§4.1Κίμων ὁ Μιλτιάδου μητρὸς ἦν Ἡγησιπύλης, γένος Θρᾴττης, θυγατρὸς Ὀλόρου τοῦ βασιλέως, ὡς ἐν τοῖς Ἀρχελάου καὶ Μελανθίου ποιήμασιν εἰς αὐτὸν Κίμωνα γεγραμμένοις ἱστόρηται.
ミルティアデスの息子キモンは、母はヘゲシピュレであり、彼女はトラキアの出自で、王オロロスの娘であった。 このことは、アルケラオスとメランティオスがキモン自身に向けて詠んだ詩に記されている。
διὸ καὶ Θουκυδίδης ὁ ἱστορικὸς τοῖς περὶ Κίμωνα κατὰ γένος προσήκων Ὀλόρου τε πατρὸς ἦν, εἰς τὸν πρόγονον ἀναφέροντος τὴν ὁμωνυμίαν, καὶ τὰ χρυσεῖα περὶ τὴν Θρᾴκην ἐκέκτητο.
それゆえ、歴史家トゥキュディデスも、キモンの家系に血統上結びついており、父はオロロス(この名は祖先から同名を受け継いだものである)であり、トラキア近辺の金山を所有していた。
§4.2καὶ τελευτῆσαι μὲν ἐν τῇ Σκαπτῇ ὓλῃ (τοῦτο δʼ ἔστι τῆς Θρᾴκης χωρίον)̓ λέγεται φονευθεὶς ἐκεῖ, μνῆμα δʼ αὐτοῦ τῶν λειψάνων εἰς τὴν Ἀττικὴν κομισθέντων ἐν τοῖς Κιμωνείοις δείκνυται παρὰ τὸν Ἐλπινίκης τῆς Κίμωνος ἀδελφῆς τάφον.
そして彼(トゥキュディデス)はスカプテ・ヒュレ(これはトラキアの地名である)で殺害されて死んだと言われており、遺骨がアッティカに持ち帰られた彼の記念碑は、キモンの姉妹エルピニケの墓の傍らの「キモンの墓所」に示されている。
ἀλλὰ Θουκυδίδης μὲν Ἁλιμούσιος γέγονε τῶν δήμων, οἱ δὲ περὶ τὸν Μιλτιάδην Λακιάδαι.
しかし、トゥキュディデスは区としてはハリムス区の出身であり、ミルティアデスの一族はラキアダイ区であった。
§4.3Μιλτιάδης μὲν οὖν πεντήκοντα ταλάντων ὀφλὼν δίκην καὶ πρὸς τὴν ἔκτισιν εἱρχθεὶς ἐτελεύτησεν ἐν τῷ δεσμωτηρίῳ, Κίμων δὲ μειράκιον παντάπασιν ἀπολειφθεὶς μετὰ τῆς ἀδελφῆς ἔτι κόρης οὔσης καὶ ἀγάμου τὸν πρῶτον ἠδόξει χρόνον ἐν τῇ πόλει καὶ κακῶς ἤκουεν ὡς ἄτακτος καὶ πολυπότης καὶ τῷ πάππῳ Κίμωνι προσεοικὼς τὴν φύσιν, ὃν διʼ εὐήθειάν φασι Κοάλεμον προσαγορευθῆναι.
さて、ミルティアデスは50タラントンの罰金刑を宣告され、支払いのために投獄されて牢死した。 一方、キモンはまだ若くして、未婚で少女であった姉妹とともに残され、最初は市の中で評判が良くなく、不品行で大酒飲みであり、その気質が祖父のキモン(この祖父は愚鈍さのゆえにコアレモスと呼ばれたという)に似ていると悪評を立てられていた。
§4.4Στησίμβροτος δʼ ὁ Θάσιος περὶ τὸν αὐτὸν ὁμοῦ τι χρόνον τῷ Κίμωνι γεγονώς φησιν αὐτὸν οὔτε μουσικὴν οὔτε ἄλλο τι μάθημα τῶν ἐλευθερίων καὶ τοῖς Ἕλλησιν ἐπιχωριαζόντων ἐκδιδαχθῆναι, δεινότητός τε καὶ στωμυλίας Ἀττικῆς ὅλως ἀπηλλάχθαι, καὶ τῷ τρόπῳ πολὺ τὸ γενναῖον καὶ ἀληθὲς ἐνυπάρχειν, καὶ μᾶλλον εἶναι Πελοποννήσιον τὸ σχῆμα τῆς ψυχῆς τοῦ ἀνδρός,
"
φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν,
"
κατὰ τὸν Εὐριπίδειον Ἡρακλέα·
タソスのステシンブロトスは、キモンとほぼ同時代の人であるが、彼が音楽も他のどのような、自由市民にふさわしくギリシアで慣習となっている教養も学ばず、アッティカ的な抜け目なさや能弁さとは全く無縁であったが、その性格には気高く誠実なところが多く、その魂のあり方はむしろペロポネソス人、すなわち、エウリピデスの『ヘラクレス』の言葉を借りれば、「素朴で、不器用だが、極めて善良」に近かった、と言っている。
ταῦτα γὰρ ἔστι τοῖς ὑπὸ τοῦ Στησιμβρότου γεγραμμένοις ἐπειπεῖν.
ステシンブロトスが書いたものには、これらの言葉を付け加えることができるからである。
§4.5ἔτι δὲ νέος ὢν αἰτίαν ἔσχε πλησιάζειν τῇ ἀδελφῇ.
