Humanitext Reader

普鲁塔克 · 客蒙传 §18.1-18.7

西盟远征塞浦路斯与预告死期的神谕

第 18 段,共 19 段 · 希腊语

内容简介

西盟归国后立即平定战争,为了将雅典人的精力转向外部而策划了针对埃及和塞浦路斯的远征,尽管一路上出现了不祥的梦境和祭祀预兆。他在远征中取得战果,并派人向阿蒙神庙求取神谕,使者们却得到了“西蒙已在神明身边”的隐秘启示,并随即得知了他的死讯。

§18.1εὐθὺς μὲν οὖν ὁ Κίμων κατελθὼν ἔλυσε τὸν πόλεμον καὶ διήλλαξε τὰς πόλεις·
于是,西蒙一返回便立即结束了战争,使各城邦达成和解。
γενομένης δʼ εἰρήνης ὁρῶν τοὺς Ἀθηναίους ἡσυχίαν ἄγειν μὴ δυναμένους, ἀλλὰ κινεῖσθαι καὶ αὐξάνεσθαι ταῖς στρατείαις βουλομένους, ἵνα μὴ τοῖς Ἕλλησι διοχλῶσι μηδὲ περὶ τὰς νήσους ἢ Πελοπόννησον ἀναστρεφόμενοι ναυσὶ πολλαῖς αἰτίας ἐμφυλίων πολέμων καὶ συμμαχικῶν ἐγκλημάτων ἀρχὰς ἐπισπάσωνται κατὰ τῆς πόλεως, §18.2ἐπλήρου διακοσίας τριήρεις ὡς ἐπʼ Αἴγυπτον καὶ Κύπρον αὖθις ἐκστρατευσόμενος, ἅμα μὲν ἐμμελετᾶν τοῖς πρὸς τοὺς βαρβάρους ἀγῶσι βουλόμενος τοὺς Ἀθηναίους, ἅμα δʼ ὠφελεῖσθαι δικαίως τὰς ἀπὸ τῶν φύσει πολεμίων εὐπορίας εἰς τὴν Ἑλλάδα κομίζοντας.
但是,当和平到来之后,他看到雅典人无法安分守己,反而渴望通过远征来采取行动并扩张势力;为了不让他们骚扰希腊人,也不让他们率领大批战船在群岛或伯罗奔尼撒半岛周围巡游,从而给自己的城市招致内战的口实与盟友投诉的根源,他装备了两百艘三列桨战船,准备再次向埃及和塞浦路斯发动远征,这一方面是希望雅典人在与异族的战斗中得到锻炼,另一方面也是希望他们通过将从天生之敌那里获得的财富带回希腊,从而正当地获益。
ἤδη δὲ παρεσκευασμένων ἁπάντων καὶ τοῦ στρατοῦ παρὰ ταῖς ναυσὶν ὄντος ὄναρ εἶδεν ὁ Κίμων.
当一切都已准备就绪,军队也已在船只旁待命时,西蒙做了一个梦。
§18.3ἐδόκει κύνα θυμουμένην ὑλακτεῖν πρὸς αὐτόν, ἐκ δὲ τῆς ὑλακῆς μεμιγμένον ἀφεῖσαν ἀνθρώπου φθόγγον εἰπεῖν· " στεῖχε· φίλος γὰρ ἔσῃ καὶ ἐμοὶ καὶ ἐμοῖς σκυλάκεσσιν.
梦中,他似乎看见一只愤怒的母狗正对着他吠叫,并在吠声中夹杂着人类的声音说: “前行吧;因为你将成为我以及我的幼崽们的朋友。
" οὕτω δὲ δυσκρίτου τῆς ὄψεως οὔσης Ἀστύφιλος ὁ Ποσειδωνιάτης, μαντικὸς ἀνὴρ καὶ συνήθης τῷ Κίμωνι, φράζει θάνατον αὐτῷ προσημαίνειν τὴν ὄψιν, οὕτω διαιρῶν· κύων ἀνθρώπῳ, πρὸς ὃν ὑλακτεῖ, πολέμιος· πολεμίῳ δʼ οὐκ ἄν τις μᾶλλον ἢ τελευτήσας φίλος γένοιτο· τὸ δὲ μῖγμα τῆς φωνῆς Μῆδον ἀποδηλοῖ τὸν ἐχθρόν· §18.4ὁ γὰρ Μήδων στρατὸς Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις μέμικται.
” 由于这个梦兆如此难以解释,波塞多尼亚人阿斯提菲洛斯(一个占卜师且是西蒙的挚友)告诉他,这个梦兆预示着他的死亡,并作了如下剖析:狗对于它吠叫的人来说是敌人;而一个人对于敌人而言,没有比死后更能成为朋友的了;而声音的混杂则明显指代敌人波斯人;因为波斯人的军队是由希腊人和异族混合而成的。
