§18.1εὐθὺς μὲν οὖν ὁ Κίμων κατελθὼν ἔλυσε τὸν πόλεμον καὶ διήλλαξε τὰς πόλεις·
帰還するとすぐにキモンは戦争を終わらせ、都市国家間の和解をもたらした。
γενομένης δʼ εἰρήνης ὁρῶν τοὺς Ἀθηναίους ἡσυχίαν ἄγειν μὴ δυναμένους, ἀλλὰ κινεῖσθαι καὶ αὐξάνεσθαι ταῖς στρατείαις βουλομένους, ἵνα μὴ τοῖς Ἕλλησι διοχλῶσι μηδὲ περὶ τὰς νήσους ἢ Πελοπόννησον ἀναστρεφόμενοι ναυσὶ πολλαῖς αἰτίας ἐμφυλίων πολέμων καὶ συμμαχικῶν ἐγκλημάτων ἀρχὰς ἐπισπάσωνται κατὰ τῆς πόλεως, §18.2ἐπλήρου διακοσίας τριήρεις ὡς ἐπʼ Αἴγυπτον καὶ Κύπρον αὖθις ἐκστρατευσόμενος, ἅμα μὲν ἐμμελετᾶν τοῖς πρὸς τοὺς βαρβάρους ἀγῶσι βουλόμενος τοὺς Ἀθηναίους, ἅμα δʼ ὠφελεῖσθαι δικαίως τὰς ἀπὸ τῶν φύσει πολεμίων εὐπορίας εἰς τὴν Ἑλλάδα κομίζοντας.
しかし平和が訪れると、アテネ人が平穏を保つことができず、むしろ遠征によって行動を起こし勢力を拡大することを望んでいるのを見て、彼らがギリシア人たちに迷惑をかけたり、多くの船で島々の周辺やペロポネソス半島を徘徊して内戦の口実や同盟国からの非難のきっかけを都市に引き寄せたりしないようにと、彼はふたたびエジプトやキプロスへ遠征するつもりで二百隻の三段櫂船を満載にした。 これはアテネ人たちに異民族との戦いを平素から訓練させたいという望みと、同時に、本来の敵から得られる富をギリシアに持ち帰って正当に利益を得させたいという望みからであった。
ἤδη δὲ παρεσκευασμένων ἁπάντων καὶ τοῦ στρατοῦ παρὰ ταῖς ναυσὶν ὄντος ὄναρ εἶδεν ὁ Κίμων.
すでにすべての準備が整い、軍が船のそばに待機していたとき、キモンは夢を見た。
§18.3ἐδόκει κύνα θυμουμένην ὑλακτεῖν πρὸς αὐτόν, ἐκ δὲ τῆς ὑλακῆς μεμιγμένον ἀφεῖσαν ἀνθρώπου φθόγγον εἰπεῖν·
夢の中で、怒った雌犬が彼に向かって吠えているように見え、その吠え声の中に人間の声を混ぜてこう言った。
"
στεῖχε·
「進め。
φίλος γὰρ ἔσῃ καὶ ἐμοὶ καὶ ἐμοῖς σκυλάκεσσιν.
お前は私にとっても、私の仔犬たちにとっても友となるだろうから。
"
οὕτω δὲ δυσκρίτου τῆς ὄψεως οὔσης Ἀστύφιλος ὁ Ποσειδωνιάτης, μαντικὸς ἀνὴρ καὶ συνήθης τῷ Κίμωνι, φράζει θάνατον αὐτῷ προσημαίνειν τὴν ὄψιν, οὕτω διαιρῶν·
」このように夢の解釈が困難であったため、ポセイドニア出身の預言者でキモンの親しい友人であったアステュピロスは、この夢が彼の死を前兆していると説明し、次のように解釈した。
κύων ἀνθρώπῳ, πρὸς ὃν ὑλακτεῖ, πολέμιος·
犬は吠えかける人間にとって敵である。
πολεμίῳ δʼ οὐκ ἄν τις μᾶλλον ἢ τελευτήσας φίλος γένοιτο·
敵に対しては、死んだとき以上に友となることはない。
τὸ δὲ μῖγμα τῆς φωνῆς Μῆδον ἀποδηλοῖ τὸν ἐχθρόν·
また、混ざり合った声は、敵であるペルシア人を表している。
§18.4ὁ γὰρ Μήδων στρατὸς Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις μέμικται.
なぜなら、ペルシア人の軍勢はギリシア人と異民族が入り混じっているからである。
μετὰ δὲ ταύτην τὴν ὄψιν αὐτοῦ τῷ Διονύσῳ θύσαντος ὁ μὲν μάντις ἀπέτεμε τὸ ἱερεῖον, τοῦ δʼ αἵματος τὸ πηγνύμενον ἤδη μύρμηκες πολλοὶ λαμβάνοντες κατὰ μικρὸν ἔφερον πρὸς τὸν Κίμωνα καὶ τοῦ ποδὸς περὶ τὸν μέγαν δάκτυλον περιέπλαττον, ἐπὶ πολὺν χρόνον λανθάνοντες.
