Humanitext Reader

プルタルコス · フラミニヌス伝 §9.1-9.8

アイトリア人との不和とフィリッポスとの講和

9 / 21 箇所 · ギリシア語

要旨

キュノスケファライの戦いにおけるアイトリア人の専横に怒ったティトスは彼らを無視してフィリッポスと和議を結び、アンティオコスとハンニバルの脅威を未然に防ぐ外交的勝利を収める。

§9.1πρῶτον μὲν οὖν ἐγένοντο λοιδορίαι καὶ διαφοραὶ πρὸς ἀλλήλους αὐτοῖς·
まず、彼らの間で互いに対する非難と不和が生じた。
ἐκ δὲ τούτων μᾶλλον ἀεὶ τὸν Τίτον ἐλύπουν ἑαυτοῖς ἀνατιθέντες τὸ νίκημα καὶ τῇ φήμῃ προκαταλαμβάνοντες τοὺς Ἕλληνας, ὥστε καὶ γράφεσθαι καὶ ᾄδεσθαι προτέρους ἐκείνους ὑπὸ ποιητῶν καὶ ἰδιωτῶν ὑμνούντων τὸ ἔργον.
そしてこれによって、アイトリア人が勝利を自分たちの手柄にし、その噂をギリシア中に広めたことが、ますますティトスを苛立たせた。 その結果、この偉業を称える詩人や一般の人々によって、彼らが先に書き残され、歌われることになった。
§9.2ὧν μάλιστα διὰ στόματος ἦν τουτὶ τὸ ἐπίγραμμα·
彼らの口に最もよく上ったのは、次のようなエピグラムであった。
" Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδʼ ἐπὶ νώτῳ Θεσσαλίης τρισσαὶ κείμεθα μυριάδες, Αἰτωλῶν δμηθέντες ὑπʼ Ἄρεος ἠδὲ Λατίνων, οὓς Τίτος εὐρείης ἤγαγʼ ἀπʼ Ἰταλίης, Ἠμαθίῃ μέγα πῆμα.
「旅人よ、我ら三万の死者は、涙も流されず、葬られることもなく、ここテッサリアの背根に横たわっている。 広大なイタリアからティトスが率いてきたラティウム人と、アイトリア人の軍神(アレス)によって打ち倒されたのだ。 エマティアにとっての大きな災いよ。
τὸ δὲ θρασὺ κεῖνο Φιλίππου πνεῦμα θοῶν ἐλάφων ᾤχετʼ ἐλαφρότερον.
一方、あの傲慢なフィリッポスの気骨は、素早い鹿よりも軽やかに去っていった。
" §9.3τοῦτο ἐποίησε μὲν Ἀλκαῖος ἐφυβρίζων Φιλίππῳ καὶ τὸν ἀριθμὸν τῶν ἀποθανόντων ἐπιψευσάμενος, λεγόμενον δὲ πολλαχοῦ καὶ ὑπὸ πολλῶν μᾶλλον ἠνία τὸν Τίτον ἢ τὸν Φίλιππον.
」これはアルカイオスがフィリッポスをおとしめ、死者の数を偽って詠んだ詩であったが、あちこちで多くの人々によって口にされたため、フィリッポスよりもむしろティトスを苦しめた。
ὁ μὲν γὰρ ἀντικωμῳδῶν τὸν Ἀλκαῖον τῷ ἐλεγείῳ παρέβαλεν " αφλοιος καὶ ἄφυλλος, ὁδοιπόρε, τῷδʼ ἐπὶ νώτῳ Ἀλκαίῳ σταυρὸς πήγνυται ἠλίβατος· "
一方、フィリッポスはアルカイオスをパロディにして、このエレゲイア詩に対して次のように応じた。 「旅人よ、樹皮もなく、葉もない十字架が、この背根に、アルカイオスのためにそびえ立っている。
§9.4τὸν δὲ Τίτον φιλοτιμούμενον πρὸς τοὺς Ἕλληνας οὐ μετρίως παρώξυνε τὰ τοιαῦτα, διὸ καὶ τὰ ὑπόλοιπα τῶν πραγμάτων ἔπραττε καθʼ ἑαυτόν, ἐλάχιστα φροντίζων τῶν Αἰτωλῶν.
」ギリシア人の間での名声を望んでいたティトスにとって、このような出来事は少なからず彼を刺激した。 そのため、彼は残りの戦後処理を独断で行い、アイトリア人のことはほとんど考慮しなかった。
οἱ δὲ ἤχθοντο, καὶ προσδεξαμένου λόγους αὐτοῦ καὶ πρεσβείαν ἐπὶ συμβάσεσι παρὰ τοῦ Μακεδόνος, τοῦτο ἐκεῖνοι περιϊόντες ἐπὶ τὰς ἄλλας πόλεις ἐβόων, πωλεῖσθαι τὴν εἰρήνην Φιλίππῳ, παρὸν ἐκκόψαι τὸν πόλεμον ἄρδην καὶ ἀνελεῖν ἀρχὴν ὑφʼ ἧς πρώτης ἐδουλώθη τὸ Ἑλληνικόν.
