§19.1ἀπέθανε δὲ πολιορκῶν Κίτιον, ὡς οἱ πλεῖστοι λέγουσι, νοσήσας·
しかし彼は、多くの者が言うには、病気にかかってキティオンを包囲している最中に亡くなった。
ἔνιοι δέ φασιν ἐκ τραύματος, ὃ πρὸς τοὺς βαρβάρους ἀγωνιζόμενος ἔσχε.
またある人々は、異民族と戦っている際に負った傷が原因で亡くなったと言う。
τελευτῶν δὲ τοὺς περὶ αὐτὸν ἐκέλευσεν εὐθὺς ἀποπλεῖν ἀποκρυψαμένους τὸν θάνατον αὐτοῦ·
彼は死に臨んで、自らの周りにいる者たちに、彼の死を隠してすぐに引き揚げて出航するよう命じた。
καὶ συνέβη μήτε τῶν πολεμίων μήτε τῶν συμμάχων αἰσθομένων ἀσφαλῶς αὐτοὺς ἀνακομισθῆναι στρατηγουμένους ὑπὸ Κίμωνος, ὥς φησι Φανόδημος, τεθνηκότος ἐφʼ ἡμέρας τριάκοντα.
そして、敵も同盟国も気づくことなく、すでに三十日前に亡くなっていたキモンに率いられる形で、彼らが安全に帰還することができたと、ファノデモスは言っている。
§19.2μετὰ δὲ τὴν ἐκείνου τελευτὴν πρὸς μὲν τοὺς βαρβάρους οὐδὲν ἔτι λαμπρὸν ὑπʼ οὐδενὸς ἐπράχθη στρατηγοῦ τῶν Ἑλλήνων, ἀλλὰ τραπέντες ὑπὸ δημαγωγῶν καὶ πολεμοποιῶν ἐπʼ ἀλλήλους, οὐδενὸς τὰς χεῖρας ἐν μέσῳ διασχόντος, συνερράγησαν εἰς τὸν πόλεμον, ἀναπνοὴ μὲν τοῖς βασιλέως πράγμασι γενόμενοι, φθόρον δʼ ἀμύθητον τῆς Ἑλληνικῆς δυνάμεως ἀπεργασάμενοι.
彼の死の後、ギリシア人のどの将軍によっても、異民族に対して輝かしいことは何一つなされなかった。 それどころか、民衆指導者や戦争誘発者たちによって互いに敵対させられ、誰も仲裁に入って手を差し挟む者がいなかったため、彼らは内戦へと衝突し合い、ペルシア王の諸情勢にとっては一息つく機会となり、ギリシアの軍事力には筆舌に尽くしがたい破滅をもたらした。
§19.3ὀψὲ δʼ οἱ περὶ τὸν Ἀγησίλαον εἰς τὴν Ἀσίαν ἐξενεγκάμενοι τὰ ὅπλα βραχέος ἥψαντο πολέμου πρὸς τοὺς ἐπὶ θαλάσσῃ βασιλέως στρατηγούς·
のちに、アゲシラオスとその一派がアジアへと兵を進めて、海の近くにいた王の将軍たちに対して、短い戦争を仕掛けた。
καὶ λαμπρὸν οὐδὲν οὐδὲ μέγα δράσαντες, αὖθις δὲ ταῖς Ἑλληνικαῖς στάσεσι καὶ ταραχαῖς ἀφʼ ἑτέρας ἀρχῆς ὑπενεχθέντες, ᾤχοντο τοὺς Περσῶν φορολόγους ἐν μέσαις ταῖς συμμάχοις καὶ φίλαις πόλεσιν ἀπολιπόντες, ὧν οὐδὲ γραμματοφόρος κατέβαινεν οὐδʼ ἵππος πρὸς θαλάσσῃ τετρακοσίων σταδίων ἐντὸς ὤφθη στρατηγοῦντος Κίμωνος.
しかし、輝かしいことも偉大なことも何一つなさず、再び別の原因から始まったギリシアの闘争と混乱に引きずり戻されて去ってしまい、同盟し友好関係にある都市のただ中にペルシアの徴税官たちを残したままにしてしまった。 キモンが将軍であったときには、海から四百スタディオン以内では、彼らの書状配達人も下ってこず、馬一頭も見られなかったというのに。
§19.4ὅτι μὲν οὖν εἰς τὴν Ἀττικὴν ἀπεκομίσθη τὰ λείψανα αὐτοῦ, μαρτυρεῖ τῶν μνημάτων τὰ μέχρι νῦν Κιμώνεια προσαγορευόμενα·
さて、彼の遺骨がアッティカに持ち帰られたことは、今日まで「キモンの墓」と呼ばれている墓碑が証明している。
τιμῶσι δὲ καὶ Κιτιεῖς τάφον τινὰ Κίμωνος, ὡς Ναυσικράτης ὁ ῥήτωρ φησίν, ἐν λοιμῷ καὶ γῆς ἀφορίᾳ τοῦ θεοῦ προστάξαντος αὐτοῖς μὴ ἀμελεῖν Κίμωνος, ἀλλʼ ὡς κρείττονα σέβεσθαι καὶ γεραίρειν.
また、弁論家ナウシクラテスが言うには、キティオンの人々もまたキモンのある墓を敬っており、それは疫病と土地の不毛の際に、神が彼らにキモンを軽視せず、より優れた存在として崇め、称えるよう命じたからである。
τοιοῦτος μὲν ὁ Ἑλληνικὸς ἡγεμών.
ギリシアの指導者とは、このような人物であった。