Humanitext Reader

プルタルコス · キモン伝 §10.1-10.9

キモンの寛大さと市民への施し

10 / 19 箇所 · ギリシア語

要旨

キモンは戦役で得た富を、私有地の開放や市民・外国人への食事の提供などを通じて寛大に施した。彼の気前の良さは非難を受けることもあったが、アリスティデスと共に民主政の過度な拡張に反対するなど貴族主義的な高潔さを保ち、賄賂を受け取らない清廉さを貫いた。

§10.1ἤδη δʼ εὐπορῶν ὁ Κίμων ἐφόδια τῆς στρατηγίας ἃ καλῶς ἀπὸ τῶν πολεμίων ἔδοξεν ὠφελῆσθαι κάλλιον ἀνήλισκεν εἰς τοὺς πολίτας.
いまや豊かになったキモンは、戦役の資金として、敵から立派に獲得したとみなされていた利益を、市民たちのためにいっそう立派に費やした。
τῶν τε γὰρ ἀγρῶν τοὺς φραγμοὺς ἀφεῖλεν, ἵνα καὶ τοῖς ξένοις καὶ τῶν πολιτῶν τοῖς δεομένοις ἀδεῶς ὑπάρχῃ λαμβάνειν τῆς ὀπώρας, καὶ δεῖπνον οἴκοι παρʼ αὐτῷ λιτὸν μέν, ἀρκοῦν δὲ πολλοῖς, ἐποιεῖτο καθʼ ἡμέραν, ἐφʼ ὃ τῶν πενήτων ὁ βουλόμενος εἰσῄει καὶ διατροφὴν εἶχεν ἀπράγμονα, μόνοις τοῖς δημοσίοις σχολάζων.
彼は自分の農地の囲いを取り払い、外国人にも、市民のうちで必要としている人々にも、何の恐れもなく果実を収穫できるようにした。 また、自宅で、簡素ではあるが多くの人々に十分な食事を毎日用意し、貧しい人々のうち望む者が誰でもそこに入って、何一つ煩わされることなく生計を得て、公務だけに専念できるようにした。
§10.2ὡς δʼ Ἀριστοτέλης φησίν, οὐχ ἁπάντων Ἀθηναίων, ἀλλὰ τῶν δημοτῶν αὐτοῦ Λακιαδῶν παρεσκευάζετο τῷ βουλομένῳ τὸ δεῖπνον.
アリストテレスが言うには、すべてのアテナイ人のためではなく、彼の同区民であるラキアデイ区民のうち、望む者のためにその食事が用意されたのである。
αὐτῷ δὲ νεανίσκοι παρείποντο συνήθεις ἀμπεχόμενοι καλῶς, ὧν ἕκαστος, εἴ τις συντύχοι τῷ Κίμωνι τῶν ἀστῶν πρεσβύτερος ἠμφιεσμένος ἐνδεῶς, διημείβετο πρὸς αὐτὸν τὰ ἱμάτια·
また、彼の傍らには、身なりの良い若い友人たちが付き添っており、もしキモンが市民のうち貧しい身なりの高齢者に出会うと、彼らのうちの一人がその老人と上着を交換した。
καὶ τὸ γινόμενον ἐφαίνετο σεμνόν.
そしてこの行為は、尊いものとして受け止められた。
§10.3οἱ δʼ αὐτοὶ καὶ νόμισμα κομίζοντες ἄφθονον παριστάμενοι τοῖς κομψοῖς τῶν πενήτων ἐν ἀγορᾷ σιωπῇ τῶν κερματίων ἐνέβαλλον εἰς τὰς χεῖρας.
この同じ若者たちはまた、十分な金銭を携えており、広場で貧しい人々の中でも品のある者たちの傍らに立ち、黙ってその手に小銭を握らせた。
ὧν δὴ καὶ Κρατῖνος ὁ κωμικὸς ἐν Ἀρχιλόχοις ἔοικε μεμνῆσθαι διὰ τούτων·
これらについて、喜劇作家のクラティノスも『アルキロコスたち』において、次のような言葉で言及しているようである。
§10.4" κἀγὼ γὰρ ηὔχουν Μητρόβιος ὁ γραμματεὺς σὺν ἀνδρὶ θείῳ καὶ φιλοξενωτάτῳ καὶ πάντʼ ἀρίστῳ τῶν Πανελλήνων πρὸ τοῦ Κίμωνι λιπαρὸν γῆρας εὐωχούμενος αἰῶνα πάντα συνδιατρίψειν.
"書記のメトロビオスである私も、以前は、神のごとき、最ももてなし好きで、全ギリシア人の中で何事においても最も優れた男であるキモンとともに、豊かな老後を楽しみつつ、生涯を共に過ごすことができると確信していた。
ὁ δὲ λιπὼν βέβηκε πρότερος. "
しかし彼は、私を残して先に去ってしまった。
§10.5ἔτι τοίνυν Γοργίας μὲν ὁ Λεοντῖνός φησι τὸν Κίμωνα τὰ χρήματα κτᾶσθαι μὲν ὡς χρῷτο, χρῆσθαι δὲ ὡς τιμῷτο, Κριτίας δὲ τῶν τριάκοντα γενόμενος ἐν ταῖς ἐλεγείαις εὔχεται·
"さらにまた、レオンティノイのゴルギアスは、キモンが使うために富を獲得し、敬意を得るためにそれを使ったと言い、三十人政権の一員となったクリティアスは、その哀歌の中でこう願っている。
" πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος, νίκας δʼ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.
"スコパス家のごとき富、キモンのごとき気高き精神、そしてラケバイモン人アルケシラオスのような勝利を。
" καίτοι Λίχαν γε τὸν Σπαρτιάτην ἀπʼ οὐδενὸς ἄλλου γινώσκομεν ἐν τοῖς Ἕλλησιν ὀνομαστὸν γενόμενον ἢ ὅτι τοὺς ξένους ἐν ταῖς γυμνοπαιδίαις ἐδείπνιζεν·
