Humanitext Reader

普鲁塔克 · 客蒙传 §17.1-17.6

西蒙遭到陶片放逐与战败后的召回

第 17 段,共 19 段 · 希腊语

内容简介

西蒙在归途中与科林斯人发生冲突,随后在雅典遭到陶片放逐;但在雅典人在塔纳格拉战役中战败并面临斯巴达威胁后,由伯里克利提议将他召回。

§17.1ἐπεὶ δὲ βοηθήσας τοῖς Λακεδαιμονίοις ἀπῄει διὰ Κορίνθου τὴν στρατιὰν ἄγων, ἐνεκάλει Λάχαρτος αὐτῷ πρὶν ἐντυχεῖν τοῖς πολίταις εἰσαγαγόντι τὸ στράτευμα· καὶ γὰρ θύραν κόψαντας ἀλλοτρίαν οὐκ εἰσιέναι πρότερον ἢ τὸν κύριον κελεῦσαι.
但是,当他援助完拉刻代蒙人并率领军队穿过科林斯返回时,拉哈尔托斯指责他在与公民们会面之前就擅自带兵入境;因为他说,敲别人家门的人,在主人允许之前是不得进入的。
καὶ ὁ Κίμων ἀλλʼ οὐχ ὑμεῖς, εἶπεν, ὦ Λάχαρτε, τὰς Κλεωναίων καὶ Μεγαρέων πύλας κόψαντες, ἀλλὰ κατασχίσαντες εἰσεβιάσασθε μετὰ τῶν ὅπλων ἀξιοῦντες ἀνεῳγέναι πάντα τοῖς μεῖζον δυναμένοις.
对此,西蒙说: “但是,拉哈尔托斯啊,你们在进入克莱奥奈和美加拉的城门时,并没有敲门,而是将它们砸碎,携带着武器强行闯入,还要求一切都要对力量更强大的人敞开。
οὕτω μὲν ἐθρασύνατο πρὸς τὸν Κορίνθιον ἐν δέοντι, καὶ μετὰ τῆς στρατιᾶς διεξῆλθεν.
” 他就是这样在必要的时刻对那个科林斯人予以大胆的回击,并带着军队通过了那里。
§17.2οἱ δὲ Λακεδαιμόνιοι τοὺς Ἀθηναίους αὖθις ἐκάλουν ἐπὶ τοὺς ἐν Ἰθώμῃ Μεσσηνίους καὶ εἵλωτας, ἐλθόντων δὲ τὴν τόλμαν καὶ τὴν λαμπρότητα δείσαντες ἀπεπέμψαντο μόνους τῶν συμμάχων ὡς νεωτεριστάς.
而拉刻代蒙人再次召集雅典人去对付在伊托梅山的美塞尼亚人和黑劳士;但是当雅典人到达后,拉刻代蒙人由于惧怕他们的胆识与华美,在所有盟友中唯独将他们作为“谋反者”遣送了回去。
οἱ δὲ πρὸς ὀργὴν ἀπελθόντες ἤδη τοῖς λακωνίζουσι φανερῶς ἐχαλέπαινον, καὶ τὸν Κίμωνα μικρᾶς ἐπιλαβόμενοι προφάσεως ἐξωστράκισαν εἰς ἔτη δέκα· τοσοῦτον γὰρ ἦν χρόνου τεταγμένον ἅπασι τοῖς ἐξοστρακιζομένοις.
雅典人愤怒地离去,立即对亲斯巴达派表现出公开的愤恨,并借着微小的借口,将西蒙陶片放逐了十年;因为这一期限是为所有被放逐者所规定好的。
§17.3ἐν δὲ τούτῳ τῶν Λακεδαιμονίων, ὡς ἐπανήρχοντο Δελφοὺς ἀπὸ Φωκέων ἐλευθερώσαντες, ἐν Τανάγρᾳ καταστρατοπεδευσάντων Ἀθηναῖοι μὲν ἀπήντων διαμαχούμενοι, Κίμων δὲ μετὰ τῶν ὅπλων ἧκεν εἰς τὴν αὑτοῦ φυλὴν τὴν Οἰνηΐδα, πρόθυμος ὢν ἀμύνεσθαι τοὺς Λακεδαιμονίους μετὰ τῶν πολιτῶν.
在此期间,当拉刻代蒙人将德尔斐从福基斯人手中解放并返回、在塔纳格拉扎营时,雅典人便出兵前去迎战,而西蒙也带着武器来到他自己的部落——奥伊内伊斯部落,渴望与公民们一起击退拉刻代蒙人。
§17.4ἡ δὲ βουλὴ τῶν πεντακοσίων πυθομένη καὶ φοβηθεῖσα, τῶν ἐχθρῶν αὐτοῦ καταβοώντων ὡς συνταράξαι τὴν φάλαγγα βουλομένου καὶ τῇ πόλει Λακεδαιμονίους ἐπαγαγεῖν, ἀπηγόρευσε τοῖς στρατηγοῖς μὴ δέχεσθαι τὸν ἄνδρα.
但是五百人议会听闻此事并感到恐惧,因为西蒙的政敌们纷纷非难他,声称他企图扰乱方阵并将拉刻代蒙人引入城中,于是议会禁止将军们接纳此人。
κἀκεῖνος μὲν ᾤχετο δεηθεὶς Εὐθίππου τοῦ Ἀναφλυστίου καὶ τῶν ἄλλων ἑταίρων, ὅσοι μάλιστα τὴν τοῦ λακωνίζειν αἰτίαν ἔσχον, ἐρρωμένως ἀγωνίσασθαι πρὸς τοὺς πολεμίους καὶ διʼ ἔργων ἀπολύσασθαι τὴν αἰτίαν πρὸς τοὺς πολίτας.
于是,西蒙在恳求阿纳弗吕斯托斯人欧提波斯以及其他同伴(即那些尤其背负了亲斯巴达嫌疑的人)在战场上奋勇杀敌、用实际行动向公民们洗清嫌疑之后,便离去了。
§17.5οἱ δὲ λαβόντες αὐτοῦ τὴν πανοπλίαν εἰς τὸν λόχον ἔθεντο· καὶ μετʼ ἀλλήλων συστάντες ἐκθύμως ἑκατὸν ὄντες ἔπεσον, πολὺν αὑτῶν πόθον καὶ μεταμέλειαν ἐφʼ οἷς ᾐτιάθησαν ἀδίκως ἀπολιπόντες τοῖς Ἀθηναίοις.
那些人接过了他的全副盔甲,并安放在自己的队列之中;他们并肩作战,奋不顾身,这一百人全部英勇牺牲,给雅典人留下了巨大的哀思以及对那些不白之冤的深切悔恨。
ὅθεν οὐδὲ τῷ πρὸς Κίμωνα θυμῷ πολὺν χρόνον ἐνέμειναν, τὰ μέν, ὡς εἰκός, ὧν ἔπαθον εὖ μεμνημένοι, τὰ δὲ τοῦ καιροῦ συλλαμβανομένου.
因此,雅典人对西蒙的怨恨也没有持续太久,这部分是因为,正如理所当然的那样,他们深刻记着昔日所受的恩惠,部分也是因为危机形势促成了这一转变。
§17.6νενικημένοι γὰρ ἐν Τανάγρᾳ μάχῃ μεγάλῃ καὶ προσδοκῶντες εἰς ὥραν ἔτους στρατιὰν Πελοποννησίων ἐπʼ αὐτοὺς ἐκάλουν ἐκ τῆς φυγῆς τὸν Κίμωνα· καὶ κατῆλθε τὸ ψήφισμα γράψαντος αὐτῷ Περικλέους.
因为他们在塔纳格拉的一场大战中败北,并预料到在来年春季伯罗奔尼撒人的军队会向他们袭来,于是便将西蒙从放逐地召回;而召回他的决议得以通过,正是由伯里克利亲自起草的。
οὕτω τότε πολιτικαὶ μὲν ἦσαν αἱ διαφοραί, μέτριοι δʼ οἱ θυμοὶ καὶ πρὸς τὸ κοινὸν εὐανάκλητοι συμφέρον, ἡ δὲ φιλοτιμία πάντων ἐπικρατοῦσα τῶν παθῶν τοῖς τῆς πατρίδος ὑπεχώρει καιροῖς.
当时他们的政治分歧竟是如此,怨恨温和且易于因公共利益而平息,而那凌驾于所有情感之上的荣誉心,也向国家的危机做出了让步。