アイトリア人は憤慨した。 そしてティトスがマケドニア王からの和議の申し入れと使節を受け入れると、アイトリア人は諸都市を巡り歩いて、フィリッポスに平和が売り渡されている、ギリシア人が最初に奴隷とされた支配の根源を完全に絶ち切り、その帝国を滅ぼすことができる絶好の機会であるというのに、と叫び散らした。
§9.5ταῦτα τῶν Αἰτωλῶν λεγόντων καὶ διαταραττόντων τοὺς συμμάχους, αὐτὸς ὁ Φίλιππος ἐλθὼν πρὸς τὰς διαλύσεις ἀνεῖλε τὴν ὑποψίαν, ἐπιτρέψας τῷ Τίτῳ καὶ Ῥωμαίοις τὰ καθʼ αὑτόν, καὶ οὕτω καταλύεται τὸν πόλεμον ὁ Τίτος·
アイトリア人がこのように主張して同盟国を動揺させていたが、フィリッポス自身が和議のために赴き、自らに関する一切をティトスとローマ人に委ねたことで疑念は払拭され、このようにしてティトスは戦争を終結させた。
καὶ τὴν μὲν Μακεδονικὴν ἀπέδωκεν αὐτῷ βασιλείαν, τῆς δὲ Ἑλλάδος προσέταζεν ἀποστῆναι, χιλίοις δὲ ταλάντο ις ἐζημίωσε, τὰς δὲ ναῦς πάσας παρείλετο πλὴν δέκα, τῶν δὲ παίδων τὸν ἕτερον, Δημήτριον, ὁμηρεύσοντα λαβὼν εἰς Ῥώμην ἀπέστειλεν, ἄριστα τῷ καιρῷ χρησάμενος καὶ προλαβὼν τὸ μέλλον.
彼はマケドニアの王位をフィリッポスに返還した一方で、ギリシアから撤退することを命じ、千タラントンの賠償金を課し、十隻を除くすべての軍船を没収した。 また、彼の息子のうち一人、デメトリオスを人質として受け取ってローマへと送った。 これは時機を最も見事に利用し、将来を見越した処置であった。
§9.6Ἀννίβου γὰρ τοῦ Λίβυος, ἀνδρὸς ἐχθίστου τε Ῥωμαίοις καὶ φυγάδος, ἤδη τότε πρὸς Ἀντίοχον ἥκοντος τὸν βασιλέα καὶ παροξύνοντος αὐτὸν εἰς τὸ πρόσθεν προϊέναι τῇ τύχῃ τῆς δυνάμεως εὐροούσης, ἤδη καὶ καθʼ ἑαυτὸν ὑπὸ πραγμάτων μεγάλων, ἃ κατεργασάμενος μέγας ἐπωνομάσθη, πρὸς τὴν ἁπάντων ἡγεμονίαν ἀποβλέποντα, μάλιστα δὲ κατὰ Ῥωμαίων ἀνιστάμενον,
というのも、ローマ人にとって最大の宿敵であり亡命者であったリビア人ハンニバルが、まさにその時すでに王アンティオコスのところへ至っており、運気が味方して軍事力が盛んであった王をさらに前進するよう促していたからである。 アンティオコス自身も、多くの偉大な業績を成し遂げて「大王」と称されるようになり、すでに全土の覇権に目を向け、特にローマ人に対して敵意を燃やし立ち上がろうとしていた。
§9.7εἰ μὴ τοῦτο προϊδὼν ὁ Τίτος ἐμφρόνως ἐνέδωκε πρὸς τὰς διαλύσεις, ἀλλὰ τὸν Φιλιππικὸν ὁ Ἀντιοχικὸς κατειλήφει πόλεμος ἐν τῇ Ἑλλάδι, καὶ συνέστησαν ὑπʼ αἰτιῶν ἀμφότεροι κοινῶν οἱ μέγιστοι τῶν τότε καὶ δυνατώτατοι βασιλέων ἐπὶ τὴν Ῥώμην, ἔσχεν ἂν ἀγῶνας ἐξ ὑπαρχῆς καὶ κινδύνους τῶν πρὸς Ἀννίβαν οὐκ ἐλάττους.
もしティトスがこれを見越して賢明に和議を認めず、マケドニア戦争の最中にアンティオコスとの戦争がギリシアで重なっていたならば、当時の最も偉大で強力な二人の王が共通の動機によってローマに対して連合していたはずであり、ローマはハンニバルとの戦いに劣らない新たな苦闘と危機に直面していたであろう。
§9.8νῦν δὲ τῶν πολέμων μέσην κατὰ καιρὸν ἐμβαλὼν τὴν εἰρήνην ὁ Τίτος, καὶ πρὶν ἄρξασθαι τὸν μέλλοντα διακόψας τὸν παρόντα, τοῦ μὲν τὴν ἐσχάτην ἐλπίδα, τοῦ δὲ τὴν πρώτην ὑφεῖλεν.
しかし実際には、ティトスは二つの戦争の間に絶好のタイミングで平和を挟み込み、これから始まる未来の戦争よりも前に、現在進行中の戦争を断ち切ることで、一人の最大の希望を奪い、もう一人の最初の一歩を挫いたのである。

