Humanitext Reader

普鲁塔克 · 客蒙传 §16.1-16.8

西蒙的亲斯巴达立场与率军平定黑劳士起义

第 16 段,共 19 段 · 希腊语

内容简介

西蒙一贯的亲斯巴达立场招致了雅典公民的反感,但当斯巴达因大地震爆发黑劳士起义时,他不顾埃菲阿尔特斯的反对,说服民众率军前往救援。

§16.1ἦν μὲν οὖν ἀπʼ ἀρχῆς φιλολάκων·
因此,他从一开始就是亲斯巴达的。
καὶ τῶν γε παίδων τῶν διδύμων τὸν ἕτερον Λακεδαιμόνιον ὠνόμασε, τὸν δʼ ἕτερον Ἠλεῖον, ἐκ γυναικὸς αὐτῷ Κλειτορίας γενομένους, ὡς Στησίμβροτος ἱστορεῖ· διὸ πολλάκις τὸν Περικλέα τὸ μητρῷον αὐτοῖς γένος ὀνειδίζειν.
正如斯泰西姆布罗托斯所记载的,在他的双胞胎儿子中,他给一个起名叫拉刻代莫尼奥斯,另一个起名叫埃莱奥斯,他们是由一个来自克莱托尔的女人为他所生的;因此,据说伯里克利经常拿他们的母系出身来羞辱他们。
Διόδωρος δʼ ὁ Περιηγητὴς καὶ τούτους φησὶ καὶ τὸν τρίτον τῶν Κίμωνος υἱῶν Θεσσαλὸν ἐξ Ἰσοδίκης γεγονέναι τῆς Εὐρυπτολέμου τοῦ Μεγακλέους.
但地理学家狄奥多罗斯则说,这两个儿子以及西蒙的第三个儿子色萨洛斯,都是由美加克勒斯之子埃乌普托勒摩斯之女伊索迪刻所生的。
§16.2ηὐξήθη δʼ ὑπὸ τῶν Λακεδαιμονίων ἤδη τῷ Θεμιστοκλεῖ προσπολεμούντων καὶ τοῦτον ὄντα νέον ἐν Ἀθήναις μᾶλλον ἰσχύειν καὶ κρατεῖν βουλομένων.
他得到了斯巴达人的扶持,因为他们当时已经与地米斯托克利敌对,并希望西蒙这个年轻人能在雅典掌握更多的权力和统治地位。
οἱ δʼ Ἀθηναῖοι τὸ πρῶτον ἡδέως ἑώρων οὐ μικρὰ τῆς πρὸς ἐκεῖνον εὐνοίας τῶν Σπαρτιατῶν ἀπολαύοντες· αὐξανομένοις γὰρ αὐτοῖς κατʼ ἀρχὰς καὶ τὰ συμμαχικὰ πολυπραγμονοῦσιν οὐκ ἤχθοντο τιμῇ καὶ χάριτι τοῦ Κίμωνος.
而雅典人起初也乐见其成,从斯巴达人对西蒙的善意中获得了不小的益处;因为在起初,当雅典人不断壮大并积极参与同盟事务时,他们对西蒙所受到的尊重和优待并不感到反感。
§16.3τὰ γὰρ πλεῖστα διʼ ἐκείνου τῶν Ἑλληνικῶν διεπράττετο, πρᾴως μὲν τοῖς συμμάχοις, κεχαρισμένως δὲ τοῖς Λακεδαιμονίοις ὁμιλοῦντος.
因为希腊人的绝大多数事务都是通过他来处理的,他对待盟友温和,对待斯巴达人也甚合其意。
ἔπειτα δυνατώτεροι γενόμενοι καὶ τὸν Κίμωνα τοῖς Σπαρτιάταις οὐκ ἠρέμα προσκείμενον ὁρῶντες ἤχθοντο.
然而,后来雅典人变得更加强大,看到西蒙对斯巴达人不是一般地亲近时,便感到不快。
καὶ γὰρ αὐτὸς ἐπὶ παντὶ μεγαλύνων τὴν Λακεδαίμονα πρὸς Ἀθηναίους, καὶ μάλιστα ὅτε τύχοι μεμφόμενος αὐτοῖς ἢ παροξύνων, ὥς φησι Στησίμβροτος, εἰώθει λέγειν· ἀλλʼ οὐ Λακεδαιμόνιοί γε τοιοῦτοι.
因为西蒙自己也总是在雅典人面前极力赞美拉刻代蒙,尤其是正如斯泰西姆布罗托斯所说,每当他责备或激励雅典人时,他总是习惯说:“但拉刻代蒙人绝非如此。
§16.4ὅθεν φθόνον ἑαυτῷ συνῆγε καὶ δυσμένειάν τινα παρὰ τῶν πολιτῶν.
” 因此,他在公民中给自己招来了嫉妒和某种敌意。
ἡ δʼ οὖν ἰσχύσασα μάλιστα κατʼ αὐτοῦ τῶν διαβολῶν αἰτίαν ἔσχε τοιαύτην.
无论如何,最能打击他的控诉有着如下的起因。
Ἀρχιδάμου τοῦ Ζευξιδάμου τέταρτονἔτος ἐν Σπάρτῃ βασιλεύοντος ὑπὸ σεισμοῦ μεγίστου δὴ τῶν μνημονευομένων πρότερον ἥ τε χώρα τῶν Λακεδαιμονίων χάσμασιν ἐνώλισθε πολλοῖς καὶ τῶν Ταϋγέτων τιναχθέντων κορυφαί τινες ἀπερράγησαν, αὐτὴ δʼ ἡ πόλις ὅλη συνεχύθη πλὴν οἰκιῶν πέντε, τὰς δʼ ἄλλας ἤρειψεν ὁ σεισμός.
