Humanitext Reader

普鲁塔克 · 客蒙传 §10.1-10.9

西蒙的慷慨好施与廉洁品行

第 10 段,共 19 段 · 希腊语

内容简介

西蒙将战利品中获得的财富慷慨地施舍给公民,拆除田地篱笆并为贫民和外邦人提供每日晚餐。尽管这些慷慨之举被政敌指责为收买人心,但他通过支持贵族制政治立场以及拒绝罗伊萨克斯贿赂等事迹,展现了其始终如一的高尚与清廉。

§10.1ἤδη δʼ εὐπορῶν ὁ Κίμων ἐφόδια τῆς στρατηγίας ἃ καλῶς ἀπὸ τῶν πολεμίων ἔδοξεν ὠφελῆσθαι κάλλιον ἀνήλισκεν εἰς τοὺς πολίτας.
此时,已然富足的西蒙将他被认为从敌人那里体面获得的军费,更加体面地用于公民身上。
τῶν τε γὰρ ἀγρῶν τοὺς φραγμοὺς ἀφεῖλεν, ἵνα καὶ τοῖς ξένοις καὶ τῶν πολιτῶν τοῖς δεομένοις ἀδεῶς ὑπάρχῃ λαμβάνειν τῆς ὀπώρας, καὶ δεῖπνον οἴκοι παρʼ αὐτῷ λιτὸν μέν, ἀρκοῦν δὲ πολλοῖς, ἐποιεῖτο καθʼ ἡμέραν, ἐφʼ ὃ τῶν πενήτων ὁ βουλόμενος εἰσῄει καὶ διατροφὴν εἶχεν ἀπράγμονα, μόνοις τοῖς δημοσίοις σχολάζων.
他拆除了自己田地的篱笆,以便外邦人和有需要的公民都能毫无畏惧地采摘果实。 他每天在自己家中准备一份虽然简朴但足够多人享用的晚餐,任何有需要的穷人都可进来进餐,从而无忧无虑地获得生计,以便能专心于公共事务。
§10.2ὡς δʼ Ἀριστοτέλης φησίν, οὐχ ἁπάντων Ἀθηναίων, ἀλλὰ τῶν δημοτῶν αὐτοῦ Λακιαδῶν παρεσκευάζετο τῷ βουλομένῳ τὸ δεῖπνον.
但正如亚里士多德所说,这顿晚餐并非为所有雅典人准备,而是为他自己同教区的拉基亚代区民中任何有需要的人准备的。
αὐτῷ δὲ νεανίσκοι παρείποντο συνήθεις ἀμπεχόμενοι καλῶς, ὧν ἕκαστος, εἴ τις συντύχοι τῷ Κίμωνι τῶν ἀστῶν πρεσβύτερος ἠμφιεσμένος ἐνδεῶς, διημείβετο πρὸς αὐτὸν τὰ ἱμάτια· καὶ τὸ γινόμενον ἐφαίνετο σεμνόν.
他的身边常有衣着体面的年轻亲信随行,其中每一个人,如果遇到任何穿着破旧的年长公民,就会与他交换外衣;这种做法看起来十分高尚。
§10.3οἱ δʼ αὐτοὶ καὶ νόμισμα κομίζοντες ἄφθονον παριστάμενοι τοῖς κομψοῖς τῶν πενήτων ἐν ἀγορᾷ σιωπῇ τῶν κερματίων ἐνέβαλλον εἰς τὰς χεῖρας.
这些年轻人还携带了充足的钱币,在市场上站在那些举止体面的穷人身旁,默默地将小钱塞进他们的手中。
ὧν δὴ καὶ Κρατῖνος ὁ κωμικὸς ἐν Ἀρχιλόχοις ἔοικε μεμνῆσθαι διὰ τούτων· §10.4" κἀγὼ γὰρ ηὔχουν Μητρόβιος ὁ γραμματεὺς σὺν ἀνδρὶ θείῳ καὶ φιλοξενωτάτῳ καὶ πάντʼ ἀρίστῳ τῶν Πανελλήνων πρὸ τοῦ Κίμωνι λιπαρὸν γῆρας εὐωχούμενος αἰῶνα πάντα συνδιατρίψειν. ὁ δὲ λιπὼν βέβηκε πρότερος. "
喜剧诗人克拉提诺斯在《阿尔基洛科斯们》中似乎通过以下词句提到了这些事: “因为我,书吏梅特罗比奥斯,也曾指望能与那位神圣、最慷慨好客、且在所有希腊人中凡事最优秀的西蒙一起,在宴乐中度过滋润的晚年,共同消磨一生;但他却抛下我,先我而去了。
§10.5ἔτι τοίνυν Γοργίας μὲν ὁ Λεοντῖνός φησι τὸν Κίμωνα τὰ χρήματα κτᾶσθαι μὲν ὡς χρῷτο, χρῆσθαι δὲ ὡς τιμῷτο, Κριτίας δὲ τῶν τριάκοντα γενόμενος ἐν ταῖς ἐλεγείαις εὔχεται· " πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος, νίκας δʼ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.
“此外,雷翁蒂奈的高尔吉亚说,西蒙获取财富是为了使用,使用财富是为了获得尊敬;而曾是三十人篡政者之一的克里提亚斯在哀歌中祈求道: “愿得斯科帕斯家族的财富,西蒙的宽宏气量,以及拉刻代蒙人阿耳刻西拉乌斯的胜利。
