Humanitext Reader

プルタルコス · キモン伝 §16.1-16.8

キモンの親スパルタ路線とヘイロタイ蜂起への救援軍派遣

16 / 19 箇所 · ギリシア語

要旨

キモンは一貫して親スパルタの姿勢を貫き市民の反感を買うが、スパルタで大地震とヘイロタイの蜂起が起きた際、エフィアルテスの反対を押し切って救援部隊を率い出発した。

§16.1ἦν μὲν οὖν ἀπʼ ἀρχῆς φιλολάκων·
こうして彼は当初からスパルタびいきであった。
καὶ τῶν γε παίδων τῶν διδύμων τὸν ἕτερον Λακεδαιμόνιον ὠνόμασε, τὸν δʼ ἕτερον Ἠλεῖον, ἐκ γυναικὸς αὐτῷ Κλειτορίας γενομένους, ὡς Στησίμβροτος ἱστορεῖ·
そして、ステシムブロトスが記録しているように、双子の息子のうち一人はラケダイモニオス、もう一人はエレイオスと名付けたが、彼らはクレイトル出身の女性から生まれた子供たちであった。
διὸ πολλάκις τὸν Περικλέα τὸ μητρῷον αὐτοῖς γένος ὀνειδίζειν.
それゆえ、ペリクレスはしばしば彼らに対してその母方の血統を非難したという。
Διόδωρος δʼ ὁ Περιηγητὴς καὶ τούτους φησὶ καὶ τὸν τρίτον τῶν Κίμωνος υἱῶν Θεσσαλὸν ἐξ Ἰσοδίκης γεγονέναι τῆς Εὐρυπτολέμου τοῦ Μεγακλέους.
しかし、地誌作家ディオドロスは、この二人も、キモンの第三の息子であるテッサロスも、メガクレスの息子エウリュプトレモスの娘イソディケから生まれたと述べている。
§16.2ηὐξήθη δʼ ὑπὸ τῶν Λακεδαιμονίων ἤδη τῷ Θεμιστοκλεῖ προσπολεμούντων καὶ τοῦτον ὄντα νέον ἐν Ἀθήναις μᾶλλον ἰσχύειν καὶ κρατεῖν βουλομένων.
キモンは、すでにテミストクレスと対立しており、若き彼がアテネにおいてより大きな勢力を持ち支配権を握ることを望んでいたラケダイモン人によって、その地位を高められた。
οἱ δʼ Ἀθηναῖοι τὸ πρῶτον ἡδέως ἑώρων οὐ μικρὰ τῆς πρὸς ἐκεῖνον εὐνοίας τῶν Σπαρτιατῶν ἀπολαύοντες·
アテネ人たちも、最初は彼に対するスパルタ人の好意から少なからぬ恩恵を享受していたため、それを喜んで見ていた。
αὐξανομένοις γὰρ αὐτοῖς κατʼ ἀρχὰς καὶ τὰ συμμαχικὰ πολυπραγμονοῦσιν οὐκ ἤχθοντο τιμῇ καὶ χάριτι τοῦ Κίμωνος.
なぜなら、初期においてアテネが強大化し、同盟関係に積極的に介入していた際にも、彼らはキモンに寄せられる敬意や好意を快く思わないことはなかったからである。
§16.3τὰ γὰρ πλεῖστα διʼ ἐκείνου τῶν Ἑλληνικῶν διεπράττετο, πρᾴως μὲν τοῖς συμμάχοις, κεχαρισμένως δὲ τοῖς Λακεδαιμονίοις ὁμιλοῦντος.
実際、ギリシア人の諸事の大部分は彼を通じて処理されており、彼は同盟諸国に対しては穏やかに、ラケダイモン人に対しては気に入られるように接していた。
ἔπειτα δυνατώτεροι γενόμενοι καὶ τὸν Κίμωνα τοῖς Σπαρτιάταις οὐκ ἠρέμα προσκείμενον ὁρῶντες ἤχθοντο.
しかしその後、アテネ人がより強力になり、キモンがスパルタ人に尋常でなく寄り添っているのを見るようになると、快く思わなくなった。
καὶ γὰρ αὐτὸς ἐπὶ παντὶ μεγαλύνων τὴν Λακεδαίμονα πρὸς Ἀθηναίους, καὶ μάλιστα ὅτε τύχοι μεμφόμενος αὐτοῖς ἢ παροξύνων, ὥς φησι Στησίμβροτος, εἰώθει λέγειν· ἀλλʼ οὐ Λακεδαιμόνιοί γε τοιοῦτοι.
なぜなら、キモン自身もアテネ人に対してあらゆる機会にラケダイモンを称賛し、とりわけステシムブロトスによれば、彼らを非難したり鼓舞したりする折には、いつも「だがラケダイモン人はそのような者たちではない」と言うのが常であったからである。
§16.4ὅθεν φθόνον ἑαυτῷ συνῆγε καὶ δυσμένειάν τινα παρὰ τῶν πολιτῶν.
このことから、彼は市民たちの間に自分に対する羨望とある種の反感を募らせることになった。
ἡ δʼ οὖν ἰσχύσασα μάλιστα κατʼ αὐτοῦ τῶν διαβολῶν αἰτίαν ἔσχε τοιαύτην.
ともあれ、彼に対して最も効力を発揮した中傷は、以下のような原因によるものであった。
Ἀρχιδάμου τοῦ Ζευξιδάμου τέταρτονἔτος ἐν Σπάρτῃ βασιλεύοντος ὑπὸ σεισμοῦ μεγίστου δὴ τῶν μνημονευομένων πρότερον ἥ τε χώρα τῶν Λακεδαιμονίων χάσμασιν ἐνώλισθε πολλοῖς καὶ τῶν Ταϋγέτων τιναχθέντων κορυφαί τινες ἀπερράγησαν, αὐτὴ δʼ ἡ πόλις ὅλη συνεχύθη πλὴν οἰκιῶν πέντε, τὰς δʼ ἄλλας ἤρειψεν ὁ σεισμός.
