Humanitext Reader

普鲁塔克 · 客蒙传 §2.1-2.5

卢库鲁斯的援助与传记写作原则

第 2 段,共 19 段 · 希腊语

内容简介

卢库鲁斯将喀罗尼亚从奥尔霍迈诺斯的起诉危机中解救出来。为了表达感激,普鲁塔克借用画家的比喻,阐明了在撰写传记时应推崇美德并谨慎对待人性瑕疵的写作原则。

§2.1ἐπεὶ δʼ ἀστυγείτονες ὄντες Ὀρχομένιοι καὶ διάφοροι τοῖς Χαιρωνεῦσιν ἐμισθώσαντο Ῥωμαϊκὸν συκοφάντην, ὁ δʼ ὥσπερ ἑνὸς ἀνθρώπου τὸ τῆς πόλεως ὄνομα κατενεγκὼν ἐδίωκε φόνου τῶν ὑπὸ τοῦ Δάμωνος ἀνῃρημένων, ἡ δὲ κρίσις ἦν ἐπὶ τοῦ στρατηγοῦ τῆς Μακεδονίας (οὔπω γὰρ εἰς τὴν Ἑλλάδα Ῥωμαῖοι στρατηγοὺς διεπέμποντο),
然而,当作为邻人且与喀罗尼亚人有隙的奥尔霍迈诺斯人雇佣了一名罗马告密者,那个人就像指控一个人的名字一样,指控了整座城市的名字,并因达蒙一伙所杀害之人的谋杀罪提起诉讼,而审判是在马其顿行省总督面前进行(因为当时罗马人还没有向希腊派遣总督),为城市辩护的演说者们请求卢库鲁斯出庭作证。
§2.2οἱ λέγοντες ὑπὲρ τῆς πόλεως ἐπεκαλοῦντο τὴν Λουκούλλου μαρτυρίαν, γράψαντος δὲ τοῦ στρατηγοῦ πρὸς Λούκουλλον ἐκεῖνος ἐμαρτύρησε τἀληθῆ, καὶ τὴν δίκην οὕτως ἀπέφυγεν ἡ πόλις κινδυνεύουσα περὶ τῶν μεγίστων.
在总督写信给卢库鲁斯后,后者证明了实情,城市由此摆脱了诉讼,而此前它曾面临极大的危险。
ἐκεῖνοι μὲν οὖν οἱ τότε σωθέντες εἰκόνα τοῦ Λουκούλλου λιθίνην ἐν ἀγορᾷ παρὰ τὸν Διόνυσον ἀνέστησαν, ἡμεῖς δʼ, εἰ καὶ πολλαῖς ἡλικίαις λειπόμεθα, τὴν μὲν χάριν οἰόμεθα διατείνειν καὶ πρὸς ἡμᾶς τοὺς νῦν ὄντας, §2.3εἰκόνα δὲ πολὺ καλλίονα νομίζοντες εἶναι τῆς τὸ σῶμα καὶ τὸ πρόσωπον ἀπομιμουμένης τὴν τὸ ἦθος καὶ τὸν τρόπον ἐμφανίζουσαν, ἀναληψόμεθα τῇ γραφῇ τῶν παραλλήλων βίων τὰς πράξεις τοῦ ἀνδρός, τἀληθῆ διεξιόντες.
因此,当时得救的市民们在广场上的狄奥尼索斯像旁,为卢库鲁斯竖立了一尊石雕像;而我们,尽管相隔了许多世代,仍认为那份恩泽一直延续到如今生存着的我们身上,并且,由于我们认为展现性格与作风的肖像,远比模仿身体与面容的肖像更为美丽,我们将在撰写《合传》时收录此人的生平事迹,如实详述。
ἀρκεῖ γὰρ ἡ τῆς μνήμης χάρις· ἀληθοῦς δὲ μαρτυρίας οὐδʼ ἂν αὐτὸς ἐκεῖνος ἠξίωσε μισθὸν λαβεῖν ψευδῆ καὶ πεπλασμένην ὑπὲρ αὐτοῦ διήγησιν.
因为记忆带来的感恩已足矣;而且为了回报他真实的证言,即便他本人,也不会认为接受一个虚构且捏造的关于他自己的叙事是合适的报酬。