μετὰ δὲ ταύτην τὴν ὄψιν αὐτοῦ τῷ Διονύσῳ θύσαντος ὁ μὲν μάντις ἀπέτεμε τὸ ἱερεῖον, τοῦ δʼ αἵματος τὸ πηγνύμενον ἤδη μύρμηκες πολλοὶ λαμβάνοντες κατὰ μικρὸν ἔφερον πρὸς τὸν Κίμωνα καὶ τοῦ ποδὸς περὶ τὸν μέγαν δάκτυλον περιέπλαττον, ἐπὶ πολὺν χρόνον λανθάνοντες.
在这个梦兆之后,当他向狄奥尼索斯献祭时,占卜师剖开了祭牲,许多蚂蚁含起已经凝固的血,一点一点地搬到西蒙身边,并涂抹在他脚的大拇指周围,在很长一段时间里都没有被察觉。
ἅμα δέ πως ὅ τε Κίμων τῷ γινομένῳ προσέσχε καὶ παρῆν ὁ θύτης ἐπιδεικνύμενος αὐτῷ τὸν λοβὸν οὐκ ἔχοντα κεφαλήν.
就在西蒙注意到发生的事情的同时,献祭者也走上前来,向他展示那块没有顶端的肝叶。
ἄλλʼ οὐ γὰρ ἦν ἀνάδυσις τῆς στρατείας ἐξέπλευσε, καὶ τῶν νεῶν ἑξήκοντα μὲν ἀπέστειλεν εἰς Αἴγυπτον, ταῖς δʼ ἄλλαις πάλιν ἔπλει.
然而,由于已经无法从这次远征中退缩,他便扬帆出海,并派遣了六十艘战船前往埃及,自己则率领其余的船只继续航行。
§18.5καὶ καταναυμαχήσας Φοινισσῶν νεῶν καὶ Κιλισσῶν βασιλικὸν στόλον ἀνεκτᾶτο τε τὰς ἐν κύκλῳ πόλεις καὶ τοῖς περὶ Αἴγυπτον ἐφήδρευεν, οὐδὲν μικρόν, ἀλλʼ ὅλης ἐπινοῶν τῆς βασιλέως ἡγεμονίας κατάλυσιν, καὶ μάλιστα ὅτι τοῦ Θεμιστοκλέους ἐπυνθάνετο δόξαν εἶναι καὶ δύναμιν ἐν τοῖς βαρβάροις μεγάλην, ὑποδεδεγμένου βασιλεῖ κινοῦντι τὸν Ἑλληνικὸν πόλεμον στρατηγήσειν.
他在海战中击败了由腓尼基和基利家战船组成的国王舰队,收复了周围的城市,并密切关注埃及的局势。 他所图谋的绝非小事,而是要彻底推翻国王的统治;这尤其是因为他听说地米斯托克利在异族中拥有极大的声望与权力,并且已经向国王承诺,当国王发动对希腊的战争时将担任统帅。
§18.6Θεμιστοκλῆς μὲν οὖν οὐχ ἥκιστα λέγεται τὰς Ἑλληνικὰς πράξεις ἀπογνούς, ὡς οὐκ ἂν ὑπερβαλόμενος τὴν Κίμωνος εὐτυχίαν καὶ ἀρετήν, ἑκὼν τελευτῆσαι, Κίμων δὲ μεγάλων ἐπαιρόμενος ἀρχὰς ἀγώνων καὶ περὶ Κύπρον συνέχων τὸ ναυτικὸν ἔπεμψεν εἰς Ἄμμωνος ἄνδρας ἀπόρρητόν τινα μαντείαν ποιησομένους παρὰ τῷ θεῷ· γινώσκει γὰρ οὐδεὶς ὑπὲρ ὧν ἐπέμφθησαν,
据说,地米斯托克利正是因为对希腊人的事务感到绝望,且深知自己无法超越西蒙的幸运与才能,才自愿结束了自己的生命。 而西蒙因伟大战争的开端而欢欣鼓舞,他将海军集结在塞浦路斯周围,并派人前往阿盟神庙,向神求取某种隐秘的启示;因为没有人知道他们被派去的目的。
§18.7οὐδὲ χρησμὸν αὐτοῖς ὁ θεὸς ἐξήνεγκεν, ἀλλʼ ἅμα τῷ προσελθεῖν ἐκέλευσεν ἀπιέναι τοὺς θεοπρόπους· αὐτὸν γὰρ ἤδη τὸν Κίμωνα παρʼ ἑαυτῷ τυγχάνειν ὄντα.
神甚至没有给他们传达神谕,而是在使者们一接近时就命令他们离去,因为西蒙本人此时已经在他那里了。
ταῦτα ἀκούσαντες οἱ θεοπρόποι κατέβαινον ἐπὶ θάλασσαν· γενόμενοι δὲ ἐν τῷ στρατοπέδῳ τῶν Ἑλλήνων, ὃ τότε περὶ Αἴγυπτον ἦν, ἐπύθοντο τεθνάναι τὸν Κίμωνα·
听到这些,使者们下到海边;当他们来到当时在埃及附近的希腊军队营地时,得知了西蒙已经去世的消息。
καὶ τὰς ἡμέρας πρὸς τὸ μαντεῖον ἀνάγοντες ἔγνωσαν ᾐνιγμένην τὴν τελευτὴν τοῦ ἀνδρός, ὡς ἤδη παρὰ θεοῖς ὄντος.
他们将天数与神庙里的启示对照,明白了这个人的死已通过谜语般的话语昭示,即他此时已在神明身旁。