在泽乌克西达摩斯之子阿基达摩斯在斯巴达执政的第四年,发生了一场有记载以来最巨大的地震,拉刻代蒙人的土地滑入许多深渊之中,泰格特斯山剧烈震动,部分山峰断裂坍塌,整个城市除了五所房屋外全部化为废墟,其余皆被地震摧毁。
§16.5ἐν δὲ μέσῃ τῇ στοᾷ γυμναζομένων ὁμοῦ τῶν ἐφήβων καὶ τῶν νεανίσκων λέγεται μικρὸν πρὸ τοῦ σεισμοῦ λαγὼν παραφανῆναι, καὶ τοὺς μὲν νεανίσκους, ὥσπερ ἦσαν ἀληλιμμένοι, μετὰ παιδιᾶς ἐκδραμεῖν καὶ διώκειν, τοῖς δʼ ἐφήβοις ὑπολειφθεῖσιν ἐπιπεσεῖν τὸ γυμνάσιον καὶ πάντας ὁμοῦ τελευτῆσαι.
在柱廊中央,当青年和少年们在一起锻炼时,据说在地震前不久出现了一只野兔,那些身上涂了油的少年们便嬉戏着跑出去追赶它,而留下的青年们则因体育场坍塌而被压在下面,全部一同丧生。
τὸν δὲ τάφον αὐτῶν ἔτι νῦν Σεισματίαν προσαγορεύουσι.
直到今天,他们的坟墓仍被称为“地震死难者之墓”。
§16.6ταχὺ δὴ συνιδὼν ἀπὸ τοῦ παρόντος τὸν μέλλοντα κίνδυνον ὁ Ἀρχίδαμος, καὶ τοὺς πολίτας ὁρῶν ἐκ τῶν οἰκιῶν τὰ τιμιώτατα πειρωμένους σώζειν, ἐκέλευσε τῇ σάλπιγγι σημαίνειν, ὡς πολεμίων ἐπιόντων, ὅπως ὅτι τάχιστα μετὰ τῶν ὅπλων ἀθροίζωνται πρὸς αὐτόν.
阿基达摩斯迅速从眼前的危机中预见到了未来的危险,看到公民们正试图从家中抢救最宝贵的财物,便命令吹响军号,佯称敌人来袭,以便他们能以最快的速度携带武器到他身边集结。
ὃ δὴ καὶ μόνον ἐν τῷ τότε καιρῷ τὴν Σπάρτην διέσωσεν.
在当时,唯有这一举动挽救了斯巴达。
οἱ γὰρ εἵλωτες ἐκ τῶν ἀγρῶν συνέδραμον πανταχόθεν ὡς ἀναρπασόμενοι τοὺς σεσωσμένους τῶν Σπαρτιατῶν.
因为黑劳士们从各处的田地里成群结队地奔来,企图洗劫幸存的斯巴达人。
§16.7ὡπλισμένους δὲ καὶ συντεταγμένους εὑρόντες ἀνεχώρησαν ἐπὶ τὰς πόλεις καὶ φανερῶς ἐπολέμουν, τῶν τε περιοίκων ἀναπείσαντες οὐκ ὀλίγους, καὶ Μεσσηνίων ἅμα τοῖς Σπαρτιάταις συνεπιθεμένων.
但当发现斯巴达人已经全副武装并列好阵势时,他们便撤退回自己的城镇,并公开进行战争,他们说服了不仅少数的皮里阿西人加入,且梅塞尼亚人也一同对斯巴达人发起进攻。
πέμπουσιν οὖν οἱ Λακεδαιμόνιοι Περικλείδαν εἰς Ἀθήνας δεόμενοι βοηθεῖν, ὅν φησι κωμῳδῶν Ἀριστοφάνης καθεζόμενον ἐπὶ τοῖς βωμοῖς ὠχρὸν ἐν φοινικίδι στρατιὰν ἐπαιτεῖν.
因此,斯巴达人派遣佩里克莱达斯前往雅典求援,阿里斯托芬在喜剧中嘲讽他,说他身穿红色斗篷,脸色苍白地坐在祭坛上,乞求派遣军队。
§16.8Ἐφιάλτου δὲ κωλύοντος καὶ διαμαρτυρομένου μὴ βοηθεῖν μηδʼ ἀνιστάναι πόλιν ἀντίπαλον ἐπὶ τὰς Ἀθήνας, ἀλλʼ ἐᾶν κεῖσθαι καὶ πατηθῆναι τὸ φρόνημα τῆς Σπάρτης, Κίμωνά φησι Κριτίας τὴν τῆς πατρίδος αὔξησιν ἐν ὑστέρῳ θέμενον τοῦ Λακεδαιμονίων συμφέροντος ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοηθοῦντα μετὰ πολλῶν ὁπλιτῶν.
尽管埃菲阿尔特斯极力阻止并抗议,认为不应援助也不应复兴雅典的竞争对手,而应任由斯巴达的傲慢倒下并被践踏,但克里提亚斯说,西蒙将祖国的壮大置于斯巴达人利益之后,说服了民众,带领许多重装步兵出兵救援。
ὁ δʼ Ἴων ἀπομνημονεύει καὶ τὸν λόγον, ᾧ μάλιστα τοὺς Ἀθηναίους ἐκίνησε, παρακαλῶν μήτε τὴν Ἑλλάδα χωλὴν μήτε τὴν πόλιν ἑτερόζυγα περιϊδεῖν γεγενημένην.
爱翁还记下了最能打动雅典人的那番话,西蒙呼吁他们不要眼看着希腊变瘸,也不要眼看着自己的城邦失去配偶。

