§17.1ἐπεὶ δὲ βοηθήσας τοῖς Λακεδαιμονίοις ἀπῄει διὰ Κορίνθου τὴν στρατιὰν ἄγων, ἐνεκάλει Λάχαρτος αὐτῷ πρὶν ἐντυχεῖν τοῖς πολίταις εἰσαγαγόντι τὸ στράτευμα·
しかし、彼がラケダイモン人を援助して帰還する途中で軍を率いてコリントスを通過したとき、ラカルドスは、彼が市民と会う前に軍を導き入れたことについて非難した。
καὶ γὰρ θύραν κόψαντας ἀλλοτρίαν οὐκ εἰσιέναι πρότερον ἢ τὸν κύριον κελεῦσαι.
というのも、他人の家の戸を叩いた者は、主人が命じるまでは入らないものであるから、というわけである。
καὶ ὁ Κίμων
ἀλλʼ οὐχ ὑμεῖς,
εἶπεν,
ὦ Λάχαρτε, τὰς Κλεωναίων καὶ Μεγαρέων πύλας κόψαντες, ἀλλὰ κατασχίσαντες εἰσεβιάσασθε μετὰ τῶν ὅπλων ἀξιοῦντες ἀνεῳγέναι πάντα τοῖς μεῖζον δυναμένοις. οὕτω μὲν ἐθρασύνατο πρὸς τὸν Κορίνθιον ἐν δέοντι, καὶ μετὰ τῆς στρατιᾶς διεξῆλθεν.
これに対してキモンは言った。 「しかし、ラカルドスよ、あなた方はクレオナイやメガラの門を叩きもしないで、叩き壊して武器を手に力ずくで押し入り、より強い力を持つ者たちにはすべてが開かれるべきだと要求したではないか」このように彼は必要な場面でそのコリントス人に対して大胆に応酬し、軍とともに通り抜けた。
§17.2οἱ δὲ Λακεδαιμόνιοι τοὺς Ἀθηναίους αὖθις ἐκάλουν ἐπὶ τοὺς ἐν Ἰθώμῃ Μεσσηνίους καὶ εἵλωτας, ἐλθόντων δὲ τὴν τόλμαν καὶ τὴν λαμπρότητα δείσαντες ἀπεπέμψαντο μόνους τῶν συμμάχων ὡς νεωτεριστάς.
他方、ラケダイモン人は再びアテネ人をイトメ山に拠るメッセニア人とヘイロタイに対して呼び寄せたが、アテネ人が到着すると、その大胆さと華々しさを恐れて、同盟国の中で彼らだけを「革新を企てる者たち」として送り返した。
οἱ δὲ πρὸς ὀργὴν ἀπελθόντες ἤδη τοῖς λακωνίζουσι φανερῶς ἐχαλέπαινον, καὶ τὸν Κίμωνα μικρᾶς ἐπιλαβόμενοι προφάσεως ἐξωστράκισαν εἰς ἔτη δέκα·
アテネ人たちは怒って立ち去り、ただちにスパルタびいきの者たちに対して公然と憤慨し、キモンに対しては些細な口実を捉えて十年の陶片追放に処した。
τοσοῦτον γὰρ ἦν χρόνου τεταγμένον ἅπασι τοῖς ἐξοστρακιζομένοις.
というのも、それだけの期間がすべての陶片追放された者たちに定められていたからである。
§17.3ἐν δὲ τούτῳ τῶν Λακεδαιμονίων, ὡς ἐπανήρχοντο Δελφοὺς ἀπὸ Φωκέων ἐλευθερώσαντες, ἐν Τανάγρᾳ καταστρατοπεδευσάντων Ἀθηναῖοι μὲν ἀπήντων διαμαχούμενοι, Κίμων δὲ μετὰ τῶν ὅπλων ἧκεν εἰς τὴν αὑτοῦ φυλὴν τὴν Οἰνηΐδα, πρόθυμος ὢν ἀμύνεσθαι τοὺς Λακεδαιμονίους μετὰ τῶν πολιτῶν.
