§7.1Κίμων δέ, τῶν συμμάχων ἤδη προσκεχωρηκότων αὐτῷ, στρατηγὸς εἰς Θρᾴκην ἔπλευσε, πυνθανόμενος Περσῶν ἄνδρας ἐνδόξους καὶ συγγενεῖς βασιλέως Ἠϊόνα πόλιν παρὰ τῷ Στρυμόνι κειμένην ποταμῷ κατέχοντας ἐνοχλεῖν τοῖς περὶ τὸν τόπον ἐκεῖνον Ἕλλησι.
一方キモンは、同盟者たちがすでに自らに帰順していたため、将軍としてトラキアへと船出した。 それは、ペルシアの著名な人々や王の親族たちが、ストリュモン川のほとりに位置する都市エイオンを占拠し、その地方のギリシア人を悩ませていると聞いたからであった。
§7.2πρῶτον μὲν οὖν αὐτοὺς μάχῃ τοὺς Πέρσας ἐνίκησε καὶ κατέκλεισεν εἰς τὴν πόλιν·
そこで、まず彼は戦いにおいてペルシア人自身を破り、都市の中に閉じ込めた。
ἔπειτα τοὺς ὑπὲρ Στρυμόνα Θρᾷκας, ὅθεν αὐτοῖς ἐφοίτα σῖτος, ἀναστάτους ποιῶν καὶ τὴν χώραν παραφυλάττων ἅπασαν εἰς τοσαύτην ἀπορίαν τοὺς πολιορκουμένους κατέστησεν, ὥστε Βούτην τὸν βασιλέως στρατηγὸν ἀπογνόντα τὰ πράγματα τῇ πόλει πῦρ ἐνεῖναι καὶ συνδιαφθεῖραι μετὰ τῶν φίλων καὶ τῶν χρημάτων ἑαυτόν.
次いで、彼らに食糧が供給されていた源であるストリュモン川の向こう側のトラキア人たちを追い散らし、その全土を厳重に監視することによって、包囲された人々を非常な困窮に陥れたため、王の将軍であるブテスは形勢を絶望視し、都市に火を放って、友人たちや財産とともに自らを焼き尽くして死んだ。
§7.3οὕτω δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν οὐδὲν ἀξιόλογον ὠφελήθη, τῶν πλείστων τοῖς βαρβάροις συγκατακαέντων, τὴν δὲ χώραν εὐφυεστάτην οὖσαν καὶ καλλίστην οἰκῆσαι παρέδωκε τοῖς Ἀθηναίοις.
このようにして彼は都市を手に入れたものの、ほとんどのものが異民族とともに焼き尽くされてしまったため、特筆すべき獲物は他に何も得られなかったが、きわめて肥沃で美しいその土地を、入植地としてアテナイ人に引き渡した。
καὶ τοὺς Ἑρμᾶς αὐτῷ τοὺς λιθίνους ὁ δῆμος ἀναθεῖναι συνεχώρησεν, ὧν ἐπιγέγραπται τῷ μὲν πρώτῳ·
そして民衆は、彼に石造りのヘルメス像を奉納することを許可した。 その第一のものには次のように刻まれている。
§7.4"
ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων
παισὶν ἐπʼ Ἠϊόνι, Στρυμόνος ἀμφὶ ῥοάς,
λιμόν τʼ αἴθωνα κρυερόν τʼ ἐπάγοντες Ἄρηα
πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην.
"彼らもまた、かつてエイオンにおいて、ストリュモンの流れの周りで、ペルシアの子らに激しい飢えと冷酷な戦いをもたらし、敵の困窮を最初に引き起こした、勇敢な心の人々であったのだ。
"
τῷ δὲ δευτέρῳ· "
ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδʼ ἔδωκαν
ἀντʼ εὐεργεσίης καὶ μεγάλων ἀγαθῶν.
"第二のものには、 "アテナイ人は、指導者たちに対し、その恩義と多大なる功績への報いとして、これらを与えた。
μᾶλλόν τις τάδʼ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει
ἀμφὶ περὶ ξυνοῖς πράγμασι δῆριν ἔχειν. "
後世の者もまた、これを見ることで、公共の利益のために戦うことをよりいっそう望むようになるであろう。
§7.5τῷ δὲ τρίτῳ· "
ἔκ ποτε τῆσδε πόληος ἅμʼ Ἀτρείδῃσι Μενεσθεὺς
ἡγεῖτο ζάθεον Τρωϊκὸν ἐς πεδίον·
"第三のものには、 "かつてこの都市から、アトレウスの子らとともにメネステウスが、神聖なるトロイアの平原へと先導した。
ὅν ποθʼ Ὅμηρος ἔφη Δαναῶν πύκα θωρηκτάων
κοσμητῆρα μάχης ἔξοχον ὄντα μολεῖν.
かつてホメロスが、堅固な鎧をまとったダナオス人の中で、彼を傑出した戦の編成者として赴いたと言い表した、その人を。
οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι κοσμηταῖς
πολέμου τʼ ἀμφὶ καὶ ἠνορέης. "
それゆえ、アテナイ人が戦争と武勇において編成者と呼ばれることは、いささかも不相応ではない。 "