Humanitext Reader

プルタルコス · キモン伝 §8.1-8.8

テセウス遺骨の奉還と悲劇競演の審査

8 / 19 箇所 · ギリシア語

要旨

石造りのヘルメス像に名前が刻まれなかったキモンが他の将軍以上の栄誉を得た理由、彼によるスキュロス島の攻略とテセウスの遺骨のアテナイへの返還、そしてソポクレスとアイスキュロスの悲劇競演の審査員をキモンらが務めた逸話が語られる。

§8.1ταῦτα καίπερ οὐδαμοῦ τὸ Κίμωνος ὄνομα δηλοῦντα τιμῆς ὑπερβολὴν ἔχειν ἐδόκει τοῖς τότε ἀνθρώποις.
これらは、どこにもキモンの名を明らかにしていなかったにもかかわらず、当時の人々には極めて大きな名誉を含んでいると思われた。
οὔτε γὰρ Θεμιστοκλῆς τοιούτου τινὸς οὔτε Μιλτιάδης ἔτυχεν, ἀλλὰ τούτῳ γε θαλλοῦ στέφανον αἰτοῦντι Σωφάνης ὁ Δεκελεὺς ἐκ μέσου τῆς ἐκκλησίας ἀναστὰς ἀντεῖπεν, οὐκ εὐγνώμονα μέν, ἀρέσασαν δὲ τῷ δήμῳ τότε φωνὴν ἀφείς·
なぜなら、テミストクレスもミルティアデスも、このような名誉は得られなかったからである。 むしろ、後者(ミルティアデス)がオリーブの枝の冠を求めたときには、デケレイアのソパネスが民会の真っ只中から立ち上がって反対し、当時は民衆に好まれたものの、親切とは言えない言葉を放った。
ὅταν γάρ, ἔφη, μόνος ἀγωνισάμενος, ὦ Μιλτιάδη, νικήσῃς τοὺς βαρβάρους, τότε καὶ τιμᾶσθαι μόνος ἀξίου.
「ミルティアデスよ、」と彼は言った、「お前が一人で戦って異民族を打ち破ったときこそ、一人で名誉を受けるにふさわしいと自負せよ。
§8.2διὰ τί τοίνυν τὸ Κίμωνος ὑπερηγάπησαν ἔργον;
」では、なぜ彼らはキモンの業績をこの上なく愛したのだろうか。
ἢ ὅτι τῶν μὲν ἄλλων στρατηγούντων ὑπὲρ τοῦ μὴ παθεῖν ἠμύνοντο τοὺς πολεμίους, τούτου δὲ καὶ ποιῆσαι κακῶς ἠδυνήθησαν ἐπὶ τὴν ἐκείνων αὐτοὶ στρατεύσαντες, καὶ προσεκτήσαντο χώρας αὐτήν τε τὴν Ἠϊόνα καὶ τὴν Ἀμφίπολιν οἰκίσαντες;
あるいは、他の将軍たちが指揮していたときには、彼らは自分たちが被害を受けないように敵を防いでいたのに対し、この者のときには、自ら敵の領土へと遠征して敵に打撃を与えることさえできたからであろうか。 そしてエイオンそのものを手に入れ、さらにアンフィポリスに入植して領土を拡張したからであろうか。
§8.3ὤικισαν δὲ καὶ Σκῦρον ἑλόντος Κίμωνος ἐξ αἰτίας τοιαύτης.
また、彼らがスキュロス島に入植したのも、キモンが次のような理由からこの島を攻略したからであった。
Δόλοπες ᾤκουν τὴν νῆσον, ἐργάται κακοὶ γῆς·
ドロペス人がその島に住んでいたが、彼らは土地の耕作が下手であった。
ληϊζόμενοι δὲ τὴν θάλασσαν ἐκ παλαιοῦ, τελευτῶντες οὐδὲ τῶν εἰσπλεόντων παρʼ αὐτοὺς καὶ χρωμένων ἀπείχοντο ξένων, ἀλλὰ Θετταλούς τινας ἐμπόρους περὶ τὸ Κτήσιον ὁρμισαμένους συλήσαντες εἷρξαν.
古くから海で海賊行為を行っていたが、ついには自分たちのもとに船で入り取引をする外国人たちをも容赦せず、クテシオン付近に停泊したテッサリアの商人たちを掠奪し、監禁した。
§8.4ἐπεὶ δὲ διαδράντες ἐκ τῶν δεσμῶν οἱ ἄνθρωποι δίκην κατεδικάσαντο τῆς πόλεως Ἀμφικτυονικήν, οὐ βουλομένων τὰ χρήματα τῶν πολλῶν συνεκτίνειν, ἀλλὰ τοὺς ἔχοντας καὶ διηρπακότας ἀποδοῦναι κελευόντων, δείσαντες ἐκεῖνοι πέμπουσι γράμματα πρὸς Κίμωνα, κελεύοντες ἥκειν μετὰ τῶν νεῶν ληψόμενον τὴν πόλιν ὑπʼ αὐτῶν ἐνδιδομένην.
