Humanitext Reader

普鲁塔克 · 客蒙传 §9.1-9.4

伊翁的回忆与分配战俘的计谋

第 9 段,共 19 段 · 希腊语

内容简介

希奥斯岛的伊翁回忆了西蒙年轻时的宴会,随后西蒙讲述了自己在塞斯托斯和拜占庭分配俘虏与装饰品的巧妙计谋,这最终为雅典带来了丰厚的赎金与财富。

§9.1συνδειπνῆσαι δὲ τῷ Κίμωνί φησιν ὁ Ἴων παντάπασι μειράκιον ἥκων εἰς Ἀθήνας ἐκ Χίου παρὰ Λαομέδοντι·
伊翁说,当他还是个完全年轻的小伙子、刚从希奥斯岛来到雅典拉奥墨冬家中时,曾与西蒙一同进餐。
καὶ τῶν σπονδῶν γενομένων παρακληθέντοςᾆσαι, καὶ ἄσαντοςοὐκ ἀηδῶς ἐπαινεῖν τοὺς παρόντας ὡς δεξιώτερον Θεμιστοκλέους· ἐκεῖνον γὰρ ᾄδειν μὲν οὐ φάναι μαθεῖν οὐδὲ κιθαρίζειν, πόλιν δὲ ποιῆσαι μεγάλην καὶ πλουσίαν ἐπίστασθαι·
在奠酒仪式之后,西蒙被邀请唱歌,由于他唱得很优美,在座的人纷纷赞美他比地米斯托克利更优雅;因为据说地米斯托克利曾宣称自己既没有学过唱歌,也没有学过弹琴,但懂得如何使一个城邦变得伟大和富庶。
§9.2τοὐντεῦθεν, οἷον εἰκὸς ἐν πότῳ, τοῦ λόγου ῥυέντος ἐπὶ τὰς πράξεις τοῦ Κίμωνος καὶ μνημονευομένων τῶν μεγίστων, αὐτὸν ἐκεῖνον ἓν διελθεῖν στρατήγημα τῶν ἰδίων ὡς σοφώτατον.
随后,正如在酒宴上常有的那样,话题转到了西蒙的功绩上,当人们回忆起其中最伟大的功绩时,西蒙自己讲述了他在自己的智谋中认为最巧妙的一个。
ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῷ Κίμωνι διανεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτούς, χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ᾐτιῶντο τὴν διανομὴν ὡς ἄνισον.
因为当盟友们从塞斯托斯和拜占庭俘获了许多蛮族并交给西蒙分配时,西蒙将俘虏身体本身放在一处,而将他们身上的装饰品放在另一处,盟友们因此指责这种分配是不公平的。
§9.3ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δʼ ἂν ἐκεῖνοι καταλίπωσιν, ἀγαπήσειν Ἀθηναίους.
西蒙则让他们选择其中一份,并说雅典人将甘愿接受他们留下来的那一份。
Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώτους ἀπέλιπον.
在萨摩斯人赫罗费托斯的建议下,他们认为应该选择波斯人的财物而不是波斯人本身,于是他们自己拿走了装饰品,而将俘虏留给了雅典人。
καὶ τότε μὲν ὁ Κίμων ἀπῄει γελοῖος εἶναι δοκῶν διανομεύς, τῶν μὲν συμμάχων ψέλια χρυσᾶ καὶ μανιάκας καὶ στρεπτοὺς καὶ κάνδυας καὶ πορφύραν φερομένων, τῶν δʼ Ἀθηναίων γυμνὰ σώματα κακῶς ἠσκημένα πρὸς ἐργασίαν παραλαβόντων.
当时,西蒙离去时似乎成了一个滑稽的分配者,因为盟友们带走了金手镯、项圈、项链、长袍和紫衣,而雅典人得到的则是未经过劳动锻炼的赤裸身体。
§9.4μικρὸν δὲ ὕστερον οἱ τῶν ἑαλωκότων φίλοι καὶ οἰκεῖοι καταβαίνοντες ἐκ Φρυγίας καὶ Λυδίας ἐλυτροῦντο μεγάλων χρημάτων ἕκαστον, ὥστε τῷ Κίμωνι τεσσάρων μηνῶν τροφὰς εἰς τὰς ναῦς ὑπάρξαι καὶ προσέτι τῇ πόλει χρυσίον οὐκ ὀλίγον ἐκ τῶν λύτρων περιγενέσθαι.
但不久之后,被俘者的朋友和亲属从弗里吉亚和吕底亚下来,用巨资赎回了他们每一个人,以至于西蒙不仅获得了船只四个月的给养,而且城邦还从赎金中得到了不少黄金储备。

词汇与语法注释

  1. §9.1παρακληθέντοςᾄσαι, καὶ ἄσαντοςοὐκ — 属格独立(绝对属格)结构,省略了指代西蒙的物主代词(αὐτοῦ)。ᾄσαι 是不定式,充当分词 παρακληθέντος(被邀请)的补足语。随后的 ἄσαντος 是 ᾄδω(唱歌)的不定过去时主动分词属格,与省略的主语构成另一个独立分词结构。
  2. §9.1ἐκεῖνον γὰρ ᾄδειν μὲν οὐ φάναι μαθεῖν — 间接引语中的“对格加不定式”结构。ἐκεῖνον(指地米斯托克利)是不定式 φάναι 的主语。否定词 οὐ 修饰 φάναι,意为“否认/说自己不曾……”,其后引导补充不定式 ᾄδειν ... μαθεῖν(学会唱歌)。
  3. §9.3ἣν δʼ ἂν ἐκεῖνοι καταλίπωσιν, ἀγαπήσειν Ἀθηναίους — 间接引语中的条件关系从句。直陈语气主句原为 `ἣν ἂν ... καταλίπητε, ἀγαπήσουσιν Ἀθηναῖοι`(关系代名词 + ἄν 与虚拟语气构成条件从句,主句为将来直陈式)。在间接引语中,主句动词变为将来不定式 ἀγαπήσειν,其主格转为对格的 Ἀθηναίους,而从句仍保留虚拟语气形式。

引用这一段

普鲁塔克, 客蒙传 §9.1-9.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:9.1-9.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。