"しかしながら、スパルタのリカスがギリシア人の間で有名になったのは、ギュムノパイディアイの際に外国人に食事を提供したという、ただそれだけの理由による。
ἡ δὲ Κίμωνος ἀφθονία καὶ τὴν παλαιὰν τῶν Ἀθηναίων φιλοξενίαν καὶ φιλανθρωπίαν ὑπερέβαλεν.
だが、キモンの気前の良さは、アテナイ人の古い歓待の精神や人間愛さえも遥かに凌駕していた。
§10.6οἱ μὲν γάρ, ἐφʼ οἷς ἡ πόλις μέγα φρονεῖ δικαίως, τό τε σπέρμα τῆς τροφῆς εἰς τοὺς Ἕλληνας ἐξέδωκαν ὑδάτων τε πηγαίων καὶ πυρὸς ἔναυσιν χρῄζουσιν ἀνθρώποις ἐδίδαξαν,ὁ δὲ τὴν μὲν οἰκίαν τοῖς πολίταις πρυτανεῖον ἀποδείξας κοινόν, ἐν δὲ τῇ χώρᾳ καρπῶν ἑτοίμων ἀπαρχὰς καὶ ὅσα ὧραι καλὰ φέρουσι χρῆσθαι καὶ λαμβάνειν ἅπαντα τοῖς ξένοις παρέχων, τρόπον τινὰ τὴν ἐπὶ Κρόνου μυθολογουμένην κοινωνίαν εἰς τὸν βίον αὖθις κατῆγεν.
なぜなら、アテナイ市民たちが当然のこととして自負している功績、すなわち食物の種子をギリシア人たちに分かち与え、また必要とする人々に湧き水の利用や火の熾し方を教えたこと、それに対して、キモンは自分の家を市民たちのための公共の饗応所とし、またその領地で、実った果実の初物や四季がもたらす全ての美しい恵みを、外国人たちが自由に使用し受け取れるように提供することで、ある意味で、クロノスの時代について神話に語られる共同生活を再び人生に呼び戻したのである。
§10.7οἱ δὲ ταῦτα κολακείαν ὄχλου καὶ δημαγωγίαν εἶναι διαβάλλοντες ὑπὸ τῆς ἄλλης ἐξηλέγχοντο τοῦ ἀνδρὸς προαιρέσεως ἀριστοκρατικῆς καὶ Λακωνικῆς οὔσης, ὅς γε καὶ Θεμιστοκλεῖ πέρα τοῦ δέοντος ἐπαίροντι τὴν δημοκρατίαν ἀντέβαινε μετʼ Ἀριστείδου, καὶ πρὸς Ἐφιάλτην ὕστερον χάριτι τοῦ δήμου καταλύοντα τὴν ἐξ Ἀρείου πάγου βουλὴν διηνέχθη,
こうした行為を、大衆へのへつらいや大衆煽動であると非難する者たちは、この人物の他の政治的志向が貴族主義的であり、かつスパルタ風のものであることによって、その誤りを論破されていた。 実際彼は、民主政を必要以上に高めようとしたテミストクレスに対してアリスティデスとともに反対し、後に民衆の歓心を買うためにアレオパゴス評議会を解体しようとしたエフィアルテスとも対立したのである。
§10.8λημμάτων δὲ δημοσίων τοὺς ἄλλους πλὴν Ἀριστείδου καὶ Ἐφιάλτου πάντας ἀναπιμπλαμένους ὁρῶν, αὑτὸν ἀδέκαστον καὶ ἄθικτον ἐκ τῇ πολιτείᾳ δωροδοκίας καὶ πάντα προῖκα καὶ καθαρῶς πράττοντα καὶ λέγοντα διὰ τέλους παρέσχε.
そして、アリスティデスとエフィアルテスを除く他のすべての者が公の賄賂に手を染めているのを目にしながらも、彼は国政において自分自身を買収されず賄賂に無縁な者として保ち、生涯を通じてすべてのことを無報酬かつ清廉に実行し、また発言した。
λέγεταί γέ τοι Ῥοισάκην τινὰ βάρβαρον ἀποστάτην βασιλέως ἐλθεῖν μετὰ χρημάτων πολλῶν εἰς Ἀθήνας, καὶ σπαραττόμενον ὑπὸ τῶν συκοφαντῶν καταφυγεῖν πρὸς Κίμωνα, καὶ θεῖναι παρὰ τὴν αὔλειον αὐτοῦ φιάλας δύο, τὴν μὲν ἀργυρείων ἐμπλησάμενον Δαρεικῶν, τὴν δὲ χρυσῶν·
実際、王から離反したロイサケスという名の異民族が、多額の金銭を携えてアテナイにやって来たが、告発者たちに苦しめられたため、キモンのもとに逃れ、彼の邸宅の玄関の傍らに二つの浅鉢を置いた。 一つは銀のダレイコス金貨で満たされ、もう一つは金のダレイコス金貨で満たされていた。
ἰδόντα δὲ τὸν Κίμωνα καὶ μειδιάσαντα πυθέσθαι τοῦ ἀνθρώπου,
キモンはこれを見て微笑み、その男に尋ねたと言われている。
§10.9πότερον αἱρεῖται Κίμωνα μισθωτὸν ἢ φίλον ἔχειν·
キモンを雇われ人として雇うのと、友人として得るのと、どちらを望むか、と。
τοῦ δὲ φήσαντος φίλον οὐκοῦν, φάναι, ταῦτʼ ἄπιθι μετὰ σεαυτοῦ κομίζων·
彼が「友人として」と答えると、「それなら」とキモンは言った。 「これらを持ち帰るがよい。
χρήσομαι γὰρ αὐτοῖς ὅταν δέωμαι φίλος γενόμενος.
友人となったからには、必要となった時に、私はこれらを使わせてもらうからな。 」