しかし、その人々が監禁から逃げ出し、アムピクテュオネス同盟の裁判でスキュロスの都市に有罪判決を勝ち取ったとき、一般の民衆は罰金を共同で支払うことを望まず、むしろ財産を持ち掠奪を行った者たちが返還すべきだと要求したため、それを恐れた略奪者たちは、キモンに手紙を送り、自分たちが都市を引き渡すので船隊を率いて接収に来るよう求めた。
§8.5παραλαβὼν δʼ οὕτω τὴν νῆσον ὁ Κίμων τοὺς μὲν Δόλοπας ἐξήλασε καὶ τὸν Αἰγαῖον ἠλευθέρωσε, πυνθανόμενος δὲ τὸν παλαιὸν Θησέα τὸν Αἰγέως φυγόντα μὲν ἐξ Ἀθηνῶν εἰς Σκῦρον, αὐτοῦ δʼ ἀποθανόντα δόλῳ διὰ φόβον ὑπὸ Λυκομήδους τοῦ βασιλέως, ἐσπούδασε τὸν τάφον ἀνευρεῖν.
こうして島を手に入れたキモンは、ドロペス人を追放してエーゲ海を解放し、かつてアイゲウスの子である昔のテセウスがアテナイからスキュロスへ亡命し、そこで王リュコメデスの恐れから陰謀によって命を落としたと聞き、その墓を熱心に捜し出そうとした。
§8.6καὶ γὰρ ἦν χρησμὸς Ἀθηναίοις τὰ Θησέως λείψανα κελεύων ἀνακομίζειν εἰς ἄστυ καὶ τιμᾶν ὡς ἥρωα πρεπόντως, ἀλλʼ ἠγνόουν ὅπου κεῖται, Σκυρίων οὐχ ὁμολογούντων οὐδʼ ἐώντων ἀναζητεῖν.
というのも、アテナイ人にはテセウスの遺骸を都に持ち帰り、英雄としてふさわしく祀るようにと命じる神託があったからだが、スキュロス人がそれを認めず、捜索することも許さなかったため、どこにあるのか知らずにいた。
τότε δὴ πολλῇ φιλοτιμίᾳ τοῦ σηκοῦ μόγις ἐξευρεθέντος, ἐνθέμενος ὁ Κίμων εἰς τὴν αὑτοῦ τριήρη τὰ ὀστᾶ καὶ τἆλλα κοσμήσας μεγαλοπρεπῶς κατήγαγεν εἰς τὴν αὐτοῦ διʼ ἐτῶν σχεδὸν τετρακοσίων.
その時、多大なる熱意の末にようやくその墓所(祠堂)が見出されると、キモンは自分の三段櫂船にその骨を載せ、その他の装飾も壮麗に整えて、ほぼ四百年ぶりに自らの祖国へと連れ帰った。
ἐφʼ ᾧ καὶ μάλιστα πρὸς αὐτὸν ἡδέως ὁ δῆμος ἔσχεν.
この功績によって、民衆は彼に対してとりわけ好意的な感情を抱くようになった。
§8.7ἔθεντο δʼ εἰς μνήμην αὐτοῦ καὶ τὴν τῶν τραγῳδῶν κρίσιν ὀνομαστὴν γενομένην.
また、彼らは彼の記念として、有名となった悲劇競演の審査をも結びつけて語っている。
πρώτην γὰρ διδασκαλίαν τοῦ Σοφοκλέους ἔτι νέου καθέντος, Ἀψεφίων ὁ ἄρχων, φιλονεικίας οὔσης καὶ παρατάξεως τῶν θεατῶν, κριτὰς μὲν οὐκ ἐκλήρωσε τοῦ ἀγῶνος, ὡς δὲ Κίμων μετὰ τῶν συστρατήγων προελθὼν εἰς τὸ θέατρον ἐποιήσατο τῷ θεῷ τὰς νενομισμένας σπονδάς, οὐκ ἀφῆκεν αὐτοὺς ἀπελθεῖν, ἀλλʼ ὁρκώσας ἠνάγκασε καθίσαι καὶ κρῖναι δέκα ὄντας, ἀπὸ φυλῆς μιᾶς ἕκαστον.
というのも、まだ若かったソポクレスが初めて自作の上演を申し出たとき、執政官アプセピオンは、観客の間で対立と派閥争いが生じていたため、競演の審査員を抽選で選ばなかったが、キモンが同僚の将軍たちとともに劇場に進み出て、神に対して慣例の献酒を行ったとき、彼らを立ち去らせず、誓いを立てさせた上で、彼ら10人(各部族から1人ずつ)に、着席して審査を行うよう強制したのである。
§8.8ὁ μὲν οὖν ἀγὼν καὶ διὰ τὸ τῶν κριτῶν ἀξίωμα τὴν φιλοτιμίαν ὑπερέβαλε.
こうして、競演は審査員の威厳もあって、並外れた熱気(競争心)を帯びた。
νικήσαντος δὲ τοῦ Σοφοκλέους λέγεται τὸν Αἰσχύλον περιπαθῆ γενόμενον καὶ βαρέως ἐνεγκόντα χρόνον οὐ πολὺν Ἀθήνησι διαγαγεῖν, εἶτʼ οἴχεσθαι διʼ ὀργὴν εἰς Σικελίαν, ὅπου καὶ τελευτήσας περὶ Γέλαν τέθαπται.
そしてソポクレスが勝利したとき、アイスキュロスはひどく動揺し、それを重く受け止めてアテナイには長く留まらず、その後、怒りのあまりシケリアへと去り、そこで亡くなってゲラの近くに葬られたと言われている。

