Humanitext Reader

普鲁塔克 · 客蒙传 §8.1-8.8

奉还忒修斯遗骨与悲剧竞赛的评判

第 8 段,共 19 段 · 希腊语

内容简介

本章节记述了尽管西蒙的名字没有刻在赫尔墨斯神像上,但他比其他将军获得更大荣誉的原因,以及他攻占斯库罗斯岛、迎回忒修斯遗骨,并与同僚将军共同担任索福克勒斯与埃斯库罗斯悲剧竞赛评委的逸事。

§8.1ταῦτα καίπερ οὐδαμοῦ τὸ Κίμωνος ὄνομα δηλοῦντα τιμῆς ὑπερβολὴν ἔχειν ἐδόκει τοῖς τότε ἀνθρώποις.
这些碑文尽管在任何地方都没有表明西蒙的名字,但在当时的人们看来,却包含了极大的荣誉。
οὔτε γὰρ Θεμιστοκλῆς τοιούτου τινὸς οὔτε Μιλτιάδης ἔτυχεν, ἀλλὰ τούτῳ γε θαλλοῦ στέφανον αἰτοῦντι Σωφάνης ὁ Δεκελεὺς ἐκ μέσου τῆς ἐκκλησίας ἀναστὰς ἀντεῖπεν, οὐκ εὐγνώμονα μέν, ἀρέσασαν δὲ τῷ δήμῳ τότε φωνὴν ἀφείς· ὅταν γάρ, ἔφη, μόνος ἀγωνισάμενος, ὦ Μιλτιάδη, νικήσῃς τοὺς βαρβάρους, τότε καὶ τιμᾶσθαι μόνος ἀξίου.
因为无论是地米斯托克利还是米太亚得,都没有获得过这样的荣誉。 反之,当后者(米太亚得)请求赐予一顶橄榄枝花冠时,德克雷亚的索法内斯从民会中站起来反对他,说出了一番虽非宽仁、却在当时取悦了民众的话: “因为,”他说, “米太亚得啊,当你独自作战并击败蛮族时,那时你才可以要求独自获得荣誉。
§8.2διὰ τί τοίνυν τὸ Κίμωνος ὑπερηγάπησαν ἔργον;
” 那么,为什么他们如此热爱西蒙的功勋呢?
ἢ ὅτι τῶν μὲν ἄλλων στρατηγούντων ὑπὲρ τοῦ μὴ παθεῖν ἠμύνοντο τοὺς πολεμίους, τούτου δὲ καὶ ποιῆσαι κακῶς ἠδυνήθησαν ἐπὶ τὴν ἐκείνων αὐτοὶ στρατεύσαντες, καὶ προσεκτήσαντο χώρας αὐτήν τε τὴν Ἠϊόνα καὶ τὴν Ἀμφίπολιν οἰκίσαντες;
抑或是因为,在其他将军指挥时,他们只是为了免受伤害而防御敌人;而在西蒙领导下,他们甚至能够亲自出征到敌国土地上,使敌人遭受打击,并且通过殖民埃翁和安菲波利斯而扩张了领土?
§8.3ὤικισαν δὲ καὶ Σκῦρον ἑλόντος Κίμωνος ἐξ αἰτίας τοιαύτης.
他们还殖民了斯库罗斯岛,这是西蒙由于以下原因夺取的。
Δόλοπες ᾤκουν τὴν νῆσον, ἐργάται κακοὶ γῆς· ληϊζόμενοι δὲ τὴν θάλασσαν ἐκ παλαιοῦ, τελευτῶντες οὐδὲ τῶν εἰσπλεόντων παρʼ αὐτοὺς καὶ χρωμένων ἀπείχοντο ξένων, ἀλλὰ Θετταλούς τινας ἐμπόρους περὶ τὸ Κτήσιον ὁρμισαμένους συλήσαντες εἷρξαν.
多罗佩斯人居住在该岛,他们是不擅耕作土地的人;他们自古就在海上进行掠夺,最后甚至连驶入他们港口并与他们交易的外邦人也不放过,反而掠夺并监禁了在克特西翁附近锚泊的一些色萨利商人。
§8.4ἐπεὶ δὲ διαδράντες ἐκ τῶν δεσμῶν οἱ ἄνθρωποι δίκην κατεδικάσαντο τῆς πόλεως Ἀμφικτυονικήν, οὐ βουλομένων τὰ χρήματα τῶν πολλῶν συνεκτίνειν, ἀλλὰ τοὺς ἔχοντας καὶ διηρπακότας ἀποδοῦναι κελευόντων, δείσαντες ἐκεῖνοι πέμπουσι γράμματα πρὸς Κίμωνα, κελεύοντες ἥκειν μετὰ τῶν νεῶν ληψόμενον τὴν πόλιν ὑπʼ αὐτῶν ἐνδιδομένην.
但当这些人逃脱监禁后,争取到了近邻同盟对该城邦的判决,普通民众不愿共同偿付这笔罚金,反而要求那些占有财物并进行掠夺的人予以偿还,那些掠夺者感到恐惧,便写信给西蒙,要求他率领舰队前来接管由他们献出的城市。