この夢ののち、彼がディオニュソスに犠牲を捧げたとき、預言者は犠牲獣を切り裂いた。 その血液がすでに凝固しつつあるのを多くの蟻が取り上げ、少しずつキモンのもとへ運んで、彼の足の親指の周りに付着させたが、長い間気づかれなかった。
ἅμα δέ πως ὅ τε Κίμων τῷ γινομένῳ προσέσχε καὶ παρῆν ὁ θύτης ἐπιδεικνύμενος αὐτῷ τὸν λοβὸν οὐκ ἔχοντα κεφαλήν.
やがてキモンがこの出来事に気づくのとほぼ同時に、犠牲を執り行う者が、頭部のない肝臓を彼に示しながら現れた。
ἄλλʼ οὐ γὰρ ἦν ἀνάδυσις τῆς στρατείας ἐξέπλευσε, καὶ τῶν νεῶν ἑξήκοντα μὲν ἀπέστειλεν εἰς Αἴγυπτον, ταῖς δʼ ἄλλαις πάλιν ἔπλει.
しかし、もはや遠征から退くことはできなかったため、彼は出航し、船のうち六十隻をエジプトに派遣し、残りの船で再び航行した。
§18.5καὶ καταναυμαχήσας Φοινισσῶν νεῶν καὶ Κιλισσῶν βασιλικὸν στόλον ἀνεκτᾶτο τε τὰς ἐν κύκλῳ πόλεις καὶ τοῖς περὶ Αἴγυπτον ἐφήδρευεν, οὐδὲν μικρόν, ἀλλʼ ὅλης ἐπινοῶν τῆς βασιλέως ἡγεμονίας κατάλυσιν, καὶ μάλιστα ὅτι τοῦ Θεμιστοκλέους ἐπυνθάνετο δόξαν εἶναι καὶ δύναμιν ἐν τοῖς βαρβάροις μεγάλην, ὑποδεδεγμένου βασιλεῖ κινοῦντι τὸν Ἑλληνικὸν πόλεμον στρατηγήσειν.
そしてフェニキア船とキリキア船からなる王の艦隊を海戦で撃破すると、周辺の諸都市を奪還し、エジプト周辺の戦況を注視した。 彼は些細なことではなく、王の支配の完全な打倒を企てていた。 それはとりわけ、テミストクレスが異民族の間で大きな名声と権力を持っており、王がギリシアに対する戦争を起こす際には将軍として指揮を執ることを引き受けている、と聞いていたからである。
§18.6Θεμιστοκλῆς μὲν οὖν οὐχ ἥκιστα λέγεται τὰς Ἑλληνικὰς πράξεις ἀπογνούς, ὡς οὐκ ἂν ὑπερβαλόμενος τὴν Κίμωνος εὐτυχίαν καὶ ἀρετήν, ἑκὼν τελευτῆσαι, Κίμων δὲ μεγάλων ἐπαιρόμενος ἀρχὰς ἀγώνων καὶ περὶ Κύπρον συνέχων τὸ ναυτικὸν ἔπεμψεν εἰς Ἄμμωνος ἄνδρας ἀπόρρητόν τινα μαντείαν ποιησομένους παρὰ τῷ θεῷ·
テミストクレスは、ギリシア人との戦いを絶望視したことも一因となって、キモンの幸運と徳を超えることはできないと考えたため、自ら命を絶ったと言われている。 一方、キモンは壮大な戦いの端緒に立たされて興奮し、キプロス周辺に海軍を留め置きながら、アモンの神殿へ神託を伺うために人々を派遣した。
γινώσκει γὰρ οὐδεὶς ὑπὲρ ὧν ἐπέμφθησαν,
彼らが何のために派遣されたのかは、誰も知らない。
§18.7οὐδὲ χρησμὸν αὐτοῖς ὁ θεὸς ἐξήνεγκεν, ἀλλʼ ἅμα τῷ προσελθεῖν ἐκέλευσεν ἀπιέναι τοὺς θεοπρόπους·
神は彼らに神託を下すことすらなく、使者たちが近づくとすぐに立ち去るように命じた。
αὐτὸν γὰρ ἤδη τὸν Κίμωνα παρʼ ἑαυτῷ τυγχάνειν ὄντα.
なぜなら、キモン本人がすでに自分のそばに来ているからだ、というのであった。
ταῦτα ἀκούσαντες οἱ θεοπρόποι κατέβαινον ἐπὶ θάλασσαν·
これを聞いた使者たちは海岸へと下って行った。
γενόμενοι δὲ ἐν τῷ στρατοπέδῳ τῶν Ἑλλήνων, ὃ τότε περὶ Αἴγυπτον ἦν, ἐπύθοντο τεθνάναι τὸν Κίμωνα·
そして、当時エジプトの近くにあったギリシア軍の陣営に到着すると、キモンが亡くなったことを知った。
καὶ τὰς ἡμέρας πρὸς τὸ μαντεῖον ἀνάγοντες ἔγνωσαν ᾐνιγμένην τὴν τελευτὴν τοῦ ἀνδρός, ὡς ἤδη παρὰ θεοῖς ὄντος.
彼らがその日数を神託の言葉と照らし合わせてみると、その人の死が謎めいた形で示されていたこと、すなわち彼がすでに神々のそばにいることが分かったのである。