὑπάρξαι καὶ προσέτι τῇ πόλει χρυσίον οὐκ ὀλίγον ἐκ τῶν λύτρων περιγενέσθαι.
しかししばらくして、捕らえられた者たちの友人や親族がフリュギアやリュディアから下ってきて、一人一人を多額の身代金で請け戻した。 その結果、キモンには船隊の四ヶ月分の糧食が確保され、さらにアテナイの都市にはその身代金から少なからぬ金が残ることとなった。