" καίτοι Λίχαν γε τὸν Σπαρτιάτην ἀπʼ οὐδενὸς ἄλλου γινώσκομεν ἐν τοῖς Ἕλλησιν ὀνομαστὸν γενόμενον ἢ ὅτι τοὺς ξένους ἐν ταῖς γυμνοπαιδίαις ἐδείπνιζεν· ἡ δὲ Κίμωνος ἀφθονία καὶ τὴν παλαιὰν τῶν Ἀθηναίων φιλοξενίαν καὶ φιλανθρωπίαν ὑπερέβαλεν.
“然而,我们知道斯巴达人利卡斯在希腊人中成名,别无他因,只因他在裸体竞技节上款待了外邦人;但西蒙的丰裕甚至超越了雅典人古老的好客与仁爱。
§10.6οἱ μὲν γάρ, ἐφʼ οἷς ἡ πόλις μέγα φρονεῖ δικαίως, τό τε σπέρμα τῆς τροφῆς εἰς τοὺς Ἕλληνας ἐξέδωκαν ὑδάτων τε πηγαίων καὶ πυρὸς ἔναυσιν χρῄζουσιν ἀνθρώποις ἐδίδαξαν,ὁ δὲ τὴν μὲν οἰκίαν τοῖς πολίταις πρυτανεῖον ἀποδείξας κοινόν, ἐν δὲ τῇ χώρᾳ καρπῶν ἑτοίμων ἀπαρχὰς καὶ ὅσα ὧραι καλὰ φέρουσι χρῆσθαι καὶ λαμβάνειν ἅπαντα τοῖς ξένοις παρέχων, τρόπον τινὰ τὴν ἐπὶ Κρόνου μυθολογουμένην κοινωνίαν εἰς τὸν βίον αὖθις κατῆγεν.
因为,雅典人(城邦因此理所当然地自豪)向希腊人分发了粮食的种子,并教会了需要的人如何使用泉水和点燃火种;而西蒙则将自己的家变成了公民们的公共市政厅,并在自己的土地上提供成熟作物的初熟之果以及季节所带来的所有美好之物,让外邦人随意使用和拿取,在某种程度上将神话中所传说的克罗诺斯时期的财产共有重新带回了现实生活。
§10.7οἱ δὲ ταῦτα κολακείαν ὄχλου καὶ δημαγωγίαν εἶναι διαβάλλοντες ὑπὸ τῆς ἄλλης ἐξηλέγχοντο τοῦ ἀνδρὸς προαιρέσεως ἀριστοκρατικῆς καὶ Λακωνικῆς οὔσης, ὅς γε καὶ Θεμιστοκλεῖ πέρα τοῦ δέοντος ἐπαίροντι τὴν δημοκρατίαν ἀντέβαινε μετʼ Ἀριστείδου, καὶ πρὸς Ἐφιάλτην ὕστερον χάριτι τοῦ δήμου καταλύοντα τὴν ἐξ Ἀρείου πάγου βουλὴν διηνέχθη,
但那些将这些行为诬蔑为讨好群众和蛊惑人心的人,被该人其他具有贵族倾向和斯巴达风格的政治抉择所驳倒。 因为他与阿里斯提德一起,反对将民主制提升到不当高度的地米斯托克利,后来又与为了讨好民众而废除阿雷奥帕古斯会议的埃菲阿尔特斯发生冲突。
§10.8λημμάτων δὲ δημοσίων τοὺς ἄλλους πλὴν Ἀριστείδου καὶ Ἐφιάλτου πάντας ἀναπιμπλαμένους ὁρῶν, αὑτὸν ἀδέκαστον καὶ ἄθικτον ἐκ τῇ πολιτείᾳ δωροδοκίας καὶ πάντα προῖκα καὶ καθαρῶς πράττοντα καὶ λέγοντα διὰ τέλους παρέσχε.
他看到除阿里斯提德和埃菲阿尔特斯之外的所有人都沉溺于公家贿赂中,而他自己在政治生涯中却始终保持廉洁,不受贿赂,始终无偿、纯洁地做事和发言。
λέγεταί γέ τοι Ῥοισάκην τινὰ βάρβαρον ἀποστάτην βασιλέως ἐλθεῖν μετὰ χρημάτων πολλῶν εἰς Ἀθήνας, καὶ σπαραττόμενον ὑπὸ τῶν συκοφαντῶν καταφυγεῖν πρὸς Κίμωνα, καὶ θεῖναι παρὰ τὴν αὔλειον αὐτοῦ φιάλας δύο, τὴν μὲν ἀργυρείων ἐμπλησάμενον Δαρεικῶν, τὴν δὲ χρυσῶν·
据说,一个脱离波斯国王的蛮族人罗伊萨克斯带着许多钱财来到雅典,在受到告密者的纠缠时,投奔西蒙寻求庇护,并在他的庭院门口放了两个浅盘,一个装满银达里克,另一个装满金达里克。
ἰδόντα δὲ τὸν Κίμωνα καὶ μειδιάσαντα πυθέσθαι τοῦ ἀνθρώπου, §10.9πότερον αἱρεῖται Κίμωνα μισθωτὸν ἢ φίλον ἔχειν·
西蒙看到后,微笑地问那个人:他选择让西蒙做他的雇工还是朋友。
τοῦ δὲ φήσαντος φίλον οὐκοῦν, φάναι, ταῦτʼ ἄπιθι μετὰ σεαυτοῦ κομίζων· χρήσομαι γὰρ αὐτοῖς ὅταν δέωμαι φίλος γενόμενος.
当那人回答“做朋友”时,西蒙便说: “那么,把这些东西带回去吧;因为既然我成了你的朋友,在需要的时候我就会使用它们的。 ”