語釈・文法注

  1. §8.1τούτῳ γε θαλλοῦ στέφανον αἰτοῦντι — 指示代名詞 `τούτῳ`(与格)は前文のミルティアデス(`Μιλτιάδης`)を指し、主動詞 `ἀντεῖπεν` の目的語。現在分詞 `αἰτοῦντι` はこれに一致し、時(「〜が求めたとき」)を表す。
  2. §8.3τελευτήσαντες — 動詞 `τελευτάω`(終える)の現在分詞 `τελευτῶντες` は、しばしば副詞的に用いられ、「ついに」「最後には」という意味を表す。
  3. §8.4δίκην κατεδικάσαντο τῆς πόλεως — 動詞 `καταδικάζω` の中動態アオリスト `κατεδικάσαντο` は「裁判に勝って(自分たちのために)有罪判決を獲得する」ことを意味する。属格 `τῆς πόλεως`(スキュロスの都市)は、有罪判決の対象(被告)を示す。
  4. §8.7ὡς δὲ Κίμων ... οὐκ ἀφῆκεν αὐτοὺς ἀπελθεῖν — 文全体の主語は `Ἀψεφίων ὁ ἄρχων`(執政官アプセピオン)である。前半の `κριτὰς μὲν οὐκ ἐκλήρωσε` の後、`ὡς` 節(主語は `Κίμων`)が挿入されているが、主節の動詞 `οὐκ ἀφῆκεν` の主語は依然として執政官であり、その直接目的語 `αὐτούς` が `Κίμων` たち将軍を指す構造になっている。

この箇所を引用する

プルタルコス, キモン伝 §8.1-8.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:8.1-8.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。