§10.1ἐπεὶ δὲ οἱ δέκα πρέσβεις, οὓς ἡ σύγκλητος ἔπεμψε τῷ Τίτῳ, συνεβούλευον τοὺς μὲν ἄλλους Ἕλληνας ἐλευθεροῦν, Κόρινθον δὲ καὶ Χαλκίδα καὶ Δημητριάδα διατηρεῖν ἐμφρούρους ἕνεκα τῆς πρὸς Ἀντίοχον ἀσφαλείας, ἐνταῦθα δὴ ταῖς κατηγορίαις λαμπροὶ λαμπρῶς τὰς πόλεις ἀνερρήγνυσαν Αἰτωλοί, τὸν μὲν Τίτον κελεύοντες τὰς πέδας τῆς Ἑλλάδος λύειν (οὕτω γὰρ ὁ Φίλιππος εἰώθει τὰς προειρημένας πόλεις ὀνομάζειν),
しかし、元老院がティトスのもとに派遣した十人の使節が、他のギリシア人は自由にする一方で、コリントス、カルキス、デメトリアスについてはアンティオコスに対する安全保障のために守備隊を維持すべきであると勧告した。 この時まさに、アイトリア人は非難の声を大にして、これらの都市を激しく煽り立て、ティトスに対して「ギリシアの枷」を外すよう要求した(フィリッポスが前述の都市をそう呼ぶ習慣があったからである)。
§10.2τοὺς δὲ Ἕλληνας ἐρωτῶντες εἰ κλοιὸν ἔχοντες βαρύτερον μὲν, λειότερον δὲ τοῦ πάλαι τὸν νῦν, χαίρουσι, καὶ θαυμάζουσι τὸν Τίτον ὡς εὐεργέτην, ὅτι τοῦ ποδὸς λύσας τὴν Ἑλλάδα τοῦ τραχήλου δέδεκεν.
彼らはギリシア人たちに、以前のものより滑らかとはいえ、今やより重い首輪をはめられて喜んでいるのかと問いかけ、ギリシアの足を解放したのに首を縛り付けたティトスを、なぜ恩人として崇めるのかと驚いて見せた。
ἐφʼ οἷς ἀχθόμενος ὁ Τίτος καὶ βαρέως φέρων, καὶ δεόμενος τοῦ συνεδρίου, τέλος ἐξέπεισε καὶ ταύτας τὰς πόλεις ἀνεῖναι τῆς φρουρᾶς, ὅπως ὁλόκληρος ἡ χάρις ὑπάρξῃ παρʼ αὐτοῦ τοῖς Ἕλλησιν.
ティトスはこれらのことに憤慨して重く受け止め、十人委員会に懇願し、ついにこれらの都市からも守備隊を撤収させるよう説得した。 彼からの恩恵がギリシア人にとって完全なものとなるようにするためであった。
§10.3Ἰσθμίων οὖν ἀγομένων πλῆθος μὲν ἀνθρώπων ἐν τῷ σταδίῳ καθῆστο τὸν γυμνικὸν ἀγῶνα θεωμένων, οἷα δὴ διὰ χρόνων πεπαυμένης μὲν πολέμων τῆς Ἑλλάδος ἐπʼ ἐλπίσιν ἐλευθερίας, σαφεῖ δὲ εἰρήνῃ πανηγυριζούσης τῇ σάλπιγγι δὲ σιωπῆς εἰς ἅπαντας διαδοθείσης,
こうしてイストミア競技会が開催されると、競技場で裸体競技を観戦するために大勢の群衆が席に着いていた。 ギリシアが久しぶりに戦争から解放され、自由への希望に満ちて、確実な平和のもとで祝祭を執り行っている最中であったため、喇叭によって全員に沈黙が命じられると、伝令が中央に進み出て、次のように宣言した。
§10.4προελθὼν εἰς μέσον ὁ κῆρυξ ἀνεῖπεν ὅτι Ῥωμαίων ἡ σύγκλητος καὶ Τίτος Κοΐντιος στρατηγὸς ὕπατος καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἀφρουρήτους καὶ ἐλευθέρους καὶ ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Λοκρούς, Φωκεῖς, Εὐβοέας, Ἀχαιοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραιβούς.