词汇与语法注释

  1. 18.1ἵνα μὴ τοῖς Ἕλλησι διοχλῶσι μηδὲ... ἐπισπάσωνται — 在由 ἵνα μὴ ... ἐπισπάσωνται 引导的目的从句中使用了虚拟语气。它解释了西蒙策划远征的意图,即为了防止雅典人骚扰其他希腊人并给雅典招致内战的指责。因为主句动词 ἐπλήρου 是未完成过去时(历史时序),从句本可以使用祈愿语气,但这里保留了虚拟语气以增强临场感。
  2. 18.2κομίζοντας — 分词 κομίζοντας 是宾格复数现在活动分词,其逻辑主语为 τοὺς Ἀθηναίους。它修饰前文 ὠφελεῖσθαι(中间态不定式,“获益”)的主语,表示通过远征“将财富带回”希腊这一手段或伴随状况。
  3. 18.3πολεμίῳ δʼ οὐκ ἄν τις μᾶλλον ἢ τελευτήσας φίλος γένοιτο — 此句使用了潜在祈愿语气(ἄν + γένοιτο),意为“一个人对敌人而言,没有比死后更能成为朋友的了”。不定过去时分词 τελευτήσας 起条件作用(“如果死了”或“唯有通过死亡”),逻辑上解释了阿斯提菲洛斯对“狗成西蒙的朋友”这一梦兆的凶兆(即死亡)的剖析。
  4. 18.6ὡς οὐκ ἂν ὑπερβαλόμενος τὴν Κίμωνος εὐτυχίαν καὶ ἀρετήν — 连词 ὡς 与伴有 ἄν 的分词 ὑπερβαλόμενος 结合,表示主观原因或地米斯托克利当时的判断(“认为自己不可能超越西蒙的幸运与才能”)。 ἄν + 分词的结构替代了 ἄν + 祈愿语气(οὐκ ἂν ὑπερβάλοιτο),带有潜在假想的色彩。

引用这一段

普鲁塔克, 客蒙传 §18.1-18.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:18.1-18.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。