Humanitext Reader

普鲁塔克 · 客蒙传 §7.1-7.5

攻占埃翁与获准建立赫尔墨斯像

第 7 段,共 19 段 · 希腊语

内容简介

西蒙作为将军包围并攻占了色雷斯的埃翁,击败了波斯人,并将该土地交给雅典人移民。为表彰这一功绩,他获准设立三座刻有赞美诗的石制赫尔墨斯神像。

§7.1Κίμων δέ, τῶν συμμάχων ἤδη προσκεχωρηκότων αὐτῷ, στρατηγὸς εἰς Θρᾴκην ἔπλευσε, πυνθανόμενος Περσῶν ἄνδρας ἐνδόξους καὶ συγγενεῖς βασιλέως Ἠϊόνα πόλιν παρὰ τῷ Στρυμόνι κειμένην ποταμῷ κατέχοντας ἐνοχλεῖν τοῖς περὶ τὸν τόπον ἐκεῖνον Ἕλλησι.
至于西蒙,由于同盟者已经归附了他,便以将军的身份率军前往色雷斯,因为他听说一些显贵的波斯人以及国王的亲属占领了坐落在斯特里蒙河畔的城市埃翁,并在骚扰该地区的希腊人。
§7.2πρῶτον μὲν οὖν αὐτοὺς μάχῃ τοὺς Πέρσας ἐνίκησε καὶ κατέκλεισεν εἰς τὴν πόλιν· ἔπειτα τοὺς ὑπὲρ Στρυμόνα Θρᾷκας, ὅθεν αὐτοῖς ἐφοίτα σῖτος, ἀναστάτους ποιῶν καὶ τὴν χώραν παραφυλάττων ἅπασαν εἰς τοσαύτην ἀπορίαν τοὺς πολιορκουμένους κατέστησεν, ὥστε Βούτην τὸν βασιλέως στρατηγὸν ἀπογνόντα τὰ πράγματα τῇ πόλει πῦρ ἐνεῖναι καὶ συνδιαφθεῖραι μετὰ τῶν φίλων καὶ τῶν χρημάτων ἑαυτόν.
于是,他首先在战斗中击败了波斯人,并将他们困在城内;接着,由于他驱逐了斯特里蒙河对岸、原为波斯人提供粮食的色雷斯人,并严密防守整片土地,使被围困者陷入了极大的困境,以致国王的将军布特斯对局势绝望,放火烧城,与他的朋友们以及财产一同自焚而死。
§7.3οὕτω δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν οὐδὲν ἀξιόλογον ὠφελήθη, τῶν πλείστων τοῖς βαρβάροις συγκατακαέντων, τὴν δὲ χώραν εὐφυεστάτην οὖσαν καὶ καλλίστην οἰκῆσαι παρέδωκε τοῖς Ἀθηναίοις.
这样夺取城市后,他没有获得其他值得一提的利益,因为绝大部分财物已与蛮族一同烧毁,但他将这片极为肥沃而美丽的土地交给雅典人去居住。
καὶ τοὺς Ἑρμᾶς αὐτῷ τοὺς λιθίνους ὁ δῆμος ἀναθεῖναι συνεχώρησεν, ὧν ἐπιγέγραπται τῷ μὲν πρώτῳ· §7.4" ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι, οἵ ποτε Μήδων παισὶν ἐπʼ Ἠϊόνι, Στρυμόνος ἀμφὶ ῥοάς, λιμόν τʼ αἴθωνα κρυερόν τʼ ἐπάγοντες Ἄρηα πρῶτοι δυσμενέων εὗρον ἀμηχανίην.
民众还允许他设立石制的赫尔墨斯神像,在第一座神像上刻着: "原来他们也是坚强勇敢的人,他们曾于埃翁、在斯特里蒙河畔,给波斯子孙带去酷烈的饥荒与冰冷的战争,最先使敌人陷于束手无策的困境。
" τῷ δὲ δευτέρῳ· " ἡγεμόνεσσι δὲ μισθὸν Ἀθηναῖοι τάδʼ ἔδωκαν ἀντʼ εὐεργεσίης καὶ μεγάλων ἀγαθῶν.
"在第二座神像上: "雅典人赠予领导者们这些礼物,以酬谢他们的恩德与伟大的功绩。
μᾶλλόν τις τάδʼ ἰδὼν καὶ ἐπεσσομένων ἐθελήσει ἀμφὶ περὶ ξυνοῖς πράγμασι δῆριν ἔχειν. "
后世之人见此,也将更加乐意为公共事业而奋战。
§7.5τῷ δὲ τρίτῳ· " ἔκ ποτε τῆσδε πόληος ἅμʼ Ἀτρείδῃσι Μενεσθεὺς ἡγεῖτο ζάθεον Τρωϊκὸν ἐς πεδίον· ὅν ποθʼ Ὅμηρος ἔφη Δαναῶν πύκα θωρηκτάων κοσμητῆρα μάχης ἔξοχον ὄντα μολεῖν.
"在第三座神像上: "昔日,梅内斯修斯曾与阿特柔斯之子一同,自这座城市领兵前往神圣的特洛伊平原;荷马曾言,在披挂坚甲的达奈人中,他是杰出的战争组织者。
οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι κοσμηταῖς πολέμου τʼ ἀμφὶ καὶ ἠνορέης.
因此,雅典人在战争与勇武中被称为组织者,绝非不称。
"
"

词汇与语法注释

  1. 7.1πυνθανόμενος ... ἐνοχλεῖν — 现在分词 πυνθανόμενος 的宾语补足语采用了“宾格加不定式”(A.C.I.)结构,由宾格主语(Περσῶν ἄνδρας...)与现在时不定式(ἐνοχλεῖν)构成。现在分词 κατέχοντας 则是修饰宾格名词 ἄνδρας 的定语分词。
  2. 7.2ὥστε Βούτην ... πῦρ ἐνεῖναι καὶ συνδιαφθεῖραι ... ἑαυτόν — 由表示程度或结果的连词 ὥστε 引导的结果从句,其后接不定式(ἐνεῖναι 与 συνδιαφθεῖραι)而非直陈式。这些不定式的逻辑主语为宾格的 Βούτην,而 ἑαυτόν 为其自身,作直接宾语。
  3. 7.4ἦν ἄρα κἀκεῖνοι ταλακάρδιοι — 诗句中的动词 ἦν 并非第三人称单数,而是史诗/爱奥尼亚方言中的第三人称复数未完成过去时(相当于雅典方言的 ἦσαν),其主语为复数代词 κἀκεῖνοι(他们也)。
  4. 7.5ὅν ποθʼ Ὅμηρος ἔφη ... μολείν — 叙述动词 ἔφη 的宾语采用了“宾格加不定式”(A.C.I.)结构。关系代词 ὅν(先行词为梅内斯修斯)是不定式 μολείν(动词 βλώσκω 的不定过去时不定式,意为“去、来”)的逻辑主语(宾格),而分词短语 ἔξοχον ὄντα 则是与 ὅν 一致的宾格表语。

引用这一段

普鲁塔克, 客蒙传 §7.1-7.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:7.1-7.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。