词汇与语法注释

  1. 10.1ἃ καλῶς ἀπὸ τῶν πολεμίων ἔδοξεν ὠφελῆσθαι — 关系代词 `ἃ` 指代先行词 `ἐφόδια`。`ἔδοξεν ὠφελῆσθαι` 是人称结构(以 `ἐφόδια` 为主语,通过 `ἃ` 连接),意为“这些(军费)被认为获得”。`ὠφελῆσθαι` 是 `ὠφελέω` 的被动完成不定式,此处意为“获利”或“获得”。
  2. 10.1μόνοις τοῖς δημοσίοις σχολάζων — 单数主格分词 `σχολάζων` 的主语是前文的名词短语 `τῶν πενήτων ὁ βουλόμενος`(穷人中凡是愿意的人),而非西蒙。在语义上,它指代获得食物提供后的穷人们得以摆脱生计之忧,从而能够专心于公共事务。
  3. 10.5τὰ χρήματα κτᾶσθαι μὲν ὡς χρῷτο, χρῆσθαι δὲ ὡς τιμῷτο — 由连词 `ὡς` 引导的从句中的动词 `χρῷτο` 和 `τιμῷτο` 使用了祈愿语气(optative)。由于主句动词 `φησι` 具有传闻和历史性的背景,在间接引语中采用祈愿语气(转述祈愿或目的祈愿)来表示西蒙过去的意图或目的。
  4. 10.6οἱ μὲν γάρ ... ὁ δὲ ... — 在整句话的对照结构中,`οἱ μὲν`(雅典人整体)与 `ὁ δὲ`(西蒙)形成对比。`οἱ μὲν` 从句中的 `ἐφʼ οἷς` 是介词加关系代词结构,意为“因这些事”或“针对这些事”,其先行词指向后文雅典人分发种子等一整套伟大功绩。
  5. 10.8αὑτὸν ἀδέκαστον καὶ ἄθικτον ... πράττοντα καὶ λέγοντα διὰ τέλους παρέσχε — 动词 `παρέσχε` 在此与反身代词 `αὑτόν` 连用,表示“使自己保持/表现为……”。其后接有宾语补足语(形容词 `ἀδέκαστον καὶ ἄθικτον`,“不受贿且廉洁的”)以及补充性分词 `πράττοντα καὶ λέγοντα`(“做事与说话”)。

引用这一段

普鲁塔克, 客蒙传 §10.1-10.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg035.humanitext-grc2:10.1-10.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。