词汇与语法注释

  1. 16.1ὀνειδίζειν — 引导传闻或间接引语的不定式(承接 `ὡς Σ泰西姆布罗托斯 ἱστορεῖ` 的脉络),其逻辑主语为宾格的 `τὸν Περικλέα`。
  2. 16.2αὐξανομένοις γὰρ αὐτοῖς ... οὐκ ἤχθοντο — `αὐξανομένοις γὰρ αὐτοῖς`(以及 `πολυπραγμονοῦσιν`)是与格,由表示情感的动词 `ἤχθοντο` 支配,表示“不满的原因/对象”。意为当雅典人壮大时,斯巴达人对此并不感到反感。
  3. 16.3ὅτε τύχοι — 在 `ὅτε` 从句中使用希求法,表示过去重复发生或一般性的条件(“每当他恰好……时”)。
  4. 16.7Μεσσηνίων ἅμα τοῖς Σπαρτιάταις συνεπιθεμένων — 属格独立结构,表示梅塞尼亚人与黑劳士及皮里阿西人一同对斯巴达人发起进攻。
  5. 16.8μηδʼ ἀνιστάναι πόλιν ἀντίπαλον ἐπὶ τὰς Ἀθήνας — 不定式 `ἀνιστάναι` 受 `κωλύοντος καὶ διαμαρτυρομένου` 支配,而 `ἐπὶ τὰς Ἀθήνας` 则表示敌对、对抗的方向(“针对雅典”)。

引用这一段

普鲁塔克, 客蒙传 §16.1-16.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:16.1-16.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。