「ローマの元老院および執政官格の将軍ティトス・クインクティウスは、フィリッポス王とマケドニア人を破り、コリントス人、ロクリス人、フォキス人、エウボイア人、フティオティスのアカイア人、マグネシア人、テッサリア人、ペッライボイア人を、守備隊なしの、自由で、税を課されないものとし、祖伝の法に従う者として釈放する。
τὸ μὲν οὖν πρῶτον οὐ πάνυ πάντες οὐδὲ σαφῶς ἐπήκουσαν, ἀλλʼ ἀνώμαλος καὶ θορυβώδης κίνησις ἦν ἐν τῷ σταδίῳ θαυμαζόντων καὶ διαπυνθανομένων καὶ πάλιν ἀνειπεῖν κελευόντων·
」最初、すべての人が十分に、また明瞭に聞き取れたわけではなく、競技場内では、驚き、互いに問い合わし、もう一度宣言するよう求める人々の間に、不規則で騒がしい動きが生じた。
§10.5ὡς δὲ αὖθις ἡσυχίας γενομένης ἀναγαγὼν ὁ κῆρυξ τὴν φωνὴν προθυμότερον εἰς ἅπαντας ἐγεγώνει καὶ διῆλθε τὸ κήρυγμα, κραυγὴ μὲν ἄπιστος τὸ μέγεθος διὰ χαρὰν ἐχώρει μέχρι θαλάττης, ὀρθὸν δὲ ἀνειστήκει τὸ θέατρον, οὐδεὶς δὲ λόγος ἦν τῶν ἀγωνιζομένων, ἔσπευδον δὲ πάντες ἀναπηδῆσαι καὶ δεξιώσασθαι καὶ προσειπεῖν τὸν σωτῆρα τῆς Ἑλλάδος καὶ πρόμαχον.
しかし、再び静寂が戻ると、伝令は声を一段と張り上げ、より熱心に全員に届くように宣言を繰り返し、最後まで読み上げた。 すると、喜びのあまり信じられないほどの大きさの歓声が海まで響き渡り、観客席全体が総立ちとなった。 もはや競技者たちのことなど誰も気に留めず、誰もが飛び上がって、ギリシアの救済者にして守護者の手を握り、挨拶しようと駆け寄った。
§10.6τὸ δὲ πολλάκις λεγόμενον εἰς ὑπερβολὴν τῆς φωνῆς καὶ μέγεθος ὤφθη τότε.
声の過度の大きさと強度について、よく語られる現象がその時目撃された。
κόρακες γὰρ ὑπερπετόμενοι κατὰ τύχην ἔπεσον εἰς τὸ στάδιον.
上空を飛んでいたカラスが偶然、競技場に落ちてきたのである。
αἰτία δὲ ἡ τοῦ ἀέρος ῥῆξις·
原因は空気の裂開であった。
ὅταν γὰρ ἡ φωνὴ πολλὴ καὶ μεγάλη φέρηται, διασπώμενος ὑπʼ αὐτῆς οὐκ ἀντερείδει τοῖς πετομένοις, ἀλλʼ ὀλίσθημα ποιεῖ καθάπερ κενεμβατοῦσιν, εἰ μὴ νὴ Δία πληγῇ τινι μᾶλλον ὡς ὑπὸ βέλους διελαυνόμενα πίπτει καὶ ἀποθνῄσκει, δύναται δὲ καὶ περιδίνησις εἶναι τοῦ ἀέρος, οἷον ἑλιγμὸν ἐν πελάγει καὶ παλιρρύμην τοῦ σάλου διὰ μέγεθος λαμβάνοντος.
すなわち、声が多量かつ強大に発せられるとき、空気はそれによって引き裂かれて飛行するものを支えられなくなり、あたかも虚空を踏むかのように彼らを失速させるのである。 あるいは、いや誓って、むしろ矢に射抜かれたかのように何らかの打撃を受けて落下して死ぬのかもしれず、あるいは、空気の渦が発生し、その巨大さゆえに、海洋における渦巻やうねりの逆流のようなものを生じさせるからかもしれない。