词汇与语法注释

  1. 17.1καὶ γὰρ θύραν κόψαντας ἀλλοτρίαν οὐκ εἰσιέναι πρότερον ἢ τὸν κύριον κελεῦσαι — 在语法上,这是受 ἐνεκάλει 引导的间接引语中的“对格加不定式”结构(或作为一般格言独立使用的不定式)。不定式 εἰσιέναι 的逻辑主语是包含在阳性对格复数分词 κόψαντας 中的泛指人(τινάς)。其含义是:“敲别人家门的人,在主人允许之前不得进入”,拉哈尔托斯以此作为指责西蒙的依据。
  2. 17.2ἐλθόντων δὲ — 这是一个属格独立结构(genitive absolute),其逻辑主语 Ἀθηναίων 被省略了,可从前句的 τοὺς Ἀθηναίους 中推意。
  3. 17.4ὡς συνταράξαι τὴν φάλαγγα βουλομένου — 连词 ὡς 与属格独立结构(βουλομένου)的结合。它表示主观原因或敌对方的指控(“声称他企图……”),用以解释他的政敌所提出的怀疑与非难的具体内容。
  4. 17.5ὧν ἔπαθον εὖ μεμνημένοι — 此处发生了关系代词的反向吸引(attraction)。逻辑上本应为对格复数中性的先行词与关系代词(τούτων ἅ “对于他们所受到的恩惠”),由于受到分词 μεμνημένοι(动词 μνημονεύω 支配属格)的影响,被吸引成了属格 ὧν。
  5. 17.6εἰς ὥραν ἔτους — 这是一个惯用表达,意为“(来年的)春季”或“适合军事行动的季节”。

引用这一段

普鲁塔克, 客蒙传 §17.1-17.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:17.1-17.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。