§2.1ἐπεὶ δʼ ἀστυγείτονες ὄντες Ὀρχομένιοι καὶ διάφοροι τοῖς Χαιρωνεῦσιν ἐμισθώσαντο Ῥωμαϊκὸν συκοφάντην, ὁ δʼ ὥσπερ ἑνὸς ἀνθρώπου τὸ τῆς πόλεως ὄνομα κατενεγκὼν ἐδίωκε φόνου τῶν ὑπὸ τοῦ Δάμωνος ἀνῃρημένων, ἡ δὲ κρίσις ἦν ἐπὶ τοῦ στρατηγοῦ τῆς Μακεδονίας (οὔπω γὰρ εἰς τὴν Ἑλλάδα Ῥωμαῖοι στρατηγοὺς διεπέμποντο), §2.2οἱ λέγοντες ὑπὲρ τῆς πόλεως ἐπεκαλοῦντο τὴν Λουκούλλου μαρτυρίαν, γράψαντος δὲ τοῦ στρατηγοῦ πρὸς Λούκουλλον ἐκεῖνος ἐμαρτύρησε τἀληθῆ, καὶ τὴν δίκην οὕτως ἀπέφυγεν ἡ πόλις κινδυνεύουσα περὶ τῶν μεγίστων.
しかし、隣人でありカイロネイア人と敵対関係にあったオルコメノス人が、ローマ人の密告者を雇い、その男が、あたかも一個人の名であるかのように都市の名を告発して、ダモンとその一味によって殺害された者たちの殺人の罪で起訴し、裁判はマケドニアの総督の御前で行われることになったが(というのも、ローマ人はまだギリシアへ総督を派遣していなかったからである)、都市を代表して弁論する人々はルクッルスの証言を求めた。 そして総督がルクッルスへ手紙を書くと、彼は真実を証言した。 こうして都市は、最大の危機に瀕していたところを、訴訟を免れることができた。
ἐκεῖνοι μὲν οὖν οἱ τότε σωθέντες εἰκόνα τοῦ Λουκούλλου λιθίνην ἐν ἀγορᾷ παρὰ τὸν Διόνυσον ἀνέστησαν, ἡμεῖς δʼ, εἰ καὶ πολλαῖς ἡλικίαις λειπόμεθα, τὴν μὲν χάριν οἰόμεθα διατείνειν καὶ πρὸς ἡμᾶς τοὺς νῦν ὄντας,
それゆえ、当時救われた人々は、広場のディオニュソス像の傍らにルクッルスの石像を建てた。 しかし私たちは、たとえ多くの世代の隔たりがあるとしても、その恩恵は現在生きている私たちにまで及んでいると考えている。
§2.3εἰκόνα δὲ πολὺ καλλίονα νομίζοντες εἶναι τῆς τὸ σῶμα καὶ τὸ πρόσωπον ἀπομιμουμένης τὴν τὸ ἦθος καὶ τὸν τρόπον ἐμφανίζουσαν, ἀναληψόμεθα τῇ γραφῇ τῶν παραλλήλων βίων τὰς πράξεις τοῦ ἀνδρός, τἀληθῆ διεξιόντες.
そして、肉体や容貌を模倣する肖像よりも、人柄や生き方を明らかにする肖像の方がはるかに美しいと考えて、私たちは『平行伝記』の執筆において、真実を詳細に述べつつ、この人物の事績を取り上げることにする。
ἀρκεῖ γὰρ ἡ τῆς μνήμης χάρις· ἀληθοῦς δὲ μαρτυρίας οὐδʼ ἂν αὐτὸς ἐκεῖνος ἠξίωσε μισθὸν λαβεῖν ψευδῆ καὶ πεπλασμένην ὑπὲρ αὐτοῦ διήγησιν.
なぜなら、記憶にとどめる感謝の念だけで十分であり、真実の証言に対して、彼自身もまた、偽りと創作に満ちた自分についての物語を報酬として受け取ることを望まなかったであろうからである。
§2.4ὥσπερ γὰρ τοὺς τὰ καλὰ καὶ πολλὴν ἔχοντα χάριν εἴδη ζῳγραφοῦντας, ἂν προσῇ τι μικρὸν αὐτοῖς δυσχερές, ἀξιοῦμεν μήτε παραλιπεῖν τοῦτο τελέως μήτε ἐξακριβοῦν·
というのも、美しく非常に魅力的な容姿を描く画家たちに対して、もしそこに何か小さな欠点がある場合、私たちはそれを完全に無視することも、極めて正確に描き出すことも求めないからである。
τὸ μὲν γὰρ αἰσχράν, τὸ δʼ ἀνομοίαν παρέχεται τὴν ὄψιν·
なぜなら、後者は醜い外見を、前者は似ていない外見をもたらすからである。
οὕτως, ἐπεὶ χαλεπόν ἐστι, μᾶλλον δʼ ἴσως ἀμήχανον, ἀμεμφῆ καὶ καθαρὸν ἀνδρὸς ἐπιδεῖξαι βίον, ἐν τοῖς καλοῖς ἀναπληρωτέον ὥσπερ ὁμοιότητα τὴν ἀλήθειαν.
同様に、非の打ちどころがなく純粋な人間の生涯を示すことは困難であり、むしろおそらく不可能であるため、私たちは美徳において、真実を肖像の類似性のように補うべきなのである。
§2.5τὰς δʼ ἐκ πάθους τινὸς ἢ πολιτικῆς ἀνάγκης ἐπιτρεχούσας ταῖς πράξεσιν ἁμαρτίας καὶ κῆρας ἐλλείμματα μᾶλλον ἀρετῆς τινος ἢ κακίας πονηρεύματα νομίζοντας οὐ δεῖ πάνυ προθύμως ἐναποσημαίνειν τῇ ἱστορίᾳ καὶ περιττῶς, ἀλλʼ ὥσπερ αἰδουμένους ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, εἰ καλὸν οὐδὲν εἰλικρινὲς οὐδʼ ἀναμφισβήτητον εἰς ἀρετὴν ἦθος γεγονὸς ἀποδίδωσιν.
情念や政治的必要性から行動に忍び込む過ちや汚れを、悪徳による非行というよりは、むしろ美徳の欠如と見なして、歴史の中に極めて熱心に、また余計に記録すべきではなく、むしろ人間の本性に対して恥じるかのようにそうすべきである。 人間の本性は、美徳において完全に純粋で議論の余地のない、優れた人柄を形にして生み出すことはないのだから。