§2.4ὥσπερ γὰρ τοὺς τὰ καλὰ καὶ πολλὴν ἔχοντα χάριν εἴδη ζῳγραφοῦντας, ἂν προσῇ τι μικρὸν αὐτοῖς δυσχερές, ἀξιοῦμεν μήτε παραλιπεῖν τοῦτο τελέως μήτε ἐξακριβοῦν· τὸ μὲν γὰρ αἰσχράν, τὸ δʼ ἀνομοίαν παρέχεται τὴν ὄψιν· οὕτως, ἐπεὶ χαλεπόν ἐστι, μᾶλλον δʼ ἴσως ἀμήχανον, ἀμεμφῆ καὶ καθαρὸν ἀνδρὸς ἐπιδεῖξαι βίον, ἐν τοῖς καλοῖς ἀναπληρωτέον ὥσπερ ὁμοιότητα τὴν ἀλήθειαν.
因为正如对待那些描绘美丽且极具魅力的容貌的画家,如果人像带有一些微小的瑕疵,我们既不要求他们完全遗漏,也不要求他们刻画得极其逼真;因为后者会使画面显得丑陋,而前者则会使其失去相似度;同样,既然展现一个人无可指责且纯洁无瑕的一生是困难的,甚至或许是不可能的,我们必须在美好的事物中,如同填补肖像的相似性一般去充实真理。
§2.5τὰς δʼ ἐκ πάθους τινὸς ἢ πολιτικῆς ἀνάγκης ἐπιτρεχούσας ταῖς πράξεσιν ἁμαρτίας καὶ κῆρας ἐλλείμματα μᾶλλον ἀρετῆς τινος ἢ κακίας πονηρεύματα νομίζοντας οὐ δεῖ πάνυ προθύμως ἐναποσημαίνειν τῇ ἱστορίᾳ καὶ περιττῶς, ἀλλʼ ὥσπερ αἰδουμένους ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, εἰ καλὸν οὐδὲν εἰλικρινὲς οὐδʼ ἀναμφισβήτητον εἰς ἀρετὴν ἦθος γεγονὸς ἀποδίδωσιν.
将因某种激情或政治必然性而渗入行动之中的过失与瑕疵,视为某种美德的缺乏,而非恶德的作恶,我们不应当在历史中极为热切且多余地将它们刻意彰显,而应当如同为人类本性感到羞愧一般;因为人类本性未能产出任何在美德上完全纯粹且无可争议的高尚性格。

词汇与语法注释

  1. §2.1ἐπεὶ δʼ ... ἡ δὲ κρίσις ἦν — 连词 ἐπεὶ(由于、当……时)自 §2.1 开头起,包含多个内部插入成分,一直延伸到 §2.2 的主句 οἱ λέγοντες 开始。
  2. §2.4ἐν τοῖς καλοῖς ἀναπληρωτέον ὥσπερ ὁμοιότητα τὴν ἀλήθειαν — 实体化形容词短语 ἐν τοῖς καλοῖς(在美好事物中 / 在美德中)对应画家比喻中的“美丽的容貌(τὰ καλά)”。表示义务的动形容词 ἀναπληρωτέον 以宾格的 τὴν ἀλήθειαν(真理/真实)为直接宾语,并由 ὥσπερ ὁμοιότητα(如同肖像的相似性一般)作副词性修饰。
  3. §2.5ἀλλʼ ὥσπερ αἰδουμένους ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως — 分词 αἰδουμένους(羞愧)为宾格复数,这与 οὐ δεῖ 后面不定式结构中作为逻辑主语被省略的代词(“我们”,宾格 ἡμᾶς)相一致。

引用这一段

普鲁塔克, 客蒙传 §2.1-2.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:2.1-2.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。