§8.5παραλαβὼν δʼ οὕτω τὴν νῆσον ὁ Κίμων τοὺς μὲν Δόλοπας ἐξήλασε καὶ τὸν Αἰγαῖον ἠλευθέρωσε, πυνθανόμενος δὲ τὸν παλαιὸν Θησέα τὸν Αἰγέως φυγόντα μὲν ἐξ Ἀθηνῶν εἰς Σκῦρον, αὐτοῦ δʼ ἀποθανόντα δόλῳ διὰ φόβον ὑπὸ Λυκομήδους τοῦ βασιλέως, ἐσπούδασε τὸν τάφον ἀνευρεῖν.
西蒙这样接管了该岛后,驱逐了多罗佩斯人,解放了爱琴海。 并且当他听说昔日埃勾斯之子忒修斯曾从雅典逃往斯库罗斯,并在那里因国王吕科墨得斯的恐惧而被阴谋害死,便热切地试图寻找他的坟墓。
§8.6καὶ γὰρ ἦν χρησμὸς Ἀθηναίοις τὰ Θησέως λείψανα κελεύων ἀνακομίζειν εἰς ἄστυ καὶ τιμᾶν ὡς ἥρωα πρεπόντως, ἀλλʼ ἠγνόουν ὅπου κεῖται, Σκυρίων οὐχ ὁμολογούντων οὐδʼ ἐώντων ἀναζητεῖν.
因为雅典人曾得到神谕,命令他们将忒修斯的遗骨迁回城内,并作为英雄给予应有的尊崇,但他们并不知道遗骨所在,因为斯库罗斯人既不承认也不允许搜寻。
τότε δὴ πολλῇ φιλοτιμίᾳ τοῦ σηκοῦ μόγις ἐξευρεθέντος, ἐνθέμενος ὁ Κίμων εἰς τὴν αὑτοῦ τριήρη τὰ ὀστᾶ καὶ τἆλλα κοσμήσας μεγαλοπρεπῶς κατήγαγεν εἰς τὴν αὐτοῦ διʼ ἐτῶν σχεδὸν τετρακοσίων.
就在那时,经过极大的热忱,墓地终于艰难地被找到了,西蒙将遗骨装入自己的三段桨战船,并在其他方面作了极其庄严的装饰,在时隔大约四百年后,将其迎回了自己的祖国。
ἐφʼ ᾧ καὶ μάλιστα πρὸς αὐτὸν ἡδέως ὁ δῆμος ἔσχεν.
雅典人民也因此对他特别心怀感激。
§8.7ἔθεντο δʼ εἰς μνήμην αὐτοῦ καὶ τὴν τῶν τραγῳδῶν κρίσιν ὀνομαστὴν γενομένην.
他们还将他的纪念与那场著名的悲剧竞赛评判联系在一起。
πρώτην γὰρ διδασκαλίαν τοῦ Σοφοκλέους ἔτι νέου καθέντος, Ἀψεφίων ὁ ἄρχων, φιλονεικίας οὔσης καὶ παρατάξεως τῶν θεατῶν, κριτὰς μὲν οὐκ ἐκλήρωσε τοῦ ἀγῶνος, ὡς δὲ Κίμων μετὰ τῶν συστρατήγων προελθὼν εἰς τὸ θέατρον ἐποιήσατο τῷ θεῷ τὰς νενομισμένας σπονδάς, οὐκ ἀφῆκεν αὐτοὺς ἀπελθεῖν, ἀλλʼ ὁρκώσας ἠνάγκασε καθίσαι καὶ κρῖναι δέκα ὄντας, ἀπὸ φυλῆς μιᾶς ἕκαστον.
因为当尚且年轻的索福克勒斯首次推出自己的剧作时,执政官阿普塞菲翁由于观众中存在竞争和派系对立,并未为这场竞赛抽签决定评委,而是当西蒙和他的同僚将军们走进剧场、向神明作了常规的奠酒祭礼后,执政官没有让他们离去,而是让他们宣誓,强迫他们坐下来担任评委,他们一共十人,每个部落各派一人。
§8.8ὁ μὲν οὖν ἀγὼν καὶ διὰ τὸ τῶν κριτῶν ἀξίωμα τὴν φιλοτιμίαν ὑπερέβαλε.
因此,由于评委们的威严,这场竞赛在热烈程度上超过了以往。
νικήσαντος δὲ τοῦ Σοφοκλέους λέγεται τὸν Αἰσχύλον περιπαθῆ γενόμενον καὶ βαρέως ἐνεγκόντα χρόνον οὐ πολὺν Ἀθήνησι διαγαγεῖν, εἶτʼ οἴχεσθαι διʼ ὀργὴν εἰς Σικελίαν, ὅπου καὶ τελευτήσας περὶ Γέλαν τέθαπται.
在索福克勒斯获胜后,据说埃斯库罗斯深感悲痛并难以忍受,在雅典没过多久,便因愤怒而前往西西里岛,并在那里去世,葬在杰拉附近。