語釈・文法注

  1. 10.1ἃ καλῶς ἀπὸ τῶν πολεμίων ἔδοξεν ὠφελῆσθαι — 関係代名詞 `ἃ` は先行詞を `ἐφόδια` とする。`ἔδοξεν ὠφελῆσθαι` は個人的構文(主語が `ἃ` を通じて `ἐφόδια` となる)で、「これらが獲得されたとみなされた」の意。`ὠφελῆσθαι` は動詞 `ὠφελέω` の受動態完了不定詞で、ここでは「利益を得る、獲得する」の意味で使われている。
  2. 10.1μόνοις τοῖς δημοσίοις σχολάζων — 分詞 `σχολάζων`(単数・主格)の主語は、先行する名詞句 `τῶν πενήτων ὁ βουλόμενος`(貧民のうち望む者)であり、キモンではない。意味上、食事を提供された貧民たちが生計の心配から解放され、公務に専念できるようになることを指している。
  3. 10.5τὰ χρήματα κτᾶσθαι μὲν ὡς χρῷτο, χρῆσθαι δὲ ὡς τιμῷτο — 接続詞 `ὡς` に導かれる節中の動詞 `χρῷτο` および `τιμῷτο` は希求法(optative)。これは主節の動詞 `φησι` が歴史的文脈の中で機能しており、間接話法(indirect discourse)において過去の意図や目的を示すために希求法(optative of oblique clause / optative of purpose)が採用されている。
  4. 10.6οἱ μὲν γάρ ... ὁ δὲ ... — 文全体の対比構造において、`οἱ μὲν`(アテナイ人一般)と `ὁ δὲ`(キモン)が対比されている。`οἱ μὲν` 節の `ἐφʼ οἷς` は「それらについて、それらを理由に」を意味する関係代名詞句で、先行詞は後ろの `τό τε σπέρμα...` などのアテナイの偉業全体を指す。
  5. 10.8αὑτὸν ἀδέκαστον καὶ ἄθικτον ... πράττοντα καὶ λέγοντα διὰ τέλους παρέσχε — `παρέσχε` は「自分自身を(〜な状態に)保った、示した」という意味の再帰的使役構文のようになり、直接目的語 `αὑτόν` に加えて補語(形容詞 `ἀδέκαστον καὶ ἄθικτον`)と、さらに分詞 `πράττοντα καὶ λέγοντα` を伴う。

この箇所を引用する

プルタルコス, キモン伝 §10.1-10.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:10.1-10.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。