この間に、ラケダイモン人たちがデルポイをフォキス人から解放して帰還する途中でタナグラに陣を敷いたため、アテネ人は戦うべく立ち向かったが、キモンも武器を携えて自身の部族であるオイネイス族の元へとやって来た。 市民たちとともにラケダイモン人を撃退することを切望してのことであった。
§17.4ἡ δὲ βουλὴ τῶν πεντακοσίων πυθομένη καὶ φοβηθεῖσα, τῶν ἐχθρῶν αὐτοῦ καταβοώντων ὡς συνταράξαι τὴν φάλαγγα βουλομένου καὶ τῇ πόλει Λακεδαιμονίους ἐπαγαγεῖν, ἀπηγόρευσε τοῖς στρατηγοῖς μὴ δέχεσθαι τὸν ἄνδρα.
しかし五百人評議会はこれを知って恐れ、キモンの敵たちが「彼はファランクスを混乱させることを望んでおり、ラケダイモン人を都市に引き入れようとしている」と声高に非難したため、将軍たちにその男を受け入れないよう禁じた。
κἀκεῖνος μὲν ᾤχετο δεηθεὶς Εὐθίππου τοῦ Ἀναφλυστίου καὶ τῶν ἄλλων ἑταίρων, ὅσοι μάλιστα τὴν τοῦ λακωνίζειν αἰτίαν ἔσχον, ἐρρωμένως ἀγωνίσασθαι πρὸς τοὺς πολεμίους καὶ διʼ ἔργων ἀπολύσασθαι τὴν αἰτίαν πρὸς τοὺς πολίτας.
そこで彼は、アナプリュストス出身のエウティッポスや、その他の仲間たちのうち、とりわけスパルタびいきの疑いをかけられていた者たちに対し、敵に対して力強く戦い、行動によって市民たちに対するその容疑を晴らすよう懇願して去って行った。
§17.5οἱ δὲ λαβόντες αὐτοῦ τὴν πανοπλίαν εἰς τὸν λόχον ἔθεντο· καὶ μετʼ ἀλλήλων συστάντες ἐκθύμως ἑκατὸν ὄντες ἔπεσον, πολὺν αὑτῶν πόθον καὶ μεταμέλειαν ἐφʼ οἷς ᾐτιάθησαν ἀδίκως ἀπολιπόντες τοῖς Ἀθηναίοις.
彼らは彼の全身甲冑を受け取って自分たちの隊列に据え、互いに団結して熱烈に戦い、百人全員が討ち死にした。 そしてアテネ人たちに、自分たちが不当に非難されたことに対する強い愛惜と悔恨の念を残した。
ὅθεν οὐδὲ τῷ πρὸς Κίμωνα θυμῷ πολὺν χρόνον ἐνέμειναν, τὰ μέν, ὡς εἰκός, ὧν ἔπαθον εὖ μεμνημένοι, τὰ δὲ τοῦ καιροῦ συλλαμβανομένου.
このため、アテネ人もキモンに対する怒りに長く留まることはなかった。 それは一つには、当然ながら、かつて受けた恩恵をよく記憶していたためであり、もう一つには、危機的状況がそれを後押ししたからである。
§17.6νενικημένοι γὰρ ἐν Τανάγρᾳ μάχῃ μεγάλῃ καὶ προσδοκῶντες εἰς ὥραν ἔτους στρατιὰν Πελοποννησίων ἐπʼ αὐτοὺς ἐκάλουν ἐκ τῆς φυγῆς τὸν Κίμωνα·
なぜなら、アテネ人はタナグラの大きな戦いで敗北し、春にはペロポネソス人の軍勢が自分たちに攻めてくることを予期していたため、キモンを追放先から呼び戻したのである。
καὶ κατῆλθε τὸ ψήφισμα γράψαντος αὐτῷ Περικλέους.
そしてペリクレスが民会決議案を起草して、彼は帰国した。
οὕτω τότε πολιτικαὶ μὲν ἦσαν αἱ διαφοραί, μέτριοι δʼ οἱ θυμοὶ καὶ πρὸς τὸ κοινὸν εὐανάκλητοι συμφέρον, ἡ δὲ φιλοτιμία πάντων ἐπικρατοῦσα τῶν παθῶν τοῖς τῆς πατρίδος ὑπεχώρει καιροῖς.
このように、当時は政治的な対立こそあれ、怒りは穏やかであり、共同体の利益のために容易に和らげられ、あらゆる情念を支配していた名誉心も、国家の危機には譲歩したのである。