また、彼は若い頃、姉妹と親密な関係にあるという嫌疑をかけられた。
καὶ γὰρ οὐδʼ ἄλλως τὴν Ἐλπινίκην εὔτακτόν τινα γεγονέναι λέγουσιν, ἀλλὰ καὶ πρὸς Πολύγνωτον ἐξαμαρτεῖν τὸν ζῳγράφον·
なぜなら、エルピニケ自身もそもそも不身持ちであったと言われており、画家のポリュグノトスとも関係を持ったからである。
καὶ διὰ τοῦτό φασιν ἐν τῇ Πεισιανακτείῳ τότε καλουμένῃ, Ποικίλῃ δὲ νῦν στοᾷ, γράφοντα τὰς Τρῳάδας τὸ τῆς Λαοδίκης ποιῆσαι πρόσωπον ἐν εἰκόνι τῆς Ἐλπινίκης.
そしてこのために、当時ペイシアナクテオスと呼ばれ、現在はポいキレと呼ばれている柱廊で「トロイアの女たち」を描いていたポリュグノトスが、ラオディケの顔をエルピニケの姿に似せて描いたのだと言われている。
§4.6ὁ δὲ Πολύγνωτος οὐκ ἦν τῶν βαναύσων οὐδʼ ἀπʼ ἐργολαβίας ἔγραφε τὴν στοάν, ἀλλὰ προῖκα, φιλοτιμούμενος πρὸς τὴν πόλιν, ὡς οἵ τε συγγραφεῖς ἱστοροῦσι καὶ Μελάνθιος ὁ ποιητὴς λέγει τὸν τρόπον τοῦτον·
しかし、ポリュグノトスは職人の一人ではなく、請負仕事としてあの柱廊を描いたのでもなかった。 そうではなく、都市への熱意から無償で描いたのである。 このことは歴史家たちが記録している通りであり、詩人メランティオスも次のように詠んでいる。
"
αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τε
Κεκροπίαν κόσμησʼ ἡμιθέων ἀρεταῖς. "
「彼は自らの費用で、神々の神殿とケクロピアの広場を、半神たちの武勲によって装飾した。
§4.7εἰσὶ δʼ οἳ τὴν Ἐλπινίκην οὐ κρύφα τῷ Κίμωνι, φανερῶς δὲ γημαμένην συνοικῆσαι λέγουσιν, ἀξίου τῆς εὐγενείας νυμφίου διὰ τὴν πενίαν ἀποροῦσαν·
」しかし、エルピニケは秘密裏にではなく、公然とキモンと結婚して同居していたのだと言う人々もいる。 彼女は高貴な生まれにふさわしい花婿を得られず、貧しさゆえに困窮していたからである。
ἐπεὶ δὲ Καλλίας τῶν εὐπόρων τις Ἀθήνησιν ἐρασθεὶς προσῆλθε τὴν ὑπὲρ τοῦ πατρὸς καταδίκην ἐκτίνειν ἕτοιμος ὢν πρὸς τὸ δημόσιον, αὐτήν τε πεισθῆναι καὶ τὸν Κίμωνα τῷ Καλλίᾳ συνοικίσαι τὴν Ἐλπινίκην.
しかし、アテナイの富豪の一人であるカリアスが彼女に恋をし、彼女の父親に対する罰金を国庫に支払う用意があると言って近づいてきた時、彼女自身も説得され、キモンはエルピニケをカリアスと結婚させた。
§4.8οὐ μὴν ἀλλὰ καὶ ὅλως φαίνεται τοῖς περὶ τὰς γυναῖκας ἐρωτικοῖς ὁ Κίμων ἔνοχος γενέσθαι.
それにもかかわらず、全体としてキモンは女性に対する恋愛沙汰に耽る性質があったようである。
καὶ γὰρ Ἀστερίας τῷ γένει Σαλαμινίας καὶ πάλιν Μνήστρας τινὸς ὁ ποιητὴς Μελάνθιος μνημονεύει πρὸς τὸν Κίμωνα παίζων διʼ ἐλεγείας, ὡς σπουδαζομένων ὑπʼ αὐτοῦ.
実際、詩人メランティオスは、サラミス出身のアステリア、さらにムネストラという女性を、キモンをからかうエレゲイア詩の中で、彼が熱を上げている相手として言及しているからである。
§4.9δῆλος δʼ ἐστὶ καὶ πρὸς Ἰσοδίκην τὴν Εὐρυπτολέμου μὲν θυγατέρα τοῦ Μεγακλέους, κατὰ νόμους δʼ αὐτῷ συμβιώσασαν ὁ Κίμων ἐμπαθέστερον διατεθεὶς καὶ δυσφορήσας ἀποθανούσης, εἴ τι δεῖ τεκμαίρεσθαι ταῖς γεγραμμέναις ἐπὶ παρηγορίᾳ τοῦ πένθους ἐλεγείαις πρὸς αὐτόν, ὧν Παναίτιος ὁ φιλόσοφος οἴεται ποιητὴν γεγονέναι τὸν φυσικὸν Ἀρχέλαον, οὐκ ἀπὸ τρόπου τοῖς χρόνοις εἰκάζων.
また、キモンは、メガクレスの息子エウリュプトレモスの娘で、法に従って彼と夫婦として暮らしたイソディケに対しても、より情熱的な愛情を注ぎ、彼女が死んだ際にはひどく悲嘆に暮れたことが明らかである。 もし、彼の悲しみを慰めるために彼に宛てて書かれたエレゲイア詩から推し量るべきものがあるとすればの話だが。 哲学者パナイティオスは、その詩の作者は自然哲学者アルケラオスであったと考えており、時代背景から推測してもこれは的外れではない。