ゼウクシダモスの息子アルキダモスがスパルタで王位に就いて四年目のこと、かつて記憶されている中で最も巨大な地震が起こり、ラケダイモン人の土地は多くの裂け目に滑り落ち、タイゲトス山が揺れ動いていくつかの山頂が崩落した。 そして、五軒の家を除いて都市全体が崩壊し、他はすべて地震によって打ち倒された。
§16.5ἐν δὲ μέσῃ τῇ στοᾷ γυμναζομένων ὁμοῦ τῶν ἐφήβων καὶ τῶν νεανίσκων λέγεται μικρὸν πρὸ τοῦ σεισμοῦ λαγὼν παραφανῆναι, καὶ τοὺς μὲν νεανίσκους, ὥσπερ ἦσαν ἀληλιμμένοι, μετὰ παιδιᾶς ἐκδραμεῖν καὶ διώκειν, τοῖς δʼ ἐφήβοις ὑπολειφθεῖσιν ἐπιπεσεῖν τὸ γυμνάσιον καὶ πάντας ὁμοῦ τελευτῆσαι.
コロネードの中央でエペボスと若者たちが一緒に訓練をしていた際、地震の直前に一羽の野ウサギが現れたと言われている。 若者たちは、体に油を塗った状態のままで、面白がって外へ走り出てそれを追いかけたが、取り残されたエペボスたちの上に体育場が崩れ落ち、全員が一度に命を落とした。
τὸν δὲ τάφον αὐτῶν ἔτι νῦν Σεισματίαν προσαγορεύουσι.
彼らの墓は、現在でも「セイスマティアス」と呼ばれている。
§16.6ταχὺ δὴ συνιδὼν ἀπὸ τοῦ παρόντος τὸν μέλλοντα κίνδυνον ὁ Ἀρχίδαμος, καὶ τοὺς πολίτας ὁρῶν ἐκ τῶν οἰκιῶν τὰ τιμιώτατα πειρωμένους σώζειν, ἐκέλευσε τῇ σάλπιγγι σημαίνειν, ὡς πολεμίων ἐπιόντων, ὅπως ὅτι τάχιστα μετὰ τῶν ὅπλων ἀθροίζωνται πρὸς αὐτόν.
アルキダモスは、直面している事態から将来の危険を素早く察知し、市民たちが家から最も貴重な物品を救い出そうとしているのを見て、敵が襲撃してきたかのようにラッパで合図を鳴らすよう命じた。 これは、彼らが武器を携えて大急ぎで自分の元へと集まるようにするためであった。
ὃ δὴ καὶ μόνον ἐν τῷ τότε καιρῷ τὴν Σπάρτην διέσωσεν.
そして、このことこそが、まさにその危機の瞬間にスパルタを救った唯一のことであった。
οἱ γὰρ εἵλωτες ἐκ τῶν ἀγρῶν συνέδραμον πανταχόθεν ὡς ἀναρπασόμενοι τοὺς σεσωσμένους τῶν Σπαρτιατῶν.
なぜなら、ヘイロタイたちが、生き残ったスパルタ人を略奪しようと、至る所の野良から一斉に駆け集まってきたからである。
§16.7ὡπλισμένους δὲ καὶ συντεταγμένους εὑρόντες ἀνεχώρησαν ἐπὶ τὰς πόλεις καὶ φανερῶς ἐπολέμουν, τῶν τε περιοίκων ἀναπείσαντες οὐκ ὀλίγους, καὶ Μεσσηνίων ἅμα τοῖς Σπαρτιάταις συνεπιθεμένων.
しかし、彼らが武装して整列しているのを見ると、彼らは撤退して自分たちの都市へと戻り、ペリオイコイの少なからぬ人々を説得して味方に引き入れ、さらにはメッセニア人をも巻き込んで、スパルタ人に対して公然と戦争を開始した。
πέμπουσιν οὖν οἱ Λακεδαιμόνιοι Περικλείδαν εἰς Ἀθήνας δεόμενοι βοηθεῖν, ὅν φησι κωμῳδῶν Ἀριστοφάνης καθεζόμενον ἐπὶ τοῖς βωμοῖς ὠχρὸν ἐν φοινικίδι στρατιὰν ἐπαιτεῖν.
そこでラケダイモン人はペリクレイダスをアテネに派遣し、援助を求めた。 喜劇作家アリストパネスは彼をからかって、赤い外套を着て青ざめた顔で祭壇に座り、軍隊を懇願している姿を描いている。
§16.8Ἐφιάλτου δὲ κωλύοντος καὶ διαμαρτυρομένου μὴ βοηθεῖν μηδʼ ἀνιστάναι πόλιν ἀντίπαλον ἐπὶ τὰς Ἀθήνας, ἀλλʼ ἐᾶν κεῖσθαι καὶ πατηθῆναι τὸ φρόνημα τῆς Σπάρτης, Κίμωνά φησι Κριτίας τὴν τῆς πατρίδος αὔξησιν ἐν ὑστέρῳ θέμενον τοῦ Λακεδαιμονίων συμφέροντος ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοηθοῦντα μετὰ πολλῶν ὁπλιτῶν.
エフィアルテスがこれを阻止し、アテネに立ち向かうライバル都市を復興させるべきではなく、スパルタの誇りは地に伏し、踏みにじられるままにさせておくべきだと主張したのに対し、クリティアスによれば、キモンは祖国の強大化をラケダイモン人の利益の後ろに置き、民衆を説得して、多くの重装歩兵を率いて救援に出発した。
ὁ δʼ Ἴων ἀπομνημονεύει καὶ τὸν λόγον, ᾧ μάλιστα τοὺς Ἀθηναίους ἐκίνησε, παρακαλῶν μήτε τὴν Ἑλλάδα χωλὴν μήτε τὴν πόλιν ἑτερόζυγα περιϊδεῖν γεγενημένην.
またイオンは、彼がアテネ人を最も動かしたその言葉を記憶しており、ギリシアを片足の不具にしたり、アテネという都市を片方の軛を失った状態に放置したりしてはならないと呼びかけた。