語釈・文法注

  1. 9.1ἑαυτοῖς ἀνατιθέντες τὸ νίκημα — 与格 ἑαυτοῖς は利益の与格(または動作帰属の与格)であり、ἀνατιθέντες(帰する、捧げる)の宛先を示す。「勝利を自分たち自身の功績にする」という意味。アイトリア人が自らの武功を誇張したことを表す。
  2. 9.3λεγόμενον δὲ πολλαχοῦ καὶ ὑπὸ πολλῶν μᾶλλον ἠνία τὸν Τίτον ἢ τὸν Φίλιππον — 中性単数分詞 λεγόμενον は、前文の「このエピグラム(τοῦτο)」を主語とする形容詞的分詞(あるいは譲歩・時を表す副言的分詞)。「至る所で多くの人々によって口にされたため(あるいは、口にされていたが)」と解し、主節の動詞 ἠνία(単数未完了過去)につながる。
  3. 9.5ἄριστα τῷ καιρῷ χρησάμενος καὶ προλαβὼν τὸ μέλλον — 二つのアオリスト分詞 χρησάμενος と προλαβὼν は主節の主語(Titus)を修飾する付帯状況または様態の分詞。前者は与格支配の動詞 χράομαι に基づき τῷ καιρῷ(与格)を伴う。後者の προλαβών は「あらかじめ掴む」「先んじる」の意で、名詞化された中性単数対格 τὸ μέλλον(未来、将来起こること)を目的語とする。
  4. 9.7εἰ μὴ τοῦτο προϊδὼν ὁ Τίτος ἐμφρόνως ἐνέδωκε πρὸς τὰς διαλύσεις, ἀλλὰ... κατειλήφει... καὶ συνέστησαν... ἔσχεν ἂν... — 反実仮想の条件文。条件節(protasis)は εἰ μὴ ... ἐνέδωκε(直説法アオリスト。ただし、否定の ἀλλά 以下で「〜であったなら」という肯定的仮定の直説法過去・大過去が続く)、帰結節(apodosis)は ἔσχεν ἂν(直説法アオリスト + ἄν)。過去の事実に反する仮定を表す。

この箇所を引用する

プルタルコス, フラミニヌス伝 §9.1-9.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg028.humanitext-grc2:9.1-9.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。