词汇与语法注释

  1. §8.1τούτῳ γε θαλλοῦ στέφανον αἰτοῦντι — 指示代词 `τούτῳ`(与格)指前文提到的米太亚得(`Μιλτιάδης`),是主动词 `ἀντεῖπεν` 的宾语。现在分词 `αἰτοῦντι` 与之修饰一致,表示时间或让步(“当他请求……时”)。
  2. §8.3τελευτήσαντες — 动词 `τελευτάω`(结束)的现在分词 `τελευτῶντες` 在此处作副词性使用,意为“最后”、“终于”或“到头来”。
  3. §8.4δίκην κατεδικάσαντο τῆς πόλεως — 动词 `καταδικάζω` 的中动语态不定过去时 `κατεδικάσαντο` 意为“(为自己)赢得有罪判决”。属格 `τῆς πόλεως`(指斯库罗斯城邦)表示该判决针对的对象。
  4. §8.7ὡς δὲ Κίμων ... οὐκ ἀφῆκεν αὐτοὺς ἀπελθεῖν — 整句的主语是 `Ἀψεφίων ὁ ἄρχων`(执政官阿普塞菲翁)。在分句 `κριτὰς μὲν οὐκ ἐκλήρωσε` 之后,插入了由 `ὡς` 引导的时间从句(当西蒙……时),该从句的主语是 `Κίμων`。回到主句后,动词 `οὐκ ἀφῆκεν`(不准离去)的主语依然是执政官,其直接宾语 `αὐτούς`(他们)则指代西蒙及其同僚。

引用这一段

普鲁塔克, 客蒙传 §8.1-8.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:8.1-8.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。