語釈・文法注

  1. 16.1ὀνειδίζειν — 伝聞あるいは間接話法(ここでは `ὡς Στησίμβροτος ἱστορεῖ` の文脈)を導く不定詞。主語は対格の `τὸν Περικλέα`。
  2. 16.2αὐξανομένοις γὰρ αὐτοῖς ... οὐκ ἤχθοντο — `αὐξανομένοις γὰρ αὐτοῖς`(および `πολυπραγμονοῦσιν`)は、感情の動詞 `ἤχθοντο`(不満に思う)が取る与格(不満の対象や原因を表す)。アテネ人が強大化しつつある状況に対して、ラケダイモン人たちが嫌がらなかったことを意味する。
  3. 16.3ὅτε τύχοι — `ὅτε` 節において希求法が使われており、過去における反復的・一般的な条件(「〜するたびに、〜するような時にはいつでも」)を表す。
  4. 16.7Μεσσηνίων ἅμα τοῖς Σπαρτιάταις συνεπιθεμένων — 属格独立構文。メッセニア人がヘイロタイやペリオイコイと「共にスパルタ人に対して攻撃を仕掛けたこと」を示す。
  5. 16.8μηδʼ ἀνιστάναι πόλιν ἀντίπαλον ἐπὶ τὰς Ἀθήνας — 不定詞 `ἀνιστάναι` は `κωλύοντος καὶ διαμαρτυρομένου` にかかり、さらに `ἐπὶ τὰς Ἀθήνας` は「アテネに対して」という敵対・対抗の方向を示す。

この箇所を引用する

プルタルコス, キモン伝 §16.1